ὡς δ᾿ οὐδὲν ἐκείνοις δεομένοις πολλὰ ἐπεραίνετο, ὁ προφήτης δώδεκα λίθους λαβὼν καθ’ ἑκάστην φυλὴν ᾠκοδόμησε θυσιαστήριον, ὤρυξε δεξαμενήν, ἐστοίβασε τὰς σχίδακας ἐπὶ τοῦ βωμοῦ, καὶ αὐταῖς τὰ ἱερεία ἐπενεγκὼν ὕδωρ ἐπιχεθῆναι τῷ θυσιαστηρίῳ ἐκέλευσεν, ὥστε καὶ τὴν δεξαμενὴν πληρωθῆναι. καὶ ἐπὶ τούτοις ἐπεκαλέσατο τὸν θεόν, γαῖ πῦρ οὐρανόθεν ἐπὶ τὸν βωμὸν κατενήνεκτο πάντων ὁρώντων, καὶ τὴν θυσίαν καὶ τὰ ξύλα καὶ τοὺς λίθους κατέφαγε, τὸ ὕδωρ τε καὶ τὸν χοῦν. ὁ λαὸς δ’ ἐκπλαγεὶς ἔπεσεν ἐπὶ τὴν γῆν, ἴνα θεὸν ἀληθῆ τε καὶ μέγαν ὁμολογοῦντες. καὶ συλλαβόντες τοὺς ψευδοπροφήτας ἀπέκτειναν τοῦ προφήτου κελεύσαντος. εἶπε δὲ τῷ βασιλεῖ ὡς ὕσει μετὰ μικρὸν ὁ θεός, καὶ γέγονε κατὰ τὴν πρόρρησιν αὐτοῦ ῥαγδαῖος ὄμβρος. ἀπειλησάσης δὲ τῆς Ἰεζάβελ ἀνελεῖν τὸν Ἠλίαν, φοβηθεὶς ἐκεῖνος ἔφυγεν, καὶ ἐν τῇ ἐρήμῳ γενόμενος ἀθυμῶν ἀποθανεῖν ἱκέτευε τὸν θεόν. κοιμηθεὶς δὲ διυπνίσθη παρά τινος ἀναστῆναι καὶ φαγεῖν αὐτῷ ἐπιτρέποντος. ὁρᾷ δὲ ὀλυρίτην ἄρτον ἐκεῖ καὶ ὕδωρ. καὶ φαγὼν ἐκοιμήθη πάλιν, καὶ αὖθις ὁ ἄγγελος φαγεῖν αὐτῷ ἐγκελεύεται, ὡς πολλῆς αὐτῷ προκειμένης ὁδοῦ. καὶ πάλιν δὲ φαγὼν καὶ ἐνισχύσας ἐκ τῆς τροφῆς ἐκείνης, ἐπορεύθη ἡμέρας τεσσαράκοντα. καὶ γενόμενος ἐν τῷ ὄρει Χωρὴβ εἰσῆλθεν εἰς σπήλαιον, καὶ φωνῆς ἤκουσε “τί παραγέγονας ἐνταῦθα; ὁ δὲ ἔφη “ὅτι ζηλώσας ἔκτεινα τοὺς προφήτας τῆς Ἰεζάβελ, ἡ δὲ ζητεῖ με κτανεῖν.” ὁ δὲ χρηματίζων εἶπεν αὖθις αὐτῷ ‘‘ἔξελθε αὔριον καὶ στῆθι ἐνώπιον κυρίου.” καὶ ἐποίησεν οὕτως, καὶ αἰσθάνεται πνεύματός τε καὶ συσσεισμοῦ, καὶ ὁρᾷ καιόμενον πῦρ. εἶτα λεπτῆς γενομένης αὔρας ἀκούει φωνῆς ἐκεῖθεν ἀναστρέψαι κελευούσης αὐτῷ καὶ χρῖσαι βασιλέα τῆς Συρίας τὸν Ἀζαήλ, καὶ τὸν Ἰηοὺ βασιλέα τῷ Ἰσραήλ, καὶ τὸν Ἐλισσαιὲ εἰς προφήτην ἀνθ’ ἑαυτοῦ, οἲ τοὺς ἀσεβεῖς ὀλοθρεύσουσιν.ὑποστρέψας δὲ Ἠλίας ὡς ἐκελεύσθη εὗρε τὸν Ἐλισσαῖον ἀροτριοῦντα, καὶ ἐπέρριψεν αὐτῷ τὴν μηλωτὴν αὐτοῦ. ὁ δὲ καταλιπὼν πάντα ἠκολούθησεν αὐτῷ προφητεύειν ἀξιωθείς .Ἀμπελῶνα δὲ πλησίον τῶν ἀγρῶν τοῦ βασιλέως Ἀχαὰβ κεκτημένος ὁ Ναβουθαὶ ἠξιοῦτο πωλήσαι αὐτὸν τῷ βασιλεῖ ἢ ἀνταλλάξαι· ὁ δὲ οὐκ ἐπείθετο. καὶ ὁ βασιλεὺς διὰ τοῦτο λελύπητο. μαθοῦσα δὲ Ἰεζάβελ τῆς λύπης τὸ αἴτιον γραφὴν ἐποιήσατο ὡς ἐξ Ἀχαὰβ πρὸς τοὺς προέχοντας τῆς χώρας, ἐν ᾗ κατῴκει ὁ Ναβουθαί, ἐγκελευομένην αὐτοῖς κατηγορῆσαι τοῦ ἀνδρὸς ὡς βλασφημήσαντος κατὰ τοῦ θεοῦ καὶ τοῦ βασιλέως, καί τινας παρασκευάσαι καταμαρτυρῆσαι αὐτοῦ, τοῦ, καὶ καταλιθάσαι αὐτόν. ταύτην τὴν γραφὴν τῇ σφραγῖδι τοῦ βασιλέως ἐπισημηναμένη ἔστειλε πρὸς τοὺς ἄνδρας. κἀκείνων ποιησάντων ὡς ἐνετάλθησαν, ὁ μὲν Ναβουθαὶ κατελεύσθη καὶ τέθνηκεν, ἡ δ’ Ἰεζάβελ κληρονομῆσαι τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ τῷ Ἀχαὰβ ἐνετέλλετο θανόντος ἐκείνου. ὁ δὲ ἐλυπήθη διὰ τὸν φόνον, τὸν ἀμπελῶνα δὲ ᾠκειώσατο. καὶ Ἠλίας κελεύσαντος τοῦ θεοῦ ἀπῄει πρὸς Ἀχαὰβ λέγων “ὅτι ἐφόνευσας τὸν Ναβουθαὶ διὰ τὸ σχεῖν τὸν ἀμπελῶνα αὐτοῦ, διὰ τοῦτο τάδε λέγει κύριος. ἔνθα οἱ κύνες τὸ ἐκείνου ἔλειξαν αἷμα, ἐκεῖ καὶ τὸ σὸν αἷμα καὶ τὸ τῆς γυναικός σου λείξουσι, καὶ αἶ πόρναι λούσονται ἐν τῷ αἵματί σου, καὶ ἅπαν τὸ γένος σου ἐξολοθρευθήσεται.” Ἀχαὰβ δ’ ἐπὶ τούτοις κατανυγεὶς ἔκλαυσε καὶ σάκκον περιεβάλετο καὶ ἐνήστευσεν ἐπὶ τοῖς πεπραγμένοις μεταμελόμενος. καὶ ὁ θεὸς διὰ τὴν μετάνοιαν αὐτοῦ μὴ ἐπάξειν αὐτῷ τὰ ἠπειλημένα ἐδήλωσε τῷ προφήτῃ, ἀλλ’ ἐν ταῖς ἡμέραις τοῦ παιδὸς αὐτοῦ ταύτα τελέσειν. Ο δὲ τοῦ Ἄδερ υἱὸς βασιλεὺς Συρίας ἐστράτευσεν ἐπὶ τὴν Σαμάρειαν μετὰ βαρείας δυνάμεως καὶ συμμάχων πολλῶν. καὶ πολιορκῶν αὐτὴν ἔπεμψε πρὸς Ἀχαὰβ λέγων ὅτι “ὁ πλοῦτός σου καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστι· λήψομαι γὰρ πολέμῳ αὐτά. ἂν δ’ ὅσα βούλωμαι παραχωρήσῃς μοι λήψεσθαι, λύσω τὴν πολιορκίαν καὶ ἀπελεύσομαι.” Αχαὰβ δέ κἀγώ ἔφη καὶ οἱ ἐμοὶ πάντες σοί ἐσμεν.καὶ συναθροίσας τοὺς πρεσβυτέρους τῆς γῆς, ὅσα πρὸς αὐτὸν διεπέμψατο ὁ πολέμιος ἀνεδίδαξε. τὸ δὲ πλῆθος μὴ πεισθῆναι αὐτῷ συνεβούλευσεν. ὁ δὲ τοῖς πρέσβεσι τῶν πολεμίων εἶπε μὴ δύνασθαι ποιῆσαι τὸ ἀπαιτούμενον. τοῦτο ἀγγελθὲν τῷ βασιλεῖ τῆς Συρίας εἰς ὀργὴν ἐκεῖνον ἐκίνησε, καὶ χάρακα βαλεῖν περὶ τὴν πόλιν καὶ χώματα ἐγείρειν ἐκέλευσε. προφήτου δέ τινος τῷ Ἀχαὰβ φήσαντος παραδιδόναι τόν θεὸν τοὺς πολεμίους αὐτῷ μετὰ τῶν παιδαρίων τῶν ἡγεμόνων ἐπιόντι αὐτοῖς, ἠρίθμησε τὰ παιδάρια, καὶ εὗρε διακόσια τριάκοντα δύο. τῶν δὲ πολεμίων εὐωχουμένων καὶ μεθυόντων κατὰ μεσημβρίαν ἐξῆλθεν ὁ Ἀχαὰβ παραλαβὼν τὰ παιδάρια. ὁ βασιλεὺς δὲ Συρίας ἰδὼν αὐτούς, δεδεμένους τοὺς προσιόντας παραστῆσαι αὐτῷ τισι τῶν οἰκείων προσέταξεν. οἶ δὲ παῖδες τοῖς ἐπιοῦσι προσμίξαντες πολλοὺς ἀνεῖλον. ἑπομένη δ’ ὄπισθεν τῶν παίδων ἡ πᾶσα δύναμις τοῦ Ἰσραὴλ ἐξαίφνης κατὰ τῶν Σύρων ὁρμήσασα εἰς φυγὴν αὐτοὺς ἔτρεψεν, ὡς καὶ τόν βασιλέα σφῶν μόλις φυγόντα σωθῆναι. καὶ ἀναστρέψας ἐκ τῆς διώξεως Ἀχαὰβ τὸ στρατόπεδον τῶν πολεμίων διήρπασε, καὶ ἐπανῆλθε πρὸς τὴν Σαμάρειαν . ὁ δὲ προφήτης αὖθις τοῦ Σύρου αὐτῷ προεῖπεν ἐπέλευσιν. ἤδη δὲ ἐπιστάντος τοῦ ἔαρος ἐπεστράτευσεν αὖθις ὁ Σύρος κατὰ τοῦ Ἰσραήλ, καὶ ἐν πεδίῳ ἐσκήνωσεν. εἶπον γὰρ αὐτῷ οἷ περὶ αὐτὸν ἐν ὄρεσι τὸν θεὸν τῶν Ἑβραίων τὴν δύναμιν ἔχειν, οὐ μέντοι καὶ ἐν κοιλάσι. τοῦ δὲ προφήτου νίκην ἐπαγγελλομένου Ἀχαάβ, ἴνα, φησί, καὶ ἐν κοιλάσι τὴν ἰσχὺν ἐπιδείξηται ὁ θεός, τὰς μὲν ἄλλας ἡμέρας ἡσύχαζον τὰ στρατόπεδα, τῇ δ’ ἑβδόμῃ μάχης συρραγείσης φεύγουσιν οἱ Σύροι· καὶ Ἀχαὰβ ἐδίωκε καὶ ἀνῄρει αὐτούς. πολλοὶ δὲ περισωθέντες εἰς Ἄφεκκα τὴν πόλιν ἐκεῖ διεφθάρησαν τοῦ τείχους ἐπιπεσόντος αὐτοῖς. ὁ δὲ τοῦ Ἄδερ υἱὸς μετά τινων ὀλίγων φυγὼν ἐκρύβη.