καὶ ἦν ἐκεῖ μῆνας τρεῖς, καὶ ἀπήλαυσεν ὁ οἶκος τοῦ ἀνδρὸς ἐκείνου πολλόν ἀγαθῶν. καὶ ἀκούσας Δαβὶδ μετεκόμισεν ἐκεῖθεν τὴν κιβωτὸν εἰς τὴν πόλιν τὴν ἑαυτοῦ, ἑπτὰ χορῶν προαγόντων. καὶ αὐτὸς τὴν κινύραν ἔκρουε καὶ ἐχόρευε παίζων.ξ ἰδοῦσα δὲ αὐτὸν ὀρχούμενον καὶ σκιρτῶντα ἡ γυνὴ αὐτοῦ Μελχὸλ ἐμέμψατο αὐτῷ ὡς ἀσχημονοῦντι· ὁ δὲ οὐκ αἰδεῖσθαι εἶπεν, ἐπεὶ μὴ ἀσχημοσύνη ταῦτα, γινόμενα εἰς θεόν. εἰσήνεγκαν δὲ τὴν κιβωτὸν καὶ κατέθεντο εἰς τὴν σκηνὴν ἣν ἔπηξεν αὐτῇ ὁ Δαβίδ. εἶτα οἶκον δομήσασθαι τῇ κιβωτῷ ἠβουλήθη. καὶ ὁ θεὸς τῷ προφήτῃ Νάθαν ἐντέλλεται εἰπεῖν τῷ Δαβὶδ ὅτι. “οὐ σὺ οἰκοδομήσεις μοι οἶκον, ἀλλ’ ὁ υἷός σου, ὃς σοῦ θανόντος τὴν βασιλείαν σου διαδέξεται.” ταῦτα τοῦ προφήτου τῷ Δαβὶδ ἀπαγγείλαντος ἐκεῖνος εἶς εὐχαριστίαν ἐτράπετο. καὶ μετὰ ταῦτα ἐπάταξε τοὺς ἀλλοφύλους καὶ κατετροπώσατο αὐτοὺς καὶ τοὺς συμμάχους αὐτῶν, καὶ τὴν Συρίαν ὑπόφορον ἐποιήσατο, φρουρὰν ἐν Δαμασκῷ καταστήσας. καὶ ἐν τῷ ἐπαναζευγνύειν ἐπάταξε τὴν Ἰδουμαίαν, καὶ ἐγένοντο πάντες Ἰδουμαῖοι δοῦλοι τῷ Δαβίδ. μνησθεὶς δὲ ὁ Δαβὶδ τῶν πρὸς Ἰωνάθαν τὸν τοῦ Σαοὺλ συνθηκῶν, ἐζήτησεν εἴ τις ἐκ τοῦ γένους τοῦ Σαοὺλ ὑπολέλειπται· καὶ μαθὼν περιεῖναι τοῦ Ἰωνάθαν υἱὸν βεβλαμμένον τοὺς πόδας, Μεμφιβοσθὲ κεκλημένον, μετεκαλέσατο αὐτὸν καὶ ἐχαρίσατο τὴν τοῦ πάππου πάσαν ὕπαρξιν τῷ ἀνδρί, καὶ ὁμοδίαιτον ἑαυτῷ διόλου εἶναι ἐκέλευσε, καὶ τοὺς πατρῴους οἰκέτας αὐτῷ προσαπένειμεν ὧν ἑνὶ Σιβὰ καλουμένῳ ἐπιτροπεύειν τῶν δεδωρημένων τῷ αὐτοῦ κυρίῳ ἐπέτρεψε καὶ προσάγειν ἐκείνῳ τὴν ἐκεῖθεν ὠφέλειαν. ὁ δὲ Μεμφιβοσθὲ ἐν Ἰεροσολύμοις ᾤκει καὶ συνειστιᾶτο τῷ βασιλεῖ.Κατὰ δὲ τὸν τότε χρόνον τέθνηκεν ὁ τῶν Ἀμμανιτῶν βασιλεύς, φίλος ὢν τῷ Δαβίδ, ἐπὶ υἱῶ Ἀννών, ὃς τὴν πατρικὴν ἀρχὴν διεδέξατο. ἔπεμψεν οὖν πρὸς Ἀννὼν ὁ Δαβὶδ τοὺς παρηγορήσοντας τὴν ἐπὶ τῷ πατρὶ λύπην αὐτοῦ καὶ τηρεῖν τὴν φιλίαν ἀπαγγελοῦντας καὶ ἐπ’ αὐτῷ τὸν Δαβίδ. ὁ δὲ κατασκόπους εἶναι τοὺς πεμφθέντας ὑπειληφώς, ξυρήσας αὐτῶν παρὰ μέρος τοὺς πώγωνας καὶ περιτεμὼν τὰ ἡμίση τῶν ἐπωμίδων αὐτῶν, ἐξαπέστειλε τοὺς ἄνδρας. οὖς οὕτω διακειμένους ἰδὼν ὁ Δαβὶδ τὸ τῆς στρατιᾶς ἀκμαιότατον τῷ ἀρχιστρατήγῳ δοὺς Ἰωὰβ κατὰ τῶν Ἀμμανιτῶν ἐξαπέστειλε. καὶ συμβαλὼν ἐκείνοις ὁ Ιωὰβ αὐτούς τε καὶ τοὺς συμμάχους Σύρους ἡττᾷ· καὶ τρέπονται εἰς φυγήν. οἱ δὲ καὶ πάλιν συμμάχους προσειληφότες πρὸς πόλεμον ᾔεσαν. καὶ ὁ Δαβὶδ σὺν πάσῃ τῇ στρατιᾷ συμβαλὼν αὐτοῖς πολλοὺς μὲν ἀνεῖλεν, ὁ δ’ ἐξάρχων τῆς τῶν ἐναντίων δυνάμεως Σωβὰκ τρωθεὶς καιρίως ἐν τῷ πολέμῳ τέθνηκεν ἐκ τοῦ τραύματος. οἱ σύμμαχοι δὲ τῶν Ἀμμανιτῶν, Σύροι ὄντες ἐκ Μεσοποταμίας, ἑαυτοὺς παρέδωκαν τῷ Δαβίδ. αὖθις δὲ τὸν Ἱωὰβ ἐκπέπομφε κατὰ τῶν Ἀμμανιτῶν· ὃς συγκλείσας αὐτοὺς εἰς τὴν τῆς χώρας αὐτῶν μητρόπολιν ἐπολιόρκει. Δαβὶδ δὲ ἐν Ἱεροσολύμοις διάγων καὶ ἐκ τῶν βασιλείων ἰδὼν γυναῖκα κατ’ οἶκον λουομένην, Βηρσαβεὲ καλουμένην, ἠράσθη αὐτῆς. καὶ μεταστειλάμενος τὴν γυναῖκα ἐμίγη αὐτῇ. συλλαβοῦσα δὲ τῷ βασιλεῖ τὸ πρᾶγμα ἐδήλωσεν. ὁ δὲ τὸν ἄνδρα αὐτῆς ἐκ τῆς πολιορκίας ἐκάλεσεν, Οὐρίαν ὠνομασμένον, καὶ ἐρωτήσας περὶ τῆς στρατιᾶς, καὶ ἐκ τοῦ δείπνου αὐτῷ παρασχών, εἰς τὸν οἶκον αὐτοῦ ἐκέλευσεν ἀπελθεῖν. ὁ δὲ οὐκ ἀπῆλθε, μὴ δίκαιον εἶναι φήσας τὸν στρατηγὸν καὶ τοὺς συστρατιώτας ταλαιπωρεῖσθαι ἐν τῇ παρεμβολῇ, αὐτὸν δὲ μετὰ τῆς γυναικὸς συνευνάζεσθαι. πάλιν δὲ τοῦ βασιλέως προτρεπομένου αὐτὸν οἴκαδε ἀπελθεῖν, καὶ δεξιωσαμένου αὐτὸν προπόσεσιν, ὡς καὶ εἰς μέθην σχεδὸν προαχθῆναι, ἐκεῖνος πρὸ τῶν θυρῶν τῶν βασιλείων κατέδαρθεν.ἀπέστειλεν οὖν πάλιν εἰς τὸ στρατόπεδον τὸν Οὐρίαν ὁ βασιλεύς, γραφὴν αὐτῷ ἐγχειρίσας πρὸς Ἰωὰβ ἐντελλομένην στῆσαι τὸν Οὐρίαν ἔνθα τῶν πολεμίων τὸ δυσμαχώτατον, καὶ ἀποστραφῆναι τοὺς σὺν αὐτῷ, μόνον λιπόντας ἐκεῖ, ἵν᾿ οὕτως ἀναιρεθῇ. καὶ γέγονε κατὰ τὸ τοῦ βασιλέως ἐπίταγμα, καὶ ὁ Οὐρίας ἀπέθανεν. ἡ δὲ γυνὴ αὐτοῦ ἐπένθησεν ἐπὶ τῷ ἀνδρί, παυσαμένην δὲ τοῦ πένθους ὁ Δαβὶδ αὐτὴν ἔλαβεν εἰς γυναῖκα· καὶ ἔτεκεν αὐτῷ υἱόν. ὁ δὲ θεὸς ὠργίσθη, καὶ τὸν Νάθαν ἔστειλε πρὸς Δαβίδ. ὁ δὲ πρὸς τὸν βασιλέα ἐλθὼν ἔφη “δύο ἦσαν ἄνδρες, ὁ μὲν ἔχων ποίμνια καὶ βουκόλια, ὁ δὲ μίαν ἀμνάδα ἐκέκτητο. ξενισθέντος δέ τινος τῷ πλουσίῳ, οὐκ ἐκ τῶν οἰκείων ἔθυσεν, ἀλλὰ τὴν μίαν λαβὼν ἀμνάδα τοῦ πένητος ἔσφαξε καὶ τὸν φίλον εἱστίασεν.” καὶ ὁ Δαβὶδ τὸν τοῦτο ποιήσαντα τὴν μὲν ἀμνάδα εἰς τετραπλοῦν ἀποδοῦναι, ἐκεῖνον δὲ θανεῖν κατεδίκασε. Νάθαν δέ “καθ᾿ ἑαυτοῦ τὴν ψῆφον” εἶπεν “ἤνεγκας, βασιλεῦ· σὺ γὰρ εἶ ὁ εἰργασμένος τουτὶ τὸ ἀνόμημα.” καὶ τὴν μοιχείαν αὐτῷ καὶ τὸν φόνον κατέλεγε, καὶ τὴν διὰ ταῦτα ὀργὴν τοῦ θεοῦ, καὶ ὅσα πείσεται προκατήγγειλε, θανεῖσθαι δὲ καὶ τὸν υἱὸν τὸν ἐκ τῆς μοιχείας αὐτῷ γεννηθέντα. ὁ δὲ Δαβίδ “ἡμάρτηκα τῷ κυρίῳ” περιπαθῶς ἀνεβόησε, καὶ ὁ Νάθαν παραβιβασθῆναι αὐτό παρὰ τοῦ θεοῦ τὸ ἁμάρτημα ᾀπεκρίνατο. D ἐνόσει μετέπειτα ὁ ἐκ τῆς Βηρσαβεὲ γεννηθείς. καὶ ἤλγει σφόδρα Δαβίδ, ἐφ’ ἡμέραν τε ἑρδόμην ἀπόσιτος ἦν καὶ μελανειμονήσας, καὶ ἐπὶ σάκκου πεσὼν ἐδέετο τοῦ θεοῦ ὑπὲρ τῆς ζωῆς τοῦ παιδός. τῇ δ’ ἑβδόμῃ τέθνηκε μὲν ὁ παῖς, αὐτὸς δὲ τοῦτο μαθὼν ἐξανίσταται καὶ λουσάμενος καὶ μεταμφιασάμενος τῷ θεῷ τε ηὐχαρίστησε καὶ τράπεζαν αὐτῷ ἑτοιμασθῆναι ἐκέλευσεν.