ἡ δὲ τῶν Ἰσραηλιτῶν στρατιὰ πολιορκοῦσα τὴν Γαβαθών, μαθοῦσα ὅτι Ζαμβρὴ κτείνας τὸν Ἠλὰ ἐβασίλευσε, τὸν οἰκεῖον στρατάρχην Ζαμβρἠν ἐν τῇ παρεμβολὴ ἀνηγόρευσε, καὶ τὴν πόλιν Θερσὰ μετ’ αὐτοῦ προκαταλαβοῦσα κρατεῖ ταύτης. Ζαμβρὴ δὲ ὁ πρότερος εἰς τὸ μυχαίτατον τῶν βασιλείων εἰσδὺς καὶ ἐμπρήσας αὐτό, συνδιέφθειρεν ἐκείνῳ καὶ ἑαυτόν, ἑπτά ἡμέρας τὴν ἀρχὴν κατασχών. εἶτα μερίζεται ὁ λαός, καὶ τὸ μὲν αὐτοῦ τὸν Ζαμβρὴν ᾑρεῖτο, τό δ᾿ ἕτερον τὸν Θαμνί. ἀλλ’ ὑπερισχύσαντες οἱ τοῦ Ζαμβρῆ, καὶ ἀνελόντες τὸν Θαμνί, ἀστασίαστον τὴν ἀρχὴν τῷ Ζαμβρῇ περιεποιήσαντο. ὁ ὃς πρότερον μὲν ἐν Θερσὰ διῆγεν βασιλεύων, ἔπειτα δ’ ἐν Μαρεώνῃ τῷ ὄρει, ἐν ᾧ πόλιν ἐδομήσατο ἣ Σαμάρεια κέκληται, αὐτοῦ Σαμαραιὸν τὸ ὅρος καλέσαντος εἰς ὄνομα Σεμηρών, ἀφ’ οὑ τοῦτο ἐπρίατο· χείρων τῶν πρὸ αὐτοῦ γεγονώς. καὶ κατέστρεψε τὴν ζωὴν ἐν Σαμαρείᾳ, δώδεκα βασιλεύσας ἐνιαυτούς. ἠ’ δὲ βασιλεία περιῆλθεν εἰς Ἀχαὰβ τὸν υἱὸν αὐτοῦ. Οἶ’ μὲν οὖν τῶν Ἰσραηλιτῶν βασιλεῖς ἄλλος ἐπ’ ἄλλῳ διὰ τὴν παρανομίαν αὐτῶν ἐν ὀλίγῳ χρόνῳ διεφθάρησαν, Ἀσὰ δὲ ὁ τῆς Ἱερουσαλὴμ βασιλεὺς θεοφιλὴς ἦν. οὗ τῷ δεκάτῳ τῆς βασιλείας ἔτει ὁ βασιλεὺς Αἰθιόπων στρατεύει κατ’ αὐτοῦ μετὰ βαρείας δυνάμεως. ὁ δὲ τὸν θεὸν σύμμαχον ἐπεκέκλητο· καὶ συμπλακεὶς τοῖς Αἰθίοψι πολλοὺς μὲν ἀνεῖλε, τοὺς δὲ λοιποὺς φυγόντας ἐδίωξε καὶ τὴν παρεμβολὴν ἐκείνων νῶν διήρπασε, καὶ πολλὰ αὐτὸς καὶ ὁ λαὸς ἐκομίσαντο λάφυρα. ἀναζευγνύντι δὲ τῷ βασιλεῖ καὶ τῇ στρατιᾷ ὁ προφήτης Ἀζαρίας ὑπαντήσας τῆς νίκης τὸν θεὸν εἶναι αὐτῷ δοτῆρα εἶπε καὶ τῷ λαῷ, δικαιοσύνης ἐπιμελουμένοις. καὶ μετιοῦσι μὲν ἀρετὴν εὐδαιμονίαν καὶ εἰσέπειτα ἐπηγγέλλετο, τῶν δὲ τοῦ θεοῦ ἐντολῶν κατολιγωρήσασι πολλὰ συμβήσεσθαι λυπηρά. Ἀσὰ τοίνυν ἐν εὐσεβείᾳ τὴν ζωὴν ἀνύσας καὶ εἰς γῆρας καταντήσας βαθὺ τέθνηκε, βασιλεύσας ἐνιαυτοὺς ἐφ’ ἐνὶ τεσσαράκοντα, Ἰωσαφὰτ οἰκείω υἱῷ τὴν ἡγεμονίαν καταλιπών.Αχαὰβ δὲ ἐν Σαμαρείᾳ ἐκέκτητο τὰ βασίλεια, τοὺς πρὸ αὐτοῦ παραδραμ(??)ν εἰς ἀσέβειαν, καὶ ὑπὸ τῆς γυναικὸς Ἰεζάβελ μᾶλλον εἰς κακίαν προβιβασθείς, ἣ τοῦ βασιλέως μὲν Τυροῦ καὶ Σιδῶνος θυγάτηρ ἠν, ἰταμὸν δὲ καὶ τολμηρὸν γύναιον. αὕτη ναὸν οἰκείῳ θεῷ Βὴλ ἐδομήσατο καὶ ἄλσος ἐφύτευσε καὶ ἱερεῖς αὐτῷ καὶ ψευδοπροφήτας κατέστησεν. Ἠλιοὺ δὲ ὁ προφήτης ἐκ πόλεως Θέσβης, ζηλώσας ἐπὶ ταῖς ἀσεβείαις τοῦ βασιλέως καὶ τοῦ λαοῦ, εἶπε πρὸς Ἀχαάβ “ζῇ κύριος, εἰ ἔσται ὑετός εἰ μὴ διὰ λόγου μου. καὶ ταῦτα εἰπὼν ἀπῆλθεν ἐν τῷ χειμάρρῳ Χορὰθ κατ’ ἐντολὴν τοῦ θεοῦ· ἔνθα παρὰ κοράκων ἐτρέφετο ἄρτους αὐτῷ κομιζόντων πρωὶ καὶ κρέας τὸ δειλινόν, τὴν δὲ πόσιν αὐτῷ ἐχορήγει ὁ χείμαρρος. οὗ ξηρανθέντος εἰς Σαρεφθὰ πόλιν οὖσαν μεταξὺ Σιδῶνος καὶ Τυροῦ τῷ θεῷ πειθόμενος ἄπεισι. καὶ πρὸ τῆς πόλεως γυναικί τινι ἐντυχών, ὕδωρ αὐτῷ κομίσαι ἱκέτευεν. ὡς δ’ ἐπορεύετο ἡ γυνή, καὶ ἄρτον αὐτῷ ἐνεγκεῖν ἠξίου. ἡ δὲ μιᾶς δρακὸς ἀλεύρου ἐξώμνυτο εὐπορεῖν καὶ βραχυτάτου ἐλαίου, καὶ συλλέξασα ξυλάρια ἀπιέναι ποιήσουσα μικρὰν τροφὴν ἑαυτῇ καὶ τοῖς παισίν, ἧς ἐκλιπούσης καὶ αὐτοὺς λιμῷ ἐκλιπεῖν. ὁ δὲ προφήτης θαρρεῖν αὐτῇ ἐγκελεύεται· μηδὲ γὰρ ἐκλείψειν ἄλευρον ἐκ τοῦ ἀγγείου τοῦ τοῦτο φέροντος, μηδ’ ἔλαιον ἐκ τῆς ληκύθου, ἕως γένηται ὑετός. ἡ δὲ πορευθεῖσα τόν τε προφήτην παρ’ αὐτῇ ξενισθέντα καὶ ἑαυτὴν καὶ τὰ τέκνα ἐκ τοῦ βραχίστου ἐκείνου ἀλεύρου ἔτρεφεν ἕως ὁ λιμος παρελήλυθε. νοσήσαντος δὲ τοῦ υἱοῦ τῆς γυναικὸς ταύτης καὶ θανόντος, ἐβλασφήμει κατὰ τοῦ προφήτου ἐκείνη. ὁ δὲ δοθῆναι αὐτῷ τὸ τεθνηκὸς παιδίον ᾔτησε. καὶ λαβὼν εἰς τὸ ὑπερῷον ἔνθα ᾤκει ἀνήνεγκε καὶ ἔθετο ἐπὶ τῆς κλίνης αὐτοῦ· καὶ τόν θεὸν ἱκετεύσας τρισσάκις ἐνεφύσησε τῷ νεκρῷ, καὶ ἀνέζησε. καὶ ἔδωκε τὸν παῖδα ζῶντα τῇ γειναμένῃ· ἡ δ᾿ ηὐχαρίστει. καὶ μετὰ ταῦτα ἐνετείλατο τῷ Ἠλιοὺ ὁ θεὸς πορευθῆναι καὶ προειπεῖν Ἀχαὰβ ὡς ἔσται ὑετός.ὁ δὲ λιμὸς ἐπὶ Σαμάρειαν καὶ τὴν χόραν ἄπασαν κεκραταίωτο. Ἀχαὰβ δὲ τὸν οἰκονόμον αὐτοῦ Ἀβδιοὺ ἄνδρα χρηστὸν παραλαβὼν ἀπῄει, εἰ εὕροι τοῖς ἵπποις χιλόν. καὶ ὁ μὲν ἄλλην ἀπῄει ὁδόν, ἑτέραν δὲ Ἀβδιού, ἐρευνῶντες ποῦ ἂν εὕροιεν χόρτον ἐν πηγαῖς ἢ χειμάρροις. συναντᾷ τοίνυν τῷ Ἀβδιοὺ ὁ Ἠλίας καὶ ᾔτει τῷ βασιλεῖ μηνύειν αὐτόν. ὁ δὲ καὶ μάλα ζητεῖσθαι παρὰ τοῦ Ἀχαὰβ αὐτὸν ἔλεγεν, ἴν ἀνέλῃ, εἰ εὕροι, καὶ κρύπτεσθαι συνεβούλευεν, ἔλεγέ τε καὶ αὐτὸς ἑκατὸν προφήτας κρύπτειν καὶ τρέφειν καὶ σώζειν οὕτω, τοὺς ἄλλους πάντας τῆς Ἰεζάβελ ἀνῃρηκυίας. ὁ δὲ ὤμοσε κατ’ ἐκείνην ὀφθήσεσθαι τὴν ἡμέραν τῷ Ἀχαάβ. ἀπῆλθεν οὖν Ἀβδίου καὶ ἀπήγγειλε περὶ τοῦ Ἠλία τῷ βασιλεῖ. καὶ ἰδὼν τὸν προφήτην ἐκεῖνος, εἰ αὐτός ἐστιν ἤρετο ὁ διαστρέφων τὸν Ἰσραήλ. Ἠλίας δέ “σὺ μᾶλλον“ εἶπε “καὶ ὁ οἶκος τοῦ πατρός σου διαστρέφετε τὸν λαόν, καταλιπόντες τὸν κύριον καὶ ψευδεῖς τιμῶντες θεούς. ἀλλ’ ἄθροισον εἰς τὸ Καρμήλιον τὸν λαὸν καὶ τοὺς σοὺς προφήτας καὶ τοὺς τῆς γυναικός.” πάντων δὲ συνελθόντων εἶπεν Ἠλίας ὡς “ἐγὼ μόνος ὑπολέλειμμαι τοῦ θεοῦ προφήτης, οἱ δὲ ψευδοπροφῆται σφόδρα πολλοί. δότε οὖν μοι μόνῳ βοῦν, καὶ αὐτοῖς ἅπασιν ἕτερον, καὶ θύσαντες τοὺς βόας ἐπιθῶμεν ξύλοις τὰ θύματα, πῦρ δέ γε μὴ ἐπενέγκωμεν· καὶ ἕκαστος ἐπικαλείσθω τὸν οἰκεῖον θεόν, καὶ ὑφ’ οὗ ἂν αὐτόματον πῦρ ἐκλάμψῃ καὶ κατακαύσῃ τὰ ξύλα τε καὶ τὰ θύματα, ἐκεῖνος λογιζέσθω θεὸς ἀληθής.” ἐπῄνεσε τὸ πλῆθος τοὺς λόγους, καὶ ἐποίησαν οὕτως οἱ ἱερεῖς τῆς αἰσχύνης, καὶ θύσαντες τὸν μόσχον καὶ ἐπιθέντες ξύλοις ἄνευ πυρός, ἐπεκαλοῦντο τὸν Βάαλ πρωίθεν εἰς μεσημβρίαν. μυκτηρίζων δὲ αὐτοὺς ὁ προφήτης μέγα βοᾶν αὐτοῖς συνεβούλευε, μήποτε καθεύδῃ αὐτοῖς ὁ θεὸς ἤ τις ἀσχολία αὐτῶ ἐστιν.