Ἀβεσαλὼμ δὲ παραγενόμενος εἰς Ἰεροσόλυμα, ἐλθόντι πρὸς αὐτὸν τῷ Χουσὶ ἔφη “ἵνα τί ἑταῖρος ὢν τοῦ πατρός μου πρὸς ἐμὲ ἥκεις ἐκεῖνον λιπών; ὁ δέ “τῷ ἐκλελεγμένῳ παρὰ θεοῦ συνέσομαι” εἶπε, ‘καὶ συνέψομαι τῷ ᾑρετισμένῳ παρὰ παντὸς τοῦ λαοῦ. τί δὲ δεῖ πράττειν τὸν Ἀχιτόφελ ἤρετο ὁ Ἀβεσαλώμ. καὶ ὃς συνεβούλευσε ταῖς τοῦ πατρὸς μίσγεσθαι παλλακαῖς, ἵν οὕτω γνοῖεν πάντες ἄσπονδον εἶναί σοι τὴν ἔχθραν πρὸς τὸν πατέρα σου. καὶ ἐποίησε κατὰ τὴν συμβουλὴν ταύτην Ἀβεσαλώμ. αἰτήσαντος δὲ τοῦ Ἀχιτόφελ μυρίους ἄνδρας, ὡς ἂν αὐτίκα καταδιώξῃ ὄπισθεν τοῦ βασιλέως Δαβὶδ καὶ τῶν μετ’ αὐτοῦ ἐκλελυμένων ὄντων ὑπὸ τοῦ κόπου, καὶ τὸν μὲν πατάξῃ, τοὺς δὲ ἐπιστρέψῃ, ὁ Ἀβεσαλὼμ ἠρώτησε τὸν Χουσὶ περὶ τῆς συμβουλῆς. ὁ δὲ οὐκ ἀγαθὴν αὐτὴν ἀπεφήνατο, λέγων ὡς “οὐκ ἠγνόηταί σοι ἡ τοῦ πατρὸς καὶ τῶν μετ’ αὐτοῦ ἀνδρεία καὶ ἐμπειρία. δεῖν δὲ νομίζω ἐκ πάσης τῆς χώρας στρατιὰν συλλεξάμενον οὕτως αὐτόν σε κατὰ τοῦ πατρὸς ὁρμῆσαι καὶ στρατηγῆσαι τὸν πόλεμον, καὶ πάντως νικήσεις, πρὸς βραχεῖς μετὰ πολλῶν συρρηγνύμενος.” καὶ εἶπεν Ἀβεσαλὼμ καὶ οἱ σὺν αὐτῷ “ἀγαθὴ ἡ βουλὴ Χουσὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ.” πάντα δὲ ταῦτα Χουσὶ τῷ Σαδὼκ καὶ τῷ Ἀβιάθαρ τοῖς ἱερεῦσι δηλῶσαι τῷ Δαβὶδ ἐνετείλατο. οἱ δὲ ἐστάλκασι πρὸς Δαβὶδ ἄνδρας τοὺς γνωριοῦντας αὐτῷ τὰ γενόμενα. ἀπηγγέλη δὲ τῷ Ἀβεσαλὼμ περὶ τῶν ἀνδρῶν, καὶ κατεδίωκεν αὐτούς. ὅ γνόντες ἐκεῖνοι προσφεύγουσιν ἐν οἰκίᾳ τινός, καὶ εἰς φρέαρ καταδύντες ἐκρύβησάν τε καὶ ἔλαθον, καὶ τῷ Δαβὶδ ἐκεῖθεν ἐξελθόντες τὰ μηνυθέντα ἀπήγγειλαν. ὁ δὲ νυκτὸς σὺν τοῖς μετ’ αὐτοῦ διέβη τὸν Ἰορδάνην. Ἀχιτόφελ μέντοι παρευδοκιμηθείς, καὶ γνοὺς ὅτι κακὰ συναντήσεται τῷ Ἀβεσαλώμ, ἀπῆλθεν εἰς τὸν οἶκον καὶ ἀπήγξατο. Ἀριθμήσας δὲ τοὺς μετ’ αὐτοῦ ὁ Δαβὶδ τετρακισχιλπίους εὗρε. καὶ εἰς τρεῖς διεῖλε μοίρας τὴν στρατιάν, ἑκάστῃ τε ἐπέστησε στρατηγόν·αὐτὸς δὲ συνεκστρατεῦσαι παρὰ τῶν φίλων οὐ συγκεχώρητο, λεγόντων ὡς εἶ μετ’ αὐτοῦ τραπεῖεν, πάσης ἐλπίδος ἐκπίπτουσιν, αὐτοῦ δὲ σωζομένου ἔτι σφίσιν ἐλπὶς περιλέλειπται. ἔπεμψεν οὑν τὸν λαὸν αὐτοῦ μαχησόμενον, καὶ παρεκάλει φείσασθαι τοῦ Ἀβεσαλώμ, εἰ νικήσειαν. μάχης δὲ συρραγείσης κρατοῦσιν οἱ τοῦ Δαβίδ, καὶ τόν Ἀβεσαλὼμ ἐδίωκον φεύγοντα. φερόμενος δ’ ἐφ’ ἡμιόνου, καὶ εἰς δρυμὸν εἰσελθών, δρυὶ· μεγάλῃ τῆς τριχὸς αὐτοῦ ἐμπλακείσης, ἔτρεφε γὰρ τὴν κόμην σφόδρα πολλήν, ἀπῃώρητο τῆς δρυός· ἡ δ’ ἡμίονος παρελήλυθε. καί τις ἀνηρτημένον οὕτω τὸν Ἀβεσαλὼμ θεασάμενος καταμηνύει τῷ Ἰωάβ. ὁ δὲ βέλεσιν αὐτὸν τρισὶ κατὰ τῆς καρδίας βαλὼν ἐθανάτωσε, καὶ τὸν τὴν νίκην ἀπαγγελοῦντα τῷ βασιλεῖ ἐξαπέστειλε. μηνυθείσης δὲ τῆς νίκης αὐτῷ, εἰ ζῇ ὁ υἱὸς ἐπυνθάνετο· ἀκούσας δὲ τεθνάναι αὐτόν, ἀπωδύρετο. ἐλθὼν δὲ πρὸς τὸν βασιλέα ὁ Ἰωὰβ ἔπεισεν οἶς εἶπε παύσασθαι τοῦ θρηνεῖν· παυσάμενός τε καὶ τοῖς στρατιώταις ἐμφανισθεὶς ἐπῄνεσεν αὐτούς. πάντες δ’ ὡς πρὶν αὐτῷ ὑπετάγησαν. καὶ ἀπῆλθεν εἰς Ἱεροσόλυμα· ἀπιόντι δὲ συνήντησε Σεμεεὶ συγγνώμην αἰτῶν ἐφ’ οἷσπερ ἡμάρτηκεν. ὁ δὲ κἀκείνῳ τὴν ἁμαρτίαν ὤμοσεν ἀφιέναι καὶ Πάσι τοῖς εἰς αὐτὸν πλημμελήσασιν. ἀπήντησε δὲ καὶ Μεμφιβοσθέ. καὶ ὁ βασιλεὺς τί δή ποτε μὴ τῆς φυγῆς αὐτῷ κεκοινώνηκεν ἤρετο. ὁ δὲ τούτου τὸν Σιβὰ αἰτιώτατον ἔλεγε, μὴ ἑτοιμάσαντά οἶ τὰ πρὸς τὴν ἔξοδον· αὐτὸν δὲ τὰς βάσεις ὄντα βεβλαμμένον μὴ οἶόν τ’ εἷναι συνέπεσθαι· τὸν δὲ καὶ προσδιαβαλεῖν αὐτὸν κακούργως καὶ καταψεύσασθαι. πρὸς ταῦτα Δαβὶδ καὶ συγγνώμην αὐτῷ παρεῖχε καὶ τὰ ἡμίση τῆς ὑποστάσεως αὐτῷ ἀποκαταστῆναι ἐκέλευσε.Παραγενομένου δὲ τοῦ βασιλέως εἰς Γάλγαλα, συνήχθη ἐκεῖ πᾶς ὁ λαὸς Ἰσραήλ, αἰτιώμενοι τὴν Ἰούδα φυλὴν λάθρᾳ πρὸς αὐτὸν ἐλθοῦσαν. οἱ δὲ μὴ δεῖν κακίζειν αὐτοὺς ἔλεγον διὰ τοῦτο, οἰκείους ὄντας πρὸς γένος τῷ βασιλεῖ. τῷ δὲ λαῷ σκληρὸς ὁ λόγος οὗτος ἐφάνη. καί τις ἀνὴρ Βενιαμίτης στασιώδης καὶ πονηρός, Σαβεὲ κεκλημένος, ‘οὐκ ἔστι μερὶς ἡμῖν ἐν Δαβὶδ οὐδὲ κληρονομία ἐν τό υἱῷ Ἰεσσαί” ἀνεβόησε, καὶ σαλπίσας ἐν κέρατι ἀπέστησε πάντας ἀπὸ Δαβίδ, μόνης τῆς Ἰούδα φυλῆς παραμεινάσης αὐτῷ. ὁ βασιλεὺς δὲ στρατηγὸν τὸν Ἀμεσὰ προβαλόμενος συλλέξαι στρατιὰν ἐκ τῆς Ἰούδα φυλῆς ἐξαπέσττειλε, καὶ μετὰ τρεῖς ἡμέρας ἐπανελθεῖν. χρονίζοντος δὲ τοῦ Ἀμεσά, τῷ Ἰωὰβ ἐγκελεύεται τὴν ἐκεῖσε παροῦσαν λαβόντα δύναμιν ἐξορμῆσαι κατὰ τοῦ Σαβεέ, ‘‘ἵνα μὴ ὑπερτιθεμένων ἡμῶν” φησι ‘‘μᾶλλον ὁ ἐχθρὸς παρασκευασθῇ.” καὶ αὐτίκα ὁ Ἰωὰβ ἐχώρει πρὸς πόλεμον. ἀπιόντι δὲ μετὰ μεγάλης δυνάμεως συνηντήκει αὐτῷ Ἀμεσά· καὶ Ἰωάβ, προσιόντος αὐτῷ τοῦ Ἀμεσά, τὸ ξίφος ὃ περιέζωστο πεποίηκε τοῦ κουλεοῦ ἐκπεσεῖν, καὶ ἦρε τοῦτο ἀπὸ τῆς γῆς, καὶ ἀσπάσασθαι προσεγγίσσας τῷ Ἀμεσὰ ὦσε κατὰ τῆς γαστρὸς ἐκείνου τὴν μάχαιραν καὶ ἀπέκτεινε. προσλαβόμενος δὲ καὶ τὸν ἐκείνου λαὸν τὸν Σαβεὲ κατεδίωκεν· ὁ δὲ εἰς πόλιν κατέφυγεν ὀχυράν. καὶ ἐπολιόρκει τὴν πόλιν ὁ Ἰωάβ, καί τις ἀπὸ τοῦ τείχους γυνὴ συνετὴ ἐβόησε πρὸς αὐτόν ἵνα τί καταβαλεῖν ἐθέλεις μητρόπολιν Ἰσραήλ;” ὁ δέ “διὰ τὸν Σαβεέ” ἀπεκρίνατο. ἡ δὲ πρὸς τοὺς πολίτας ἐλθοῦσα πείθει τεμόντας τὴν κεφαλὴν Σαβεὲ ῥῖψαι εἰς τὸ καὶ τούτου γεγονότος ὁ Ἰωὰβ τὴν πολιορκίαν λύσας ἀπῆλθεν εἰς Ἱερουσαλήμ, καὶ ἀπεδείχθη πάλιν πάσης τῆς δυνάμεως ἀρχιστράτηγος. Ἐγένετο δὲ μετὰ ταῦτα λιμὸς καὶ ἐπὶ ἔτη τρία ἐπίεζε τόν λαόν.