ὁ δὲ τὸν θεὸν ὤμοσεν ὡς ‘‘σήμερον βασιλεὺς ἔσται ὁ Σολομών.” καλέσας δὲ τὸν ἀρχιερέα Σαδὼκ καὶ Βαναίαν κελεύει συμπαρειληφότας τόν προφήτην καὶ τοὺς περὶ τὴν αὐλὴν τὴν βασιλικὴν ὁπλίτας ἀναθέσθαι τὸν Σολομῶντα ἐπὶ τὴν τοῦ βασιλέως ἡμίονον, καὶ ἀπαγαγόντας ἔξω τῆς πόλεως ἐπὶ τὴν πηγὴν τὴν καλουμένην Σιῶν χρῖσαι τῷ ἁγίῳ ἐλαίῳ, καὶ βασιλέα ἀναγορεῦσαι σαλπίζοντας ἐν τοῖς κέρασι, καὶ διὰ μέσης τῆς πόλεως παραπέμψαι αὐτόν. οἱ δὲ αὐτίκα καθὼς ἐνετάλθησαν πεποιήκασι· καὶ διεβοήθη πανταχοῦ ἡ τοῦ Σολομῶντας ἀνάρρησις. ὡς δ᾿ ἐγνώσθη καὶ τῷ Αδωνίᾳ καὶ τοῖς συνευωχουμένοις αὐτῷ, οἱ μὲν ἄλλοι πρὸς ἑαυτοὺς ἀπῆλθον, Ἀδωνίας δὲ μᾶλλον δεδιὼς τῷ θυσιαστηρίῳ προσπέφευγε καὶ πίστεις τῆς σωτηρίας ᾔτει παρὰ τοῦ Σολομῶντος. ὁ δὲ τῆς μὲν τότε ἁμαρτίας ἀφῆκεν αὐτόν, “εἰ δ’ εἰσαῦθις ἔφη “κακόν τι ποιῶν εὑρεθῇ, θανατωθήσεται.” Ὁρῶν δὲ Δαβὶδ ἐγγίζοντά οἱ τὸν θάνατον, προσκαλεῖται τὸν Σολομῶντα καὶ ἐντέλλεται αὐτῷ φυλάττειν τὰς τοῦ θεοῦ ἐντολὰς καὶ κατὰ τοὺς νόμους αὐτοῦ πολιτεύεσθαι, ‘‘ἵνα τὸ σπέρμα ἡμῶν φησι, ‘‘καθὼς ἐπηγγείλατό μοι ὁ κύριος, ἕως τοῦ αἰῶνος εἴη ἐπὶ τοῦ θρόνου μου.” καὶ προστίθησι μὴ ἐᾶσαι τὸν Ἰωὰβ ἀτιμώρητον, ἀνελόντα τὸν Ἀβεννὴρ καὶ τὸν Ἀμεσίαν μηδὲ μέντοι τὸν Σεμεεί, ὃς αὐτῷ κατηράσατο φεύγοντι. καὶ ἄλλα αὐτῷ ἐντειλάμενος, καὶ ναὸν ἐπισκήψας οἰκοδομήσαι κυρίῳ, καὶ τὴν διαγραφὴν τῆς οἰκοδομῆς τοῦ ναοῦ παρέσχεν αὐτῷ, καὶ πρὸς τὸ ἔργον λόγοις διήγειρε καὶ αὐτὸν καὶ τοὺς ἄρχοντας καὶ τὴν φυλὴν Λευὶ, πολλὰ φήσας καταλιπεῖν εἰς τὴν κατασκευὴν τοῦ ναοῦ, τάλαντα μὲν χρυσοῦ μύρια, μυριάδας δὲ ταλάντων ἀργύρου δέκα, σμάραγδόν τε καὶ ἄλλους λίθους πολυτελεῖς, χαλκὸν δὲ καὶ σίδηρον ἀριθμὸν ὑπερβαίνοντα, καὶ ὕλην ἑτέραν ἄφθονον· καὶ νῦν δὲ προστιθέναι τοῖς ἤδη συνειλεγμένοις χρυσοῦ καθαροῦ τρισχίλια τάλαντα εἰς τὸ ἄδυτον, καὶ μυρίους στατῆρας, ἀργύρου δὲ μύρια τάλαντα.καὶ εἴ τινι δὲ λίθος ἦν τῶν τιμίων, ἐκόμισεν ἕκαστος καὶ παρέδωκεν εἰς τοὺς θησαυρούς. μετ’ ὀλίγον δὲ ἐτελεύτησεν ὁ Δαβίδ, βιώσας ἑβδομήκοντα, βασιλεύσας ἐν Χεβρὼν μὲν ἔτη ἑπτά, ἐν Ἱερουσαλὴμ δὲ τρία πρὸς τριάκοντα, ἀνὴρ πᾶσαν ἀρετὴν κατωρθωκὼς προσήκουσαν βασιλεῖ. ἔθαψε δὲ αὐτὸν ὁ παῖς Σολομὼν ἐν Ἱεροσολύμοις βασιλικῶς, καὶ πλοῦτον ἄφθονον αὐτῷ συνεκήδευσεν.Σολομὼν δὲ ὅτε τὴν βασιλείαν παρέλαβε νεώτατος ἠν, δωδέκατον ἕκατον ἔτος ἄγων τῆς ἡλικίας αὐτοῦ. μέντοι Ἀδωνίας πορευθεὶς πρὸς Βηρσαβεὲ τὴν μητέρα τοῦ Σολομῶντος ‘‘οἶδας” εἶπε “τὴν βασιλείαν ἐμοὶ προσήκειν καὶ διὰ πρεσβυγένειαν καὶ διὰ τὴν αἵρεσιν τοῦ λαοῦ, μετέβη δὲ πρὸς Σολομῶντα τὸν ἀδελφόν μου, καί μοι στερκτέον τὸ γεγονὸς ὡς γνώμῃ θεοῦ γεγονός. μίαν δ’ αἰτῶ αἴτησιν, δοθῆναί μοι πρὸς γάμον τὴν τῷ πατρὶ συγκοιμωμένην κόρην τὴν Ἀβισάκ, ἐπεὶ μηδ’ ἔγνω ταύτην ὁ πατὴρ διὰ γῆρας, ἀλλ’ ἔτι παρθένος ἐστίν.” ἡ δὲ Βηρσαβεὲ τοὺς λόγους ὑπέσχετο τῷ υἱῷ καὶ καταπράξασθαι τὸν γάμον αὐτῷ σπουδαιότατα. καὶ πορευθεῖσα πρὸς τὸν υἱὸν δοῦναι τῷ ἀδελφῷ Ἀδωνίᾳ τὴν Ἀβισὰκ παρεκάλει . ὁ δὲ ὀργισθεὶς ἐπὶ τῷ λόγῳ θαυμάζειν εἶπεν εἰ μὴ καὶ τῆς βασιλείας παραχωρῆσαι Ἀδωνίᾳ ὡς πρεσβυτέρῳ αὐτὸν ἀξιοῖ. καὶ αὐτίκα τῶ ἐπὶ τῶν σωματοφυλάκων Βαναίᾳ κτεῖναι τὸν Ἀδωνίαν προσέταξε. τῷ δὲ Ἀβιάθαρ εἰς τὴν ἐνεγκαμένην πορευθῆναι ἐπέταξε καὶ διάγειν ἐν τοῖς ἀγροῖς. ‘‘θανάτου γάρ φησι ῥύεταί σε ὁπόσα μου σὺν ἔκαμες τῷ πατρί.” καθὼς οὑν τῷ Ἤλει προείρηκεν ὁ θεός, ἀφῄρητο ἡ τῆς ἱερωσύνης τιμὴ ἐξ οἴκου Ἰθάμαρ καὶ πρὸς Σαδὼκ μεταπέπτωκεν, ἐκ τοῦ γένους ὄντα τοῦ Φινεές. ὁ δὲ στρατηγὸς Ἰωὰβ ταῦτα μαθὼν καὶ περιδεὴς γεγονὼς τῷ θυσιαστηρίῳ προσπέφευγε, καὶ καλούμενος οὐκ ἄν ποτε ἐξελθεῖν εἶπεν, ἀλλ’ αὐτοῦ τεθνήξεσθαι καὶ οὐκ ἄλλοθι. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν πέπεικε στεῖλαι κἀκεῖ τὸν Ἰωὰρ ἀνελεῖν. ἐντεῦθεν Βαναίας μὲν πάσης τῆς δυνάμεως προκεχείριστο στρατηγός, Σαδὼκ δὲ τῆς ἀρχιερωσύνης ἠξίωτο. τὸν δέ γε Σεμεεὶ ὁ βασιλεὺς ἐν Ἰερουσαλὴμ περιώρισεν ὥστε ταύτης μὴ ἐξιέναι· εἰ δ’ οὔ, θάνατον αὐτῷ τὸ ἐπιτίμιον ἔταξεν. ὁ δὲ μετὰ ἔτη τρία δούλων αὐτοῦ φυγόντων ἐπὶ ζήτησιν αὐτῶν ἐξελήλυθε· καὶ τοῦτο γνοὺς Σολομὼν ἀναιρεθῆναι τὸν ἄνδρα ἐκέλευσεν.Ἄγεται δὲ Σολομὼν εἰς γυναῖκα θυγατέρα Φαραώ, ραώ, καὶ τὰ τείχη τῶν Ἱεροσολύμων ἐπὶ μεῖζον ἦρε καὶ ὀχυρώτερα κατεσκεύασε. καθ’ ὕπνους δὲ χρηματίσας αὐτῶ ὁ θεὸς εἶπεν αὐτῷ αἰτῆσαι ὃ βούλοιτο· ὁ δὲ σύνεσιν καὶ φρόνησιν ᾔτησε δοθῆναι αὐτῷ. καὶ ὁ θεὸς ἀποδεξάμενος αὐτὸν τῆς αἰτήσεως, καὶ σοφίαν δώσειν αὐτῷ καὶ μέγαν νοῦν ἐπηγγείλατο ὡς οὐχ ἑτέρῳ πρὸ αὐτοῦ ἤ τινι τῶν μετ’ αὐτόν, προσθεῖναι δὲ καὶ ἅπερ οὐκ ᾔτησε, πλοῦτον καὶ νίκην καὶ εὔκλειαν, εἰ φυλάξει τὰς αὐτοῦ ἐντολὰς καὶ τὰ δικαιώματα. Μετὰ ταῦτα δύο προσῆλθον αὐτῷ γυναῖκες· ὣν ἡ μία “βασιλεῦ” ἔφη, “ἀλλήλαις ἡμεῖς συνῳκοῦμεν καὶ οὐδεὶς μεθ’ ἡμῶν. ἐτέκομεν δὲ ἄμφω κατὰ τὸν αὐτὸν καιρὸν ἄρρενα. καὶ μετὰ μικρὸν αὕτη τῷ αὐτῆς ἐπιπεσοῦσα υἱῷ νεκρὸν διυπνισθεῖσα εὗρεν αὐτόν. καὶ τὸ μὲν τεθνηκὸς ὑπνούσης ἐμοῦ ὑποτίθησι ταῖς ἀγκάλαις μου, τὸ δὲ ζῶν ἐξ ἐμοῦ ἀφελοῦσα ὡς ἑαυτῆς ᾠκειώσατο. καὶ γνοῦσα τὸ δρᾶμα ζητῶ τὸν παῖδα· ἡ δέ μοι οὐ δίδωσιν.” ἡ δ’ ἑτέρα τὸ ζῶν εἶναι τὸ ἑαυτῆς παιδίον ἀπισχυρίζετο, τῆς δ’ ἀντιδίκου τὸ τεθνηκός· καὶ ἐπὶ τοσοῦτον κακουργίας μὴ προβῆναι διώμνυτο. ἀπορούντων δὲ τῶν περιεστηκότων πῶς ἂν διευκρινηθείη τὸ ἀληθές, ὁ βασιλεὺς διχῇ τμηθῆναι μαχαίρᾳ τὸ παιδίον τὸ ζῶν ἐκέλευσε καὶ ἀνὰ μέρος δοθῆναι ἑκατέρᾳ τῶν γυναικῶν. τοῦτο ἡ μὲν ἀληθὴς τοῦ βρέφους μήτηρ βαρέως ἤνεγκε, καὶ παρῃτεῖτο τὴν ψῆφον, καὶ δοθῆναι ζῶν τὸ παιδίον τῆ ἀντιδίκῳ ἱκέτευεν· ἡ δὲ ψευδῶς ἑαυτὴν μητέρα τοῦ παιδὸς ὀνομάζουσα καὶ ἐπῄνει τὴν κρίσιν καὶ ἐπέσπευδε τὴν διαίρεσιν. καὶ ὁ βασιλεὺς δοθῆναι ζῶν τὸ παιδίον πρόσ’ ἔταξε τῇ παραιτουμένῃ τὴν ἐκείνου νοῦ διαίρεσιν, ‘‘αὕτη” φήσας “ἡ τούτου μήτηρ ἐστίν, ἣ τοῦ παιδὸς σφαγῆναι μέλλοντος ὑπερήλγησε.’ τοῦτο πᾶς ὁ λαὸς ἀκριβὲς τεκμήριον ἔσχηκε τῆς τοῦ βασιλέως φρονήσεως. Πάντας δὲ τοὺς πρὶν εἰς σοφίαν καὶ φρόνησιν ὑπερβέβηκε.