τὸν Ἰωσὴφ δὲ ἐκ τῶν ἐμπόρων ὠνήσατο Πετεφρὴς ἀνὴρ Αἰγύπτιος ἐπὶ τῶν βασιλέως Φαραὼ μαγείρων, καὶ εἶχεν αὐτὸν ἐν τιμῇ. τῆς δὲ τοῦ δεσπότου γυναικὸς διά τε εὐμορφίαν καὶ τὴν αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ λόγους περὶ μέξεως προσαγούσης, παρέπεμπε τὴν ἀξίωσιν. ἡ δὲ δεινῶς πολιορκουμένη τῷ ἔρωτι, δευτέραν ἐπῆγε πεῖραν, καὶ τὸ πείθειν ἀπογνοῦσα βιάζεσθαι ἤθελεν. ὡς δὲ καὶ τὸ ἱμάτιον καταλιπὼν ὁ νεανίσκος ἐξεπήδησε, καθῆστο κατηφὴς καὶ συγκεχυμένη. ἐλθόντι δὲ τἀνδρὶ κατηγόρει τοῦ Ἰωσὴφ καὶ τὸ ἱμάτιον ἐπεδείκνυεν, ὡς ὅτ᾿ ἐπεχείρει βιάζεσθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐμβάλλει τὸν Ἰωσήφ, ἐν ᾗ καὶ ὁ οἰνοχόος τοῦ Φαραὼ κατ’ ὀργὴν ἐνεκέκλειστο καὶ ὁ ἀρχισιτοποιός. οἶς συνήθης γενόμενος ἠξιοῦτο φράσαι αὐτοῖς τῶν ἐνυπνίων τὴν δήλωσιν. ὁ μὲν γὰρ οἰνοχόος ἄμπελον ὁρᾶν ἔδοξεν, ἐξ ἧς τρία ἐφύοντο κλήματα, ὧν ἀπῃώρηντο μεγάλοι καὶ πέπειροι βότρυες, τούτους δ’ ἀποθλίβειν εἰς φιάλην καὶ προσάγειν τῷ Φαραώ, κἀκεῖνον λαβεῖν ἀγαθὰ οὖν αὐτῷ σημαίνειν τὸν ὄνειρον ἐξηγεῖτο ὁ Ἰωσήφ ἐν γὰρ τρισὶν ἡμέραις ταῖς προσαγούσαις εἶς τό πρότερον ἀποκαταστήσεσθαι διακόνημα. καὶ ἠξίου μεμνῆσθαι αὐτοῦ εὐπραγήσαντα. ὁ δὲ ἀρχισιτοποιὸς κανᾶ ἔφη δοκεῖν τρία φέρειν ἐπὶ τῆς κεφαλῆς, δύο μὲν ἄρτων πλήρη, τὸ δὲ ἕτερον ὄψου καὶ ποικίλων βρωμάτων, ταῦτα δὲ διαρπαγῆναι ὑπὸ πτηνῶν καθιπταμένων. ἔφη δὲ καὶ τούτῳ ὁ Ἰωσὴφ τὰ τρία κανᾶ τριῶν ἡμερῶν εἶναι σημαντικά, καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ μέλλειν αὐτὸν κρεμασθέντα σαρκοφάγοις ἔσεσθαι βορὰν πετεινοῖς. γέγονε δ’ ἐπ’ ἀμφοῖν ὡς Ἰωσὴφ ἐξηγήσατο.Εἶτα τῷ Φαραὼ ὁ θεὸς ὄψεις ἐνυπνίων ἐπιπέμπει διττὰς καὶ τὰς δηλώσεις ἀμφοῖν. ὁ δὲ τῶν μὲν ὄψεων ἐμιμνήσκετο, τῶν δ’ ἐξηγήσεων ἐπελάθετο. συγκαλεῖται τοίνυν τοὺς τῶν Αἰγυπτίων σοφούς, καὶ ἀπαγγέλλει αὐτοῖς τὰ ἐνύπνια, καὶ τὴν δήλωσιν ἀπαιτεῖ· ἀπορούντων δ’ ἐκείνων ὠργίζετο. ὁ δ’ οἰνοχόος, εἰ καὶ μὴ πρότερον, ἀλλὰ τότε πρός μνήμην ἧκε τοῦ Ἰωσήφ, καὶ διδάσκει περὶ ἐκείνου τὸν Φαραώ. ἄγεται τοίνυν αὐτίκα. ὁ δέ‘ φράσον μοι φησί, νεανία, τὴν κρίσιν τῶν ἐνυπνίων ὧνπερ τεθέαμαι. ἔδοξα βόας εὐτραφεῖς ἑπτὰ προιόντας τοῦ ποταμοῦ πρὸς τὸ ἕλος χωρεῖν· ἑτέρους δ’ ἑπτὰ ἰσχνοὺς καὶ τετηγμένους λιμῷ τοῦ ἔλους ἐξελθόντας συναντῆσαι τούτοις, καὶ βρωθῆναι παρὰ τῶν δευτέρων τοὺς πρώτους καὶ πίονας, καὶ μένειν ἔτ’ αὐτοὺς ὁμοίως ἰσχνούς. αὖθις δ᾿ ὁρῶ στάχυας ἑπτὰ ἐκφύντας ῥίζης μιᾶς θαλεροὺς καὶ κεκλιμένους τῷ βάρει τοῦ καρποῦ. πλησίον δ’ αὐτῶν ἰσαρίθμους ἐδόκουν ὁρᾶν στάχυας ἀδρανεῖς ὑπὸ ἀδροσίας καὶ πρὸς ὅρασιν ἀηδεῖς, οἱ καὶ ἀνήλισκον τοὺς εὐκάρπους τε καὶ ὡραίους. ὁ δ᾿ Ἰωσήφ “κἂν διττά” φησίν, “ὦ βασιλεῦ , τὰ ἐνύπνιά εἰσὶν, ἀλλὰ μίαν ἔχουσι τῶν μελλόντων τὴν δήλωσιν. οἵ τε γὰρ βόες, ζῷον ἐπ’ ἀρότρῳ πονοῦν, ὑπὸ τῶν χειρόνων κατεσθιόμενοι, καὶ οἱ θάλλοντες στάχυες ὑπὸ τῶν ἀδρανῶν σαπανώμενοι, λιμὸν ἐπὶ τοσαῦτα ἔτη τῇ χώρᾳ σου καταγγέλλουσιν ἐν ἰσαρίθμοις ἐνιαυτοῖς εὐθηνηθείσῃ πρότερον τοῖς καρποῖς, ὡς τὴν τούτων εὐφορίαν ἀναλωθῆναι ὑπὸ τῶν ἔπειτα. εἰ δὲ σὺ ταμιεύσεις τὰ τῆς προτέρας εὐδαιμονίας εἰς τοὺς τῆς ἀφορίας ἐνιαυτούς, θήσεις τοῖς Αἰγυπτίοις ἀνεπαίσθητον τὸ δυστύχημα. Φαραὼ δὲ τὴν τοῦ Ἰωσὴφ ἐκπλαγεὶς σοφίαν διά τὴν ἐξήγησιν καὶ τὴν συμβουλήν ‘‘αὐτὸς ὁ τούτων ἔφη ‘‘κριτής τε καὶ σύμβουλος καὶ οἰκονόμος ἔσῃ τῶν βουλευθέντων.” καὶ παρέσχεν αὐτῷ τὴν ἐξουσίαν αὐτοῦ, ὅστε σφραγῖδι χρῆσθαι τῇ Φαραὼ καὶ πορφύραν ἐνδύεσθαι καὶ ἐλαύνειν ἐφ’ ἄρματος. ἦν δὲ τότε τριάκοντα ἐτῶν γεγονὼς Ἰωσήφ.προσηγόρευσε δὲ αὐτὸν ὁ Φαραὼ Ψοθομφάνηχον· σημαίνει δὲ τὸ ὄνομα κρυπτῶν εὑρετήν. ζεύγνυσι δὲ αὐτῷ καὶ γυναῖκα Ἀσενὲθ κεκλημένην, θυγατέρα τοῦ ἐν Ἠλίου πόλει ἱερέων πρωτεύοντος. ἐξ ἧς αὐτῷ γίνονται παῖδες πρὸ τοῦ λιμοῦ, ὧν ὁ πρεσβύτερος ἦν Μανασσῆς· ἐπίληθον δὲ δηλοῖ, ὅτι λήθην εὕρατο τῶν ἀτυχημάτων· Ἐφραΐμ δὲ ὁ νεώτερος· ἀποδιδοὺς δὲ σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτῷ τὴν τῶν προγόνων ἐλευθερίαν. ἐντεῦθεν ἧκεν ὁ τῆς ἐνδείας καιρός. οὐ μόνης δὲ τῆς Αἰγύπτου κατεκράτησεν ὁ λιμός, ἀλλὰ καὶ τῆς χώρας καθ’ ἣν κατῴκει ὁ Ἰακώβ. πέμπει τοίνυν τοὺς υἱοὺς εἰς Αἴγυπτον σῖτον ὠνησομένους, μόνον παρ’ ἑαυτῷ κατασχὼν τὸν Βενιαμὶν ὡς νεώτατον. οἱ μὲν οὖν προσῆλθον τῷ Ἰωσήφ. ὁ δὲ μὴ γνωσθεὶς ἐπέγνω τοὺς ἀδελφούς, καὶ κατασκόπους ἔλεγεν ἥκειν αὐτούς. οἱ δὲ ὅθεν τε ἥκοιεν ἔλεγον, καὶ ὡς ἑνὸς εἶεν πατρὸς ἔτι ζῶντος, καὶ ὡς ἕτερος νεώτερος ἀδελφὸς ἔστι παρὰ τῷ πατρί. πληροφορίαν δ’ ἔλεγεν Ἰωσὴφ δοῦναι αὐτῷ ἀληθείας, εἰ τὸν νεώτερον ἀδελφὸν κομίσουσι πρὸς αὐτόν. δίδωσιν οὖν σῖτον αὐτοῖς, καὶ τὸ ἀργύριον τῷ ἑκάστου σάκκῳ λάθρᾳ ἐνθέμενος· κατέσχε δὲ τὸν Συμεὼν τῆς ἐπανόδου ἐσόμενον ὅμηρον. ἐπανῆλθον πρὸς τὸν Ἰακὼβ οἱ υἱοὶ τὸν σῖτον κομίζοντες, καὶ τὰ συμβάντα ἀπήγγειλαν, καὶ λύπην αὐτῷ ἡ τοῦ Συμεὼν ἐποίει κατάσχεσις, δοῦναί τε τὸν Βενιαμὶν ἀπαχθῆναι εἰς Αἴγυπτον οὐ κατένευεν. ἤδη δὲ τοῦ σίτου δαπανηθέντος, ἐπεὶ μὴ ἄλλως ἐξῆν αὐτοῖς εἶς Αἴγυπτον ἀπελθεῖν, εἰ μὴ καὶ τὸν Βενιαμὶν προσεπάγοιντο, ὑπείκων ἀνάγκῃ δίδωσιν αὐτὸν ὁ πατήρ, καὶ τὴν τοῦ σίτου τιμὴν διπλασίονα, καὶ τῷ Ἰωσὴφ δωρεάς. ὡς δ᾿ ἦλθον εἰς Αἴγυπτον, προσήγαγον τὰ δῶρα αὐτῷ. ὁ δὲ τὸν Βενιαμὶν ἰδὼν καὶ συνθρυπτόμενος, ἴνα μὴ δακρύων καταφανὴς γένοιτο, μετέστη.