ζητήσαντος δὲ τοῦ βασιλέως περὶ τούτου, δεδήλωκεν ὁ θεὸς διὰ τοὺς Γαβαωνίτας γίνεσθαι τὸν λιμόν, καὶ δεῖν αὐτοὺς ἐκδικίας τυχεῖν ἀνθ’ ὧν ὁ Σαοὺλ ἀπέκτεινεν ἐξ αὐτῶν, μὴ τηρήσας τοὺς παρὰ Ἰησοῦ καὶ τῆς γερουσίας γεγονότας ὅρκους αὐτοῖς. ἐκάλεσεν οὖν τοὺς Γαβαωνίτας ὁ βασιλεύς, καὶ τί ἂν βούλοιντο γενέσθαι αὐτοῖς ἐπύθετο εἰς ἐξίλασμα · οἱ δὲ ἑπτὰ ἄνδρας ᾔτησαν δοθῆναι αὐτοῖς ἐκ τοῦ οἴκου Σαούλ. καὶ ἔδωκεν αὐτοῖς ὁ βασιλεὺς τοὺς ἑπτὰ ἄνδρας, ὡς ᾔτησαν, τοῦ Μεμφιβοσθὲ φεισάμενος· οἱ δὲ λαβόντες τοὺς ἄνδρας ἀπέκτειναν. καὶ κατήνεγκεν ὁ θεὸς ἐπὶ τὴν γῆν ὑετόν. Πολέμου δὲ μετὰ ταῦτα γενομένου πρὸς ἀλλοφύλους ὁ Δαβὶδ μετὰ τῆς οἰκείας στρατιᾶς κατεδίωξε τοὺς πολεμίους. καὶ κατάκοπος γεγονὼς παρεῖτο ἐκλυθείς· καί τις τῶν ἐναντίων οὕτως ἔχοντα ἰδὼν ὥρμησε πατάξαι αὐτόν, Ἀβεσὰ δὲ ὁ ἀδελφὸς ’Iωὰβ ὑπερασπίσας τοῦ βασιλέως τὸν ἀλλόφυλον ἔκτεινε. καὶ διὰ τοῦτο ὤμοσαν οἱ περὶ Δαβὶδ μηκέτι παραχωρῆσαι εἰς πόλεμον αὐτὸν ἐξελθεῖν. καὶ πάλιν δὲ τῶν ἀλλοφύλων στρατευσαμένων στείλας ὁ βασιλεὺς στρατὸν ἐπ’ αὐτοὺς πολλοὺς μὲν κτανθῆναι πεποίηκε, τοὺς δὲ περιλειφθέντας φυγεῖν. διαλιπόντες δὲ μικρὸν οἱ ἀλλόφυλοι ἐπῆλθον ἔτι κατὰ τῆς χώρας τῶν Ἰσραηλιτῶν. καὶ ἦν παρ’ αὐτοῖς γιγαντιαῖος ἀνήρ, ἒξ δακτύλους ἔχων ἐν ἑκατέρᾳ χειρὶ καὶ ὁμοίως ἐν τοῖς ποσίν· ᾧ συμπλακεὶς ὁ Ἰωνάθαν ἀδελφιδοῦς τοῦ Δαβὶδ κατέβαλεν αὐτὸν καὶ ἐσκύλευσε καὶ ῥοπὴν πρὸς νίκην τοῖς ὁμοφύλοις παρέσχετο. οὐκέτι γοῦν προσέθεντο οἱ ἀλλόφυλοι τοῖς Ἑβραίοις μαχέσασθαι.Εἰρήνης δ’ ἔκτοτε τυχὼν ὁ Δαβὶδ ᾠδὰς συνέθετο πρὸς θεόν, καὶ ὄργανα κατασκευάσας μετ’ αὐτῶν ἐδίδαξε τοὺς Λευίτας τοὺς ὕμνους ᾄδειν. τοιαῦτα δ’ ἦσαν τὰ ὄργανα· ἡ μὲν κινύρα δεκάχορδος ἦν καὶ πλήκτρῳ ἐκρούετο, ἡ δὲ νάβλα δώδεκα φθόγγους ἔχουσα τοῖς δακτύλοις ἐπλήττετο· κύμβαλά τε ὑπῆρχον χάλκεα, μεγάλα τε καὶ πλατέα. ἦν δὲ περὶ τὸν Δαβὶδ καὶ σύστημα γενναίων ἀνδρῶν. οἱ δὲ τούτων ἐπισημότατοι τριάκοντα ἐτύγχανον καὶ ἑπτά, οἱ πολλάκις ἠρίστευσαν. καί ποτε ἀλλοφύλων ἐπὶ Βηθλεὲμ ἐστρατοπεδευκότων ὁ βασιλεὺς ἐκ τοῦ ἐν Βηθλεὲμ φρέατος ὕδωρ πιεῖν ἐπεθύμησε. καὶ τρεῖς ἐκ τῶν περὶ αὐτὸν ἀνδρείων δραμόντες καὶ μέσην τὴν τῶν ἐναντίων διελθόντες παρεμβολὴν ὑδρεύσαντο ἐξ ἐκείνου τοῦ φρέατος, καὶ αὖθις διὰ τῶν πολεμίων διελθόντες καταπλαγέντων τὸ θράσος αὐτῶν καὶ ἠρεμούντων, τῷ βασιλεῖ τὸ ὕδωρ προσκεκομίκασιν. ὁ δέ ‘‘ἵλεώς μοι κύριος” εἶπεν, “οὐ πίομαι τοῦτο, αἴματι τῶν ἀνδρῶν καὶ κινδύνῳ τῶν ψυχῶν αὐτῶν κομισθέν.” οὐκ ἔπιεν οὗν, ἀλλ’ ἔσπεισεν αὐτὸ τῷ θεῶ. Ἀπαριθμῆσαι δὲ τὸν λαὸν ἅπαντα βουληθεὶς ἐκέλευσε τῷ Ἰωὰβ ποιήσαι τὴν ἀπαρίθμησιν. τοῦ δὲ μὴ ἐπαινέσαντος τὴν βουλὴν καὶ τὴν πρᾶξιν οὐκ ἀγαθὴν λέγοντος, ὁ βασιλεὺς οὐκ ἐπείθετο. καὶ ἀπῆλθεν Ἰωὰβ καὶ ἠρίθμησε τὸν λαόν, καὶ ἦν ὁ ἀριθμὸς Ἰσραὴλ ὀκτακοσίων χιλιάδων ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν, καὶ πεντακοσίων χιλιάδων ἀνδρῶν μαχητῶν τῶν ἐξ Ἰούδα φυλῆς. εἶτα μετεμέλετο ὁ Δαβὶδ καὶ ὡμολόγει ἡμαρτηκέναι. Γὰδ δὲ ὁ προφήτης κελεύσαντος τοῦ θεοῦ ἐπορεύθη πρὸς τὸν Δαβὶδ καί φησιν “ἐκ τριῶν τούτων ἔκλεξαι ὁ πρὸς βουλῆς σοί ἐστι, πότερον αἱρῇ ἐπὶ ἔτη ἑπτὰ λιμὸν ἔσεσθαί σοι κατὰ τὴν χώραν, ἦι τρεῖς μῆνας ὑπὸ πολεμίων διώκεσθαι, ἢ θάνατον ἐπὶ τρεῖς ἡμέρας ἐνσκῆψαί σου τῷ λαῷ. ὁ δέ στενά μοι πάντοθεν” ἔφη, “ἀλλὰ βέλτιόν μοι εἰς τὰς χεῖρας τοῦ θεοῦ ἐμπεσεῖν.καὶ ἐπῆλθε θάνατος τῷ λαῷ πρωίθεν ἴως ὥρας ἀρίστου, καὶ ἀπέθανον ἐκ παντὸς τοῦ λαοῦ χιλιάδες ἑβδομήκοντα. καὶ Δαβὶδ ἱκέτευε τὸν θεόν. καὶ ὁ ὀλοθρεύων ἄγγελος τὸν λαὸν ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐπὶ Ἱερουσαλήμ. εἶπεν οὖν ὁ βασιλεύς “ἐγὼ ἡμάρτηκα, κύριε, ὁ ποιμήν, τὰ δὲ ποίμνια ὁ λαὸς οὐχ ἡμάρτοσαν· ἐγώ εἰμι κολάσεως ἄξιος καὶ οὐχ οὗτοι.’ δυσωπηθεὶς δὲ τὴν τοῦ βασιλέως κατάνυξιν ὁ θεὸς ἔπαυσε τὴν φθοράν, καὶ διὰ τοῦ προφήτου Γὰδ ἐν τῇ ἅλωνι τοῦ Ἰεβουσαίου Ὀρνὰ θυσιαστήριον ἐκέλευσε πήξασθαι καὶ θῦσαι ἐκεῖ. καὶ ἐποίησεν οὕτως Δαβίδ, ὠνησάμενος τὴν ἄλω ἐκ τοῦ Ὀρνᾶ. ὡς δὲ Ἰώσηπος ἔγραψεν, ἐν ἐκείνῳ τῷ τόπῳ λέγεται ἀγαγεῖν Ἀβραὰμ τὸν Ἰσαὰκ ὥστε ὁλοκαυτῶσαι αὐτόν. ἠβούλετο δὲ καὶ ναὸν οἰκοδομῆσαι Δαβὶδ ἐκεῖ τῷ θεῷ, ἀλλ’ ἀπείρχθη πρὸς θεοῦ. Πρεσβύτης δὲ σφόδρα γενόμενος ὁ Δαβὶδ δύσριγος ὑπὸ τοῦ γήρως ἐτύγχανε. διὸ νεάνιδα ἐξελέξαντο· Ἀβισὰκ ὄνομα αὐτῇ· καὶ ἢν ἡ κόρη συγκοιταζομένη τῷ βασιλεῖ καὶ θάλπουσα αὐτόν. καὶ οὐκ ἔγνω αὐτήν· ἀφροδισιάζειν γὰρ διὰ γῆρας οὐκ ἠδύνατο. Ἀδωνίας δὲ τέταρτος ὢν ἐν τοῖς τοῦ βασιλέως υἱοῖς, ὡραῖος πάνυ, ὁρῶν τὸν πατέρα γεγηρακόκα, τῆς βασιλείας ἀντεποιεῖτο, συναντιλαμβανομένου αὐτῷ Ἰωὰβ τοῦ ἀρχιστρατήγου καὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως. καί ποτε θυσίαν δαψιλῆ παρασκευασάμενος τοὺς ἀδελφοὺς συνεκάλεσε καὶ τοὺς προέχοντας τῆς Ἰούδα φυλῆς καὶ Ἀβιάθαρ καὶ Ἰωάβ· Σολομῶντα δὲ καὶ τὸν προφήτην Νάθαν καὶ Βαναίαν τὸν ἄρχοντα τῶν σωματοφυλάκων οὐ κέκληκεν. εἶπεν οὖν πρὸς Βηρσαβεὲ Νάθαν “ἀκήκοας ὅτι ἐβασίλευσεν Ἀδωνίας;” ἡ δὲ πρὸς τὸν βασιλέα εἰσελθοῦσα “σὺ ὤμοσας” εἶπε, “κύριέ μου βασιλεῦ, ὡς Σολομὼν ὁ υἱός σου βασιλεύσει μετὰ σέ, καὶ ἰδοὺ ἐβασίλευσεν Ἀδωνίας, σὺ δὲ ἠγνόηκας.” ἔτι ταῦτα λεγούσης Βηρσαβεέ καὶ ὁ προφήτης Νάθαν εἰσελθὼν ἠρώτα τὸν βασιλέα εἰ κατὰ γνώμην αὐτοῦ βεβασίλευκεν Ἀδωνίας.