οἶ δὲ περὶ ἐκεῖνον σάκκους ἐνδύντες καὶ σχοίνους ταῖς κεφαλαῖς περιδήσαντες προσῆλθον τῷ Ἀχαάβ, καὶ σώζειν τὸν ἑαυτῶν ἱκέτευον κύριον· ὁ δὲ κατένευσε. κἀκεῖνοι προσήγαγον τὸν ἀρχηγὸν ἑαυτῶν ἐφ’ ἅρματος ὀχουμένῳ τῷ Ἀχαάβ. ὁ δὲ ἐπὶ τὸ ἄρμα λαμβάνει αὐτὸν καὶ ἀσπάζεται καὶ θαρρεῖν ἐγκελεύεται. εἶτα ἐπὶ συνθήκαις ἀφῆκεν αὐτὸν ἀπελθεῖν, πολλὰ δωρησάμενος. ὁ προφήτης δὲ Μιχαίας τινὰ τῶν ὁμοφύλων ἠξίου πατάξαι αὐτὸν κατὰ κεφαλῆς. τοῦ δὲ μὴ πειθομένου, ὑπὸ λέοντος αὐτὸν παταχθῆναι προέφη· καὶ γέγονεν εἰς ἔργον ἡ πρόρρησις. εἶθ’ ἑτέρῳ τὴν αὐτὴν προσῆγεν ἀξίωσιν· πλήξαντος δ’ ἐκείνου, καταδησάμενος τὴν κεφαλὴν προσῆλθε τῷ Ἀχαάβ, λέγων ἐπὶ φυλακῇ παραλαβεῖν παρὰ τοῦ ταξιάρχου αἰχμάλωτον, φυγόντος δ’ ἐκείνου τὸν ταξιάρχην αὐτὸν ἀνελεῖν. ὡς δὲ δίκαιον εἶναι τοῦτο εἶπεν ὁ Αχαάβ, λύσας ἐκεῖνος τὴν κεφαλὴν ἐπεγνώσθη ὡς ὁ προφήτης Μιχαίας ἦν. καὶ ἔφη τῷ Ἀχαάβ “ἐπεὶ τὸν βασιλέα Συρίας ἄνδρα ὀλέθριον ἀτιμώρητον ἀφῆκας, αὐτὸς ἀντ’ ἐκείνου ἀποθανῇ, καὶ ὁ σὸς λαὸς ἀντὶ τοῦ λαοῦ ἐκείνου. ἐλυπήθη τούτων ἀκούσας ὁ Ἀχαάβ. ἐπὶ δὲ τριετίαν εἰρήνην ἀγαγών, εἶτα βουληθεὶς τὴν πόλιν Ῥεμμὰθ ὡς αὐτῷ διαφέρουσαν ἀφελέσθαι τῶν Σύρων, ἠξίου καὶ τὸν βασιλέα τῆς Ἱερουσαλὴμ τὸν Ἰωσαφὰτ συνεκστρατεῦσαι αὐτῷ. κἀκεῖνος κατένευσε, καὶ συνεβούλευεν ἐρωτῆσαι τὸν θεὸν διὰ προφήτου εἰ εὐδοκεῖ. Ἀχαᾶβ δὲ τοὺς ἑαυτοῦ συγκαλεσάμενος εἰ πορεύσεται πρὸς πόλεμον ἤρετο. τῶν δὲ νίκην ἐπαγγελλομένων ὁ βασιλεὺς Ἰωσαφὰτ προφήτην ἐζήτησε τοῦ κυρίου. Ἀχαὰβ δὲ εἶναι μὲν ἔφη, προσωχθικέναι δ᾿ ἐκείνῳ κακὰ προαγορεύοντι. καὶ ὁ Ιωσαφὰτ κληθῆναι αὐτὸν ἠξίου. κληθέντα δὲ τὸν Μιχαίαν ἠρώτα ὁ’ Ἀχαὰβ εἰ μαχήσεται ἢ μή. ὁ δέ “ἑώρακα τὸν Ἰσραήλ” ἔφη “διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ἀποίμαντον.ὁ δὲ κύριος εἶπέ μοι τοὺς μὲν σωθήσεσθαι καὶ ἀναστρέψαι, σὲ δὲ μόνον πεσεῖσθαι ἐν Ῥεμμάθ.” ταῦτα τοῦ Μιχαίου εἰπόντος ὁ Ἀχαὰβ πρὸς Ἰωσαφὰτ ἔφη ‘οὐκ εἶπόν σοι ὡς κακά μοι ἀεὶ προφητεύει;” Σεδεκίας δέ τις τῶν ψευδοπροφητῶν ἐρράπισε τὴν σιαγόνα Μιχαίου. ὁ δὲ ἔφη αὐτῷ “μετ᾿ ὀλίγον ταμεῖον ἐκ ταμείου ἀμείψεις κρυπτόμενος.” ὁ δὲ βασιλεὺς Ἀχαὰβ καθειρχθῆναι αὐτὸν καὶ μέχρις ἂν αὐτὸς ὑποστρέψῃ προσέταξε. καὶ ὁ Μιχαίας ‘‘ἐὰν ὑποστρέψῃς ἐν εἰρήνῃ σύ” εἶπεν, “οὐκ ἐλάλησε κύριος ἐν ἐμοί.” ἤδη δὲ πορευθέντων τῶν βασιλέων καὶ ὁ τῶν Σύρων βασιλεὺς αὐτοῖς ἀντιπαρετάξατο, ἐντειλάμενος τοῖς στρατιώταις αὐτοῦ μηδενὶ πολεμεῖν τῶν ἄλλων ἀλλ’ ἢ μόνῳ τῷ Ἀχαάβ. ὁ δὲ τὴν βασιλικὴν ἀμείψας στολὴν ἐνεδύσατο ἰδιωτικήν. ἰδόντες δὲ οἶ τῶν Σύρων στρατάρχαι τὸν Ἰωσαφὰτ κεκοσμημένον βασιλικῶς, ᾠήθησαν εἶναι τὸν Ἀχαὰβ καὶ ἐκύκλωσαν αὐτόν. ὡς δ’ ἔγνωσαν μὴ ὄντα τὸν βασιλέα τοῦ Ἰσραήλ, ἀνεχώρησαν. εἷς δέ τις τὸ τόξον ἐντείνας βάλλει τὸν Ἀχαάβ. γνοὺς δὲ καιρίως πληγῆναι, τῷ ἡνιόχῳ ἐκέλευσε τὸ ἄρμα τῆς μάχης ἐξαγαγεῖν καὶ περὶ δύσιν ἡλίου ἐξέλιπε. καὶ οἱ μὲν Σύροι γνόντες τεθνηκότα τὸν Ἀχαὰβ ἀπῆλθον πρὸς ἑαυτούς, ὁ δὲ τοῦ βασιλέως νεκρὸς κομισθεὶς εἰς Σαμάρειαν θάπτεται. τὸ δὲ ἄρμα καθῃμαγμένον τῷ φόνῳ τοῦ βασιλέως ἀπέρρυψαν ἐν τῇ κρήνῃ τῆς Σαμαρείας, καὶ οἴ τε κύνες τὸ αἷμα ἔλειξαν, αἵ τε πόρναι παρὰ τῇ κρήνῃ ἐλούοντο, ὡς Ἠλίας προείρηκεν. ἀπέθανε δὲ Ἀχαὰβ ὅπου ὁ Μιχαίας προηγόρευσε, τὸν ὄλεθρον μὴ φυγὼν καίτοι προρρηθέντα αὐτῷ, βασιλεύσας ἔτη δύο καὶ εἴκοσι. τὴν δὲ βασιλείαν ὁ παῖς αὐτοῦ Ὀχοζίας μετ’ ἐκεῖνον παρέλαβεν.Ἰωσαφὰτ δὲ τῷ βασιλεῖ Ἱερουσαλὴμ ἀπὸ τῆς πρὸς Αχαὰβ συμμαχίας ἐπανελθόντι Ἰηοὺ ὁ προφήτης ἐπενεκάλει ὅτι ἀνθρώπῳ συνεμάχησεν ἀσεβεῖ· ῥυσθῆναι δ’ αὐτὸν ἔλεγε παρὰ τοῦ θεοῦ, καίτοι τῷ ἔργῳ αὐτοῦ προσοχθίσαντος. ὁ δὲ βασιλεὺς ηὐχαρίστει. εἶτα τὴν ὑπ’ αὐτὸν περιερχόμενος χώραν τοὺς νόμους τηρεῖν ἐνετέλλετο, καὶ κριτὰς πανταχοῦ καταστήσας δικαίως κρίνειν προσέταττε. Μωαβιτῶν δὲ καὶ Ἀμμανιτῶν προσλαβομένων καὶ Ἄραβας ἐπελθόντων αὐτῷ, ἐπεκαλεῖτο τὸν θεὸν εἰς βοήθειαν. προφήτης δέ τις ὑπερμαχῆσαι αὐτοῦ τὸν θεὸν εἶπε, καὶ κελεύει ἐξαγαγεῖν μὲν τὴν στρατιάν, μὴ συμμίξαι μέντοι τοῖς πολεμίοις, ἑστῶτας δ’ ὁρᾶν τὴν θεόθεν ἐπικουρίαν. ἴωθεν δ’ ἐξελθὼν μετὰ τῆς στρατιᾶς ὁ βασιλεὺς τῇ μὲν ἵστασθαι ἐνετέλλετο, τοὺς ἱερεῖς δὲ προεστάναι τοῦ στρατεύματος μετὰ τῶν σαλπίγγων, καὶ τοὺς Λευίτας καὶ τοὺς ὑμνῳδοὺς ἅδειν εὐχαριστήριον τῷ θεῷ. οἱ δὲ πολέμιοι κατ’ ἀλλήλων κινηθέντες ἀλλήλους ἀπέκτεινον, ὡς μηδένα σωθῆναι. Ἰωσαφὰτ δὲ εἰς διαρπαγὴν ἀφῆκε τῇ στρατιά τὴν τῶν ἐναντίων παρεμβολήν. ἐντεῦθεν ὡς τὸ θεῖον ἔχοντα σύμμαχον δείσαντες αὐτὸν οἱ ἀλλόφυλοι ἠρέμουν. Οχοζίας δὲ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς τοῖς ἑαυτοῦ γονεῦσιν εἰς πονηρίαν ὡμοίωτο. περὶ δὲ τὸ δεύτερον ἔτος τῆς βασιλείας αὐτοῦ ἐπέσχον οἱ Μωαβῖται τοὺς φόρους, οὓς εἰσέφερον τῷ πατρὶ αὐτοῦ. νοσήσας δὲ πρὸς τὴν Ἀκκαρῶν θεόν, Μυῖαν ὠνομασμένην, ἔπεμψεν ἐρωτῶν ἑέ ἀναρρωσθήσεται. Ἠλίας δὲ τοῖς ἐσταλμένοις ὑπαντήσας ἀναστρέφειν ἐκέλευε καὶ λέγειν τῷ πέμψαντι πρὸς τὸν τῶν ἀλλοφύλων θεόν, ὡς τῷ Ἰσραὴλ μὴ ὄντος θεοῦ, ὅτι ἐκ τῆς κλίνης οὐκ ἀναστήσεται. καὶ οἱ ἄνδρες ἐπανελθόντες εἶπον ἃ ἤκουσαν. Ὀχοζίας δὲ τίς ὁ ταῦτα εἰρηκὼς εἴη ἠρώτα. τῶν δὲ μὴ εἰδέναι φησάντων, τὸ εἶδος τοῦ ἀνδρὸς ἐκείνου λέγειν ἀπῄτει αὐτούς. εἰπόντων δὲ δασὺν εἶναι καὶ ζώνην δερματίνην περιεζῶσθαι, συνῆκεν ὡς Ἠλίας ἦν.