Ἄρτι δ’ ἐπανῆλθε Δαβὶδ ἐκ τῆς τῶν ἀλλοφύλων κοπῆς καί τις ἀνὴρ προσῆλθεν αὐτῷ ἀπαγγέλλων τὴν ἧτταν τῶν Ἰσραηλιτῶν καὶ τὸν θάνατον τοῦ Σαοὺλ καὶ τοῦ Ἰωνάθαν. ἀνακρινόμενος δὲ εἰ ἀληθῆ ἀπαγγέλλει, εἶπε καιρίαν πληγῆναι τὸν Σαούλ, καὶ μὴ οἷόν τε ὄντα δι’ ἀσθένειαν ἑαυτὸν ἀνελεῖν παρακαλέσαι αὐτόν, ἵνα μὴ ζῶν τοῖς πολεμίοις ἁλῷ, ἐπιρρῶσαι αὐτῷ τὴν πληγὴν ἐπιπεσόντι τῇ ἰδίᾳ ῥομφαίᾳ· καὶ ποιῆσαι κατὰ τὸ ἐπίταγμα, καὶ τὸν βασιλέα διαχειρίσασθαι. καὶ εἰς πίστιν τῶν λόγων προέτεινε τὸν ἐπὶ τῆς κεφαλῆς ἐκείνου βασίλειον στἐφανον καὶ τὸν ἐπὶ τοῖς βραχίοσι χρυσόν, καὶ ἐδίδου Δαβίδ. ἐθρήνησεν οὑν Δαβὶδ καὶ οἱ μετ’ αὐτοῦ τὸν Σαοὺλ καὶ τὸν Ἰωνάθαν, τὸν δὲ τὸν Σαοὺλ ἀνελόντα ἐκόλασεν, ὅτι τῷ χριστῷ κυρίου τὴν χεῖρα ἐπήνεγκε. καὶ μετὰ ταύτα τοῦ θεοῦ κελεύσαντος εἰς Χεβρὼν ἀνέβη, πόλιν Ἰούδα, μετὰ ἀμφοῖν τῶν γυναικῶν αὐτοῦ Ἀχινοὸμ καὶ Ἀβιγαίας, καὶ οἱ ἄνδρες οἶ μετ’ αὐτοῦ πανοικί· ἔνθα βασιλεὺς αἱρεῖται παρὰ τῆς Ἰούδα φυλῆς. εὐλόγησε δὲ Δαβὶδ τοὺς ἄνδρας Ἰαβεὶς ὡς θάψαντας τοὺς τοῦ Σαοὺλ καὶ τοῦ Ἰωνάθαν νεκρούς. Ὁ δὲ τοῦ Σαοὺλ ἀρχιστράτηγος Ἀβεννὴρ λαβὼν τὸν περίλοιπον υἱὸν τοῦ κυρίου αὐτοῦ τὸν Ἰεβοσθέ, βασιλέα ἐπὶ πάντα τὸν Ἰσραήλ, τοῦ Ἰούδα χωρίς, ἀνηγόρευσεν. ἦν δὲ τεσσαράκοντα ἐτῶν, ὅτε ἐβασίλευσεν ὁ Ἰεβοσθέ, καὶ δύο ἔτη τῆς βασιλείας ἐκράτησεν. ὁ δὲ Ἀβεννὴρ δι’ ὀργῆς ἐποιεῖτο τὴν Ἰούδα φυλὴν ὡς βασιλεύσασαν τὸν Δαβίδ, καὶ ὥρμησε κατ’ αὐτῆς. ἀπήντησε δ’ αὐτῷ μετὰ δυνάμεως Ἰωάβ, ὃς ἦν τοῦ Δαβὶδ ἀρχιστράτηγος. καὶ πρῶτον μὲν δώδεκα ἐξ ἑκάστης ἐμονομάχησαν στρατιᾶς· πάντων δὲ πεπτωκότων ἐκείνων, καὶ ἄμφω αἱ στρατιαὶ ἀλλήλαις προσέβαλον, καὶ ἡττήθησαν οἱ τοῦ Ἀβεννήρ. Ἀβεσὰ δὲ καὶ Ἀσαὴλ ἀδελφοὶ Ἰωάβ. ὁ δὲ Ἀσαὴλ ἐπὶ ποδῶν ὠκύτητι σεμνυνόμενος ἐδίωκεν ὄπισθεν Ἀβεννήρ. ὁ δὲ ἀναστρέφειν παρῄνει· ἐπεὶ δὲ μὴ ἔπειθε, πλήξας αὐτὸν ἐξόπισθεν καιρίως ἀπέκτεινε.τοῦ τεθνεῶτος δ᾿ οἱ σύγγονοι διὰ τὴν τοῦ ἀδελφοῦ σφαγὴν ὀργιζόμενοι μετέθεον τὸν Ἀβεννήρ. ἐκεῖνος δὲ στὰς ἐπὶ κορυφῆς ἑνὸς τῶν βουνῶν ἐβόησε πρὸς Ἰωὰβ λέγων “μὴ παρόξυνε πρὸς μάχην ἄνδρας ὁμοεθνεῖς· καὶ Ἀσαὴλ γὰρ ἡμάρτηκε μὴ πεισθείς μοι συμβουλεύοντι ἀναστρέφειν, κἀντεῦθεν τέτρωταί τε καὶ τέθνηκε.” παράκλησιν οὖν τοὺς λόγους τούτους ὁ Ἰωὰβ ἡγησάμενος ἀνακλητικὸν ἠχῆσαι κελεύει τὴν σάλπιγγα καὶ τὴν δίωξιν ἔστησεν. ἀρχὴν δ᾿ ἐξ ἐκείνου παρ᾿ Ἑβραίοις ἔλαβεν ὁ ἐμφύλιος πόλεμος, καὶ διέμεινεν ἐπὶ πλεῖστον, τῶν μὲν τοῦ Δαβὶδ κραταιουμένων, ἀσθενούντων δέ γε τῶν τοῦ Σαούλ. Ἐτέχθησαν δὲ τῷ Δαβὶδ ἐν Χεβρὼν ὄντι ἐκ γυναικῶν διαφόρων υἱοὶ ἕξ, ὧν ἦν πρωτότοκος ὁ Ἀμνών. τοῦ δὲ Ἀβεννὴρ παλλακῇ μιχθέντος Σαούλ, ἠγανάκτησεν Ἰεβοσθὲ κατ᾿ αὐτοῦ διὰ τὴν παλλακὴν τοῦ πατρὸς αὐτοῦ. τοῦτο γέγονεν αἴτιον τοῦ προσρυῆναι τὸν Ἀβεννὴρ τῷ Δαβίδ. ὁ δὲ Δαβὶδ στείλας πρὸς τὸν Ἰεβοσθὲ τὴν ἰδίαν γυναῖκα ἐζήτει Μελχόλ. ὁ δὲ ἀποσπάσας αὐτὴν τοῦ ἀνδρός, ᾧ μετὰ τὴν φυγὴν τοῦ Δαβὶδ ἡρμόσατο αὐτὴν ὁ Σαούλ, ἀπέστειλε τῷ Δαβίδ. Ἀβεννὴρ δὲ τοῖς γηραιοῖς τοῦ πλήθους τῶν Ἰσραηλιτῶν καὶ τοῖς ταξιάρχαις διαλεχθεὶς μεταθέσθαι συνῄνεσε πρὸς Δαβίδ, τοῦτο καὶ πάντων προθυμουμένων . τοῦτο δὲ ποιήσας ἧκε πρὸς τὸν Δαβὶδ ἐνόρκους πίστεις ληψόμενος. καὶ δεχθεὶς ἀσμένως, ἀπῄει συναθροίσων τὸ πλῆθος, ἵνα παρὰ πάντων ἀναρρηθῇ ὁ Δαβίδ. ἐλθὼν δὲ πρὸς Χεβρὼν Ἰωὰβ καὶ μαθὼν τὰ περὶ Ἀβεννήρ, δείσας μὴ ὑπερέξει ἐκεῖνος αὐτοῦ, κατεῖπε μὲν πολλὰ τοῦ ἀνδρὸς πρὸς Δαβίδ, μὴ πείθων δὲ στέλλει λάθρᾳ τὸν καλέσοντα τὸν Αβεννὴρ ὡς ἐκ τοῦ Δαβίδ· κἀκεῖνος ἀνέστρεψε. καὶ ὑπαντήσας αὐτῷ Ἰωάβ, καὶ ὥς τι μυστικώτερον αὐτῷ διαλεξόμενος πόρρω τῶν οἰκείων ἀπαγαγὼν αὐτὸν κτείνει, ξίφει πατάξας ὑπὸ λαγόνα. Δαβὶδ δὲ τοῦτο μαθὼν ἤλγησε σφόδρα καὶ τῷ τὸν ἄνδρα κτείναντι κατηράσατο, καὶ ἐθρήνησε τὸν θανόντα καὶ φιλοτίμως ἐνεταφίασεν.Ἰεβοσθὲ δὲ μετὰ μικρὸν ἐπιβουλευθεὶς ἐσφάγη κοιμώμενος. καὶ οἱ τοῦτον ἀνελόντες, δύο ὄντες, τὴν κεφαλὴν λαβόντες αὐτοῦ τῷ Δαβὶδ ἀπεκόμισαν. ὁ δὲ οὐ μόνον μὴ κεχαρισμένα πρᾶξαι αὐτῷ τοὺς ἄνδρας ἡγήσατο, ἀλλὰ καὶ ἀναιρεθῆναι προσέταξε, δέκας τοῦ φόνου πραττόμενος. εἶτα πᾶς Ἰσραὴλ πορεύεται πρὸς Δαβίδ, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα πασῶν τῶν φυλῶν. ἢν δὲ τριακονταέτης Δαβὶδ ὅτε ἐπὶ τὸν Ἰούδαν ἐβασίλευσεν, καὶ ἦρξεν ἐν Χεβρὼν τῆς τοῦ Ἰούδα μόνης φυλῆς ἐνιαυτοὺς ἑπτά, τριάκοντα δὲ καὶ τρεῖς τοῦ παντὸς Ἰσραήλ.Ἀπῆρε δ’ ἐκ Χεβρὼν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ, καὶ παραγέγονεν εἰς Ἱεροσόλυμα. κατῴκουν δὲ τότε τὴν πόλιν καὶ τὴν γῆν ἐκείνην Ἰεβουσαῖοι, ὅθεν Ἰεβοῦς ἐκαλεῖτο ἡ πόλις· Χαναναίοις δ’ ἦσαν κατὰ γένος προσήκοντες. οἳ τοὺς τυφλοὺς καὶ χωλοὺς καὶ ἄλλως πεπηρωμένους στήσαντες ἐπὶ τῶν ἐπάλξεων ἐπὶ χλεύῃ, μὴ παραχωρεῖν αὐτοὺς ἔλεγον τῷ Δαβὶδ τῆς εἰς τὴν πόλιν εἰσόδου. ὀργισθεὶς δὲ διὰ ταῦτα Δαβὶδ πολιορκίᾳ τὴν πόλιν εἶλε, καὶ τοὺς Ἰεβουσαίους ἐκεῖθεν ὠσάμενος καὶ ἀνοικοδομήσας αὐτὴν εἰς ὄνομα οἰκεῖον πόλιν Δαβὶδ ἐπωνόμασεν, ἐπὶ Ἀβραὰμ Σόλυμα καλουμένην. καὶ διέτριβεν ἐν αὐτῇ βασίλεια δομησάμενος. ἐγένοντο δὲ ἔτι παῖδες αὐτῷ ἐκ γυναικῶν πλειόνων καὶ παλλακῶν. καὶ οἱ ἀλλόφυλοι ἐστράτευσαν κατὰ τοῦ Δαβίδ, ὁ δὲ τοῦ θεοῦ ἐπινεύσαντος ἔξεισι κατ’ αὐτῶν μετὰ τῆς ἑαυτοῦ στρατιᾶς καὶ νικᾷ. οἱ δὲ πολὺ πλείους συναθροισθέντες πάλιν ἐπῄεσαν. ἐρομένου δὲ καὶ αὖθις τὸν θεὸν τοῦ Δαβίδ, ἐν τοῖς ἄλσεσι τοῦ Κλαυθμῶνος προσέταξεν ὁ θεός αὐλίζεσθαι σὺν τῇ στρατιᾷ, καὶ μὴ ἄλλως προσβάλλειν τοῖς ἐναντίοις πρὶν ἂν τὰ ἄλση σαλεύεσθαι ἄρξωνται. καὶ οὕτω ποιήσας τρέπει τοὺς πολεμίους, καὶ ἄχρι τόν ὁρίων αὐτῶν διώκων αὐτοὺς ἔκτεινε. μετὰ ταῦτα συνεκάλεσε Δαβὶδ τοὺς ἱερεῖς καὶ Λευίτας καὶ ἅπαντα τὸν λαὸν εἰς Καριαθιαρείμ. καὶ ἐπεβίβασαν οἱ ἱερεῖς τὴν κιβωτὸν κυρίου ἐφ’ ἄμαξαν καινήν, κατάγοντες αὐτὴν εἰς Ἱεροσόλυμα. καὶ ὁ λαὸς καὶ ὁ βασιλεὺς ᾖδον ἔμπροσθεν αὐτῆς πορευόμενοι. ἀνατραπῆναι δὲ κινδυνευούσης τῆς κιβωτοῦ, ὀζᾶν ὁ υἱὸς τοὐ Ἀμιναδὰβ ἐκτείνας τὴν χεῖρα κατέσχεν αὐτὴν καὶ ἐπεστήριξε μὴ πεσεῖν. θνήσκει οὑν αὐτίκα, ὀργισθέντος τοῦ θεοῦ ὅτι ἥψατο τῆς κιβωτοῦ, ἐπεὶ μὴ ἱέρωτο· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος ἐντεῦθεν Διακοπή. καὶ ηὐλαβήθη Δαβὶδ εἰσαγαγεῖν εἰς τὴν πόλιν τὴν κιβωτόν, κατέθετο δὲ αὐτὴν εἰς τὸν οἶκον Ἀβεδδαρὰ Λαυίτου ἀνδρός·