ἀπαγαγὼν δὲ αὐτοὺς εἰς Σαμάρειαν περιστῆσαι αὐτοῖς τὴν αὐτοῦ δύναμιν τῷ βασιλεῖ ἐνετείλατο. καὶ τὸν θεὸν ᾔτει περιαιρεθῆναι τὴν ἀχλὺν ἐκ τῶν ὀμμάτων αὐτῶν. περιαιρεθείσης δὲ εἶδον ἑαυτοὺς οἱ Σύροι μέσον περιειλημμένους τῶν πολεμίων. Ἐλισσαῖος δὲ οὐδένα ἐπιθέσθαι αὐτοῖς παρεχώρησε, ξενίσαι δὲ μᾶλλον καὶ ἀπολῦσαι ἀπαθεῖς συνεβούλευσε. φιλοτίμως οὖν ὁ Ἰωρὰμ ἑστιάσας αὐτοὺς κατὰ τὸν τοῦ προφήτου λόγον ἀφῆκεν. οἱ δὲ ἀπῆλθον καὶ τὰ γεγονότα τῷ ἑαυτῶν βασιλεῖ διηγήσαντο· καὶ ἐξεπλάγη.Μετὰ ταῦτα δὲ πανστρατιᾷ παρελθὼν εἰς Σαμάρειαν ὁ βασιλεὺς Συρίας ἐπολιόρκει αὐτήν. καὶ ἐγένετο λιμὸς σφοδρότατος ἐν αὐτῇ, ὥστε κεφαλὴν ὄνου πεντήκοντα νομισμάτων ἀργύρου πραθῆναι, καὶ ξέστην κόπρου περιστερῶν πέντε νομισμάτων ὁμοίων. τοῦ δὲ βασιλέως Ἰωρὰμ περιιόντος τὸ τεῖχος ἐβόησε γύναιον ‘‘σῶσον, ὦ βασιλεῦ.” ὁ δὲ νομίσας τροφὴν αἰτεῖν τὴν γυναῖκα ‘‘πόθεν σε σώσω” βλασφημήσας αὐτὴν ἔφη “μήτε ἅλωνός μοι μήτε ληνοῦ ὑπαρχούσης;” τῆς δὲ κρίσιν αἰτεῖν εἰπούσης, λέγειν ἐπέτρεψε. καὶ ἡ γυνή “συνθήκας” εἶπεν “ἐθέμην μεθ’ ἑτέρας γυναικὸς γειτνιώσης μοι θῦσαι τὰ τέκνα ἡμῶν καὶ ἀνὰ μίαν ἡμέραν ἀλλήλας θρέψαι. κἀγὼ μὲν τὸ ἐμὸν ἔθυσα, ἡ δὲ παραβαίνει τὰ ὡμολογημένα.” τούτων ἀκούσας ὁ βασιλεὺς ὑπερήλγησε καὶ τὴν ἐσθῆτα διέρρηξε, καὶ κατὰ τοῦ προφήτου ἐξώργιστο , ὅτι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι τὴν κάκωσιν, καὶ τὸν ἀποκτενοῦντα αὐτὸν ἔπεμψεν. Ἐλισσαῖος δὲ τοῖς φοιτηταῖς ὁμιλῶν προεῖπεν αὐτοῖς ὅτι ὁ τοῦ φονέως υἱὸς κτανεῖν με ἀπέστειλεν, ἀλλ’ ὑμεῖς τὴν θύραν κλείσαντες κωλύσατε τὴν εἴσοδον τῷ σφαγεῖ· ἕψεται γὰρ μεταμεμελημένος ὁ βασιλεύς. καὶ οἱ μὲν κατὰ τὸν τοῦ προφήτου λόγον ἐποίησαν, Ἰωρὰμ δὲ μεταβουλευσάμενος σπεύδων πρὸς τὸν προφήτην ἀφίκετο καὶ ᾐτιᾶτο αὐτὸν ὅτι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι σφίσι τὰ λυπηρά. ὁ δέ “αὔριον” ἔφη “δύο σάτα κριθῆς πραθήσεται σίκλου, καὶ σεμιδάλεως σάτον σίκλου. καί τις τῶν ἑπομένων τῷ βασιλεῖ ἄπιστα ἔφη λέγεις, προφῆτα.” ὁ δέ “ὄψει μέν’ ἔφη “τὰ ἐπηγγελμένα, οὐκ ἀπολαύσεις δὲ αὐτῶν διὰ τὴν ἀπιστέαν. κατὰ δὲ τὴν νύκτα ἐκείνην κτύπον ἁρμάτων, ἕππων τε καὶ ὅπλων, καὶ πλήθους ἀλαλαγμὸν ἐνεποίησεν ὁ θεὸς τῶν Σύρων ταῖς ἀκοαῖς. οἱ δὲ συμμαχικὸν προσλαβέσθαι πολὺ τὸν Ἰωρὰμ οἰηθέντες καὶ ἐπέρχεσθαι σφίσι, λιπόντες τὸ στρατόπεδον περιδεῶς ἀπεδίδρασκον. λεπροὶ δὲ τέσσαρες ἄνδρες ἔξω τῆς πόλεως ἦσαν, τοῦ νόμου τοὺς λεπροὺς κελεύοντος ἐξωθεῖσθαι τῶν πόλεων.οἱ γοῦν λεπροὶ ἐκεῖνοι ἤδη φθειρόμενοι τῷ λιμῷ προσελθεῖν τῇ τῶν Σύρων παρεμβολῇ ἐβουλεύσαντο, λέγοντες ὡς “ἢ φείσονται ἡμῶν καὶ τραφέντες ζησόμεθα, ἢ ἀναιρεθέντες τόν κακῶν ἀπαλλαγησόμεθα.” ἧκον οὖν ὄρθρου πρὸς τὸ τῶν Σύρων στρατόπεδον, καὶ οὐδεὶς αὐτοῖς ἑωρᾶτο· παρῆλθον εἰς μίαν σκηνήν, καὶ κενὴν ἀνθρώπων κατέλαβον· ἐξ ἐκείνης εἰς ἑτέραν μετέβησαν, ἔρημον οὖσαν εὑρήκασι· καὶ εἰς πλείους δὲ μεταβάντες ὡς οὐδενὶ ἐνετύγχανον, πρῶτον μὲν ἔφαγόν τε καὶ ἔπιον, εἶτα χρυσίον τε καὶ ἀργύριον καὶ ἱμάτια λαβόντες ἐκεῖθεν ἔκρυψαν, καὶ οὕτως εἰς τὴν πόλιν ἐλθόντες τὸ γεγονὸς ἀνεκήρυττον. ὁ δὲ βασιλεὺς ἀκούσας ἐνέδραν εἶπεν εἶναι τοῦτο τῶν πολεμίων, καὶ μὴ προιέναι διεκελεύετο, τοὺς δὲ κατασκοπήσοντας ἔπεμψεν. οἳ ἀπελθόντες ἐνέτυχον μὲν οὐδενὶ παρὰ τὴν ὁδόν, πλήρη δὲ αὐτὴν ἱματίων καὶ σκευῶν εὕρισκον. ταῦτα μαθὼν ὁ βασιλεὺς διαρπάσαι τὴν παρεμβολὴν τῷ πλήθει ἐπέτρεψεν. ὅθεν τοσαύτη ἀφθονία ἐγένετο τῶν ἀναγκαίων ὡς δύο σάτα κριθῆς σίκλου πωλεῖσθαι, σάτον δὲ τὸ δὲ σάτον ἐστὶν Ἰταλικὸν ἡμιμέδιμνον. μόνος δὲ τῆς ἀφθονίας ἐκείνης οὐκ ἀπώνατο ὁ τοῦ βασιλεώς τριστάτης, κατὰ τὸν τοῦ προφήτου λόγον, ὃς τῇ αὐτοῦ προρρήσει ἠπίστησε· συρρεύσαντος γὰρ τοῦ πλήθους ἐπὶ τὴν πύλην τῆς πόλεως συνεπατήθη καὶ τέθνηκεν. Ο δὲ βασιλεὺς Δαμάσκου μετὰ ταῦτα ἐνόσησε. καὶ ὁ Ἐλισσαῖος ἀπῆλθε τότε πρὸς Δαμασκόν· καὶ ἤκουσεν ὁ νοσῶν περὶ τοῦ προφήτου, καὶ ἀπέστειλεν Ἀζαὴλ τὸν ἐντιμότερον τῶν θεραπόντων αὐτοῦ πρὸς αὐτόν, ἐρωτῶντα εἰ ζήσεται. ἔπεμψε δὲ αὐτῷ καὶ δῶρα πολλά. ἐρωτηθεὶς δὲ ὁ προφήτης τεθνήξεσθαι μὲν τὸν νοσοῦντα βασιλέα προεῖπε, τῷ Ἀζαὴλ ἐνετέλλετο μηδὲν ἐκείνῳ εἰπεῖν· αὐτὸς δὲ ἔκλαιε. καὶ ἐρωτηθεὶς παρὰ τοῦ Ἀζαὴλ τοῦ κλαυθμοῦ τὴν αἰτίαν, θρηνεῖν ἔφη προορῶν ὅσα ἐκ σοῦ συμβήσεται τοῖς Ἰσραηλίταις δεινά· σὺ γὰρ βασιλεὺς ἔσῃ Συρίας.ὑποστρέψας δὲ Ἀζαὴλ πρὸς τὸν κύριον αὐτοῦ ἀπήγγειλε φάναι τὸν προφήτην ὡς ζήσεται. τῇ δ’ ἐπιούσῃ δίκτυον αὐτῷ ἐπιβαλὼν διάβροχον, τὸν μὲν ἀπέπνιξεν, αὐτὸς δὲ τῆς βασιλείας ἐπείληπτο.Ὁ δὲ τοῦ Ἰοῦδα βασιλεὺς Ἰωράμ, ἡ γὰρ αὐτὴ κλῆσις ἀμφοῖν τοῖν βασιλέοιν προσῆν, εἰς ἀσέβειαν ἐξεκυλίσθη παρὰ τῆς γυναικὸς αὐτοῦ Γοθολίας, θυγατρὸς οὔσης τοῦ Ἀχαάβ, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἀνεῖλε καὶ τοὺς πατρῴους θεράποντας, καὶ τὸν λαὸν συνασεβεῖν αὐτῷ κατηνάγκαζεν. οὕτω δὲ βιοῦντι ὁ προφήτης ἐπέστειλε, μηνύων αὐτῷ τὸν ἐσόμενον ὄλεθρον καὶ τὴν τῶν γυναικῶν αὐτοῦ καὶ τῶν τέκνων φθορὰν διὰ τὴν ἀσέβειαν καὶ τὴν τοῦ λαοῦ κάκωσιν· ἃ καὶ εἰς ἔργον ἐξέβησαν, Ἀράβων ἐπιστρατευσάντων τῇ Ἰουδαίᾳ, ἑνὸς τῶν υἱῶν αὐτοῦ περισωθέντος τοὐ Ὀχοζίου. Ἰωρὰμ δὲ μετὰ ταῦτα νοσήσας, ὡς ὁ προφήτης προείρηκε, βιαίως ἐξέψυξε, ζήσας μὲν ἐνιαυτοὺς τεσσαράκοντα, βασιλεύσας δὲ ὀκτώ. ἡ δ᾿ ἀρχὴ τῷ υἱῷ αὐτοῦ Ὀχοζίᾳ περιελήλυθεν. Ἰωρὰμ δὲ τῷ ἑτέρῳ, τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ, κατὰ τῶν Σύρων στρατεύσαντι συνέβη τοξευθῆναι ἐν τῷ πολέμῳ. καὶ ὁ μὲν ἀνεχώρησε θεραπευθησόμενος τὴν πληγήν, ἡγεμόνα τῆς στρατιᾶς καταλείψας Ἰηοῦν τὸν τοῦ Ἀμασῆ· Ἐλισσαῖος δ’ ἕνα τῶν μαθητῶν ἔπεμψε χρίσοντα εἰς βασιλέα τὸν Ἰηοῦν, ὡς τοῦ C θεοῦ αὐτὸν ᾑρημένου. ὁ δ’ ἐλθὼν ἰδίᾳ τῶν ἄλλων ἀπολαβὼν τὸν Ἰηοῦν, ὡς δή τι λέξων αὐτῷ μυστικώτερον , εἰς τὸ ταμιεῖον εἰσδὺς τὸ ἔλαιον κατέχεε τῆς αὐτοῦ κεφαλῆς, φήσας αἱρεῖσθαι τὸν θεὸν εἰς βασιλέα αὐτόν, ἵν’ ἀφανίσῃ τὸ γένος τοῦ Ἀχαάβ. καὶ ὁ μὲν ἄμα τε εἶπε καὶ ἐκ τοῦ ταμιείου σπουδαίως ἐξέδραμε, πυνθανομένων δὲ τῶν σὺν αὐτῷ τί ἂν βούλοιτο ὁ καλέσας αὐτόν, καὶ μεμηνότι παρεικαζόντων ἐκεῖνον, “ὀρθῶς ἐκρίνατε” ἔφη, “ἐπεὶ καὶ λόγους μοι μεστοὺς μανίας ἀπήγγειλεν· εἴρηκε γὰρ βασιλέα με χειροτονεῖν τὸν θεόν.’ καὶ ὁ λαὸς ἀκούσας ταῦτα σαλπίζων ἀνηγόρευε βασιλέα τὸν Ἰηοῦν. ὁ δὲ αὐτίκα τοὺς λογάδας τῶν ἰππέων παραλαβὼν ἐξώρμησεν, ἵν ἀθρόον ἐπέλθῃ τοῖς περὶ τὸν Ἰωράμ. τοῦ δὲ σκοποῦ τῷ Ἰωρὰμ ἱππεῖς ἥκειν φήσαντος, ἔστειλέ τινα ἐκεῖνος ἐρωτῶντα τί ἂν βούλοιντο.