καὶ ἐπὶ τούτῳ τίκτει καὶ ἕτερον, οὗτος δ’ ἦν ὁ Ἀσήρ· λέγοιτο δὲ μακαριστής, ὡς εὐκλείας τῇ λεῖφ’ καὶ μακαρισμοῦ διὰ τὴν πολυτεκνίαν γενόμενος αἴτιος. τῇ Λείᾳ δὲ Ῥουβὶμ τοῦ υἱοῦ μανδραγόρου μῆλα κομίσαντος, ᾔτει Ῥαχὴλ μεταδοῦναι τούτων αὐτῇ, καὶ ἀμοιβὴν προυτίθει τῇ ἀδελφῇ τὸ κατ’ ἐκείνην τὴν νύκτα λέκτρον τοῦ Ἰακώβ· ἡ γὰρ νὺξ ἐκείνη τῇ Ῥαχὴλ προσκεκλήρωτο. καὶ συνευνάζεται διὰ τοῦτο τῇ Λείᾳ ὁ Ἰακώβ, καὶ τίκτει παῖδας ἔτι δύο τὸ γύναιον, τόν Ἰσάχαρ, τὸν ἐκ μισθοῦ δὲ γεγονότα σημαίνει τὸ ὄνομα, καὶ Ζὰ βουλῶν, δηλοῖ δὲ τὸν ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, καὶ θυγατέρα κληθεῖσαν Δεῖναν. γίνεται δὲ καὶ τῇ Ῥαχὴλ υἱὸς Ἰωσήφ· τὸ δ ὄνομα προσθήκην τινὸς γενησομένου δηλοῖ.Ἔτη μὲν οὖν εἴκοσιν ἐποίμαινε τῷ πενθερῷ Ἰακώβ· εἶτα ὑποχωρῆσαι θέλων οὐ συγκεχώρητο. ὅθεν καὶ κρύφα μετὰ τῶν γυναικῶν σὺν ταῖς θεραπαινίσι καὶ τοῖς παισὶν ἀπεδίδρασκεν, καὶ τὴν κτῆσιν προσεπαγόμενος καὶ τῶν βοσκημάτων ἅπερ αὐτῷ τοῦ ποιμαίνειν μισθὸς προσενενέμηντο. Ῥαχὴλ δὲ καὶ τὰ εἴδωλα τοῦ πατρὸς ἐπεφέρετο, οὐχ ὡς τιμῶσα, ἀλλ’ ἴν ἔχοι ταῦτα καταφυγήν, εἰ ἐπιδιώξας αὐτοὺς ὁ πατὴρ καταλάβοι. τοῦ δὲ λαβὰν καθ’ ἑβδόμην ἡμέραν καταλαβόντος, κατ’ ὄναρ ἐπέταξεν αὐτῷ ὁ θεὸς σπείσασθαι τῷ Ἰακώβ. μεθ’ ἡμέραν δὲ λόγοι ἀμφοῖν γίνονται, καὶ τοῦ Ἰακὼβ μηδὲν ἀδικεῖν ἀποδείξαντος, περὶ τῶν πατρῴων θεόν ἐπενεκάλει ὁ Λάβαν αὐτῷ. ὁ δὲ μηδὲν περὶ αὐτῶν συνειδὼς ἐρευνᾶν παρεχώρει. καὶ ὃς ἠρεύνα. ἡ Ῥαχὴλ δὲ τὰ εἴδωλα τῇ ἀστράβῃ τῆς φερούσης αὐτὴν καμήλου ἐντίθησι, καὶ αὐτὴ ἐπεκάθητο, φάσκουσα τὴν τῶν ἐμμήνων ῥύσιν αὐτῇ ἐνοχλεῖν. ὁ δὲ λαβὰν μὴ ἄν ποτε τὴν θυγατέρα μετὰ τοιούτου πάθους τοῖς θεοῖς αὐτοῦ προσελθεῖν οἰηθείς, παρῆλθεν αὐτήν. καὶ ὁ μὲν ἀνέζευξεν, ὁ δ’ Ἰακὼβ τὸν ἀδελφὸν δεδιώς, προπέμπει δηλῶν αὐτῷ τὴν ἐπάνοδον, καὶ δῶρα στέλλει αὐτῷ. νυκτὸς δ᾿ ἐπιγενομένης φαντάσματι συντυχὼν διεπάλαιε καὶ ἐδόκει κρατεῖν. αἰσθόμενος δὲ ἄγγελον εἶναι θεοῦ, εἰπεῖν αὐτῷ παρεκάλει τίνα μοίραν ἔξει· ὁ δὲ τὸ κρατῆσαι θείου ἀγγέλου μεγάλων ἀγαθῶν σημεῖον ἡγεῖσθαι ἔλεγε δεῖν, καὶ Ἰσραὴλ αὐτὸν καλεῖσθαι ἐκέλευεν. τοῦτο δὲ οἱ μὲν ἄλλοι νοῦς ὁρῶν θεὸν ἑρμηνεύουσιν, Ἰώσηπος δὲ τὸν ἀντιστάντα θείω ἀγγέλῳ σημαίνειν φησίν. Ἰακὼβ δὲ τὸν τόπον καλεῖ Φανουήλ, τοῦτ’ ἔστι θεοῦ πρόσωπον. γενομένου δ’ ἐν τῇ πάλῃ τῇ πρὸς τὸν ἄγγελον ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατύ, ἐκεῖνός τε τὴν τούτου βρῶσιν ἀπείπατο, καὶ δι’ ἐκεῖνον καὶ τῷ ἐκείνου γένει παντὶ ἀπηγόρευται. ὑπαντήσαντος δὲ τῷ ἀδελφῷ τοῦ Ἡσαῦ, συνέβαλον ἀλλήλοις καὶ ἠσπάσαντο. εἶτα ὁ μὲν Ἡσαῦ ἀπηλλάγη, Ἰακὼβ δ’ ἀφίκετο πρὸς τὰ Σίκιμα.τῶν δὲ Σικιμιτῶν ἑορτὴν ἀγόντων, ἡ θυγάτηρ αὐτοῦ Δεῖνα εἰς τὴν πόλιν παρῆλθε, τὰ τῆς ἑορτῆς ἱστορήσουσα. θεασάμενος οὖν αὐτὴν Συχὲμ ὁ τοῦ τῆς πόλεως βασιλέως υἱός, φθείρει δι’ ἁρπαγῆς. ἔπειτα ὁ τούτου πατὴρ ἐδέετο τοῦ Ἰακὼβ συζεῦξαι τὴν Δεινὰν τῷ Συχέμ· ὁ δὲ οὐ κατένευσε. Συμεὼν δὲ καὶ Λευὶ τῆς κόρης ὁμομήτριοι ἀδελφοί, διὰ τὴν ἑορτὴν εὐωχουμένων τῶν ἐν τῇ πόλει καὶ καρηβαρούντων, νύκτωρ παρελθόντες πὰν ἄρσεν ἡβηδὸν ἀναιροῦσι καὶ τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ. ταῦτά φησιν Ἰώσηπος. πιθανώτερον δὲ περὶ τούτων ἡ βίβλος ἱστορεῖ τῆς Γενέσεως. λέγει γὰρ ὅτι Ἐμμὸρ τοῦ πατρὸς Συχὲμ ἀξιοῦντος συζευχθῆναι τὴν Δεινὰν τῷ υἱῷ αὐτοῦ Συμεὼν καὶ Λευὶ εἶπον ὡς “εἰ περιτμηθεῖεν οἱ ἐν τῇ πόλει ἄρρενες πάντες, δώσομεν τὴν ἀδελφὴν ἡμῶν τῷ υἱῷ σοῦ,” καὶ ὅτι κατεδέξαντο τὸν λόγον καὶ περιετμήθησαν ἄπαντες. κατὰ δὲ τὴν ἐκ τῆς περιτομῆς τρίτην ἡμέραν πονήρως τῶν περιτμηθέντων διακειμένων καὶ ὀδυνωμένων διὰ τὴν φλεγμονήν, ἐπέθεντο αὐτοῖς καὶ ἀνεῖλον ἅπαντας, ἀγνοοῦντος τοῦ Ἰακώβ. ᾧ χαλεπαίνοντι διὰ ταῦτα ἐκέλευσε θαρρεῖν ὁ θεός. ἐλθὼν δὲ ἐν Βαιθὴλ ὁ Ἰακώβ, ὅπου τὸν ὄνειρον ἐθεάσατο, ἔθυσεν. καὶ προιὼν τὴν Ῥαχὴλ ἐκ τοκετοῦ θανοῦσαν θάπτει ἐν Ἐφρατᾶ. καὶ τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε, διὰ τὴν ἐπ’ αὐτῷ γενομένην τῇ μητρὶ ὀδύνην. ἐλθὼν δ’ εἰς Χεβρὼν πόλιν τῶν Χαναναίων, κατέλαβε τὸν πατέρα αὐτοῦ Ἰσαὰκ ἔτι ζῶντα, ἡ δὲ Ῥεβέκκα ἔφθη θανεῖν. θνήσκει δὲ μετὰ βραχὺ καὶ ὁ Ἰσαάκ, καὶ θάπτεται σὺν τῇ γυναικὶ ἐν τῶ γονικῷ μνημείῳ, βιώσας ἔτη πέντε καὶ ὀγδοήκοντα πρὸς τοῖς ἑκατόν. Ἡσαῦ δὲ ἦρχε τῆς Ἰδουμαίας, καλέσας τὴν χώραν ἀφ’ ἑαυτοῦ. Ἐδὼμ γὰρ ἐκεῖνος ἐκέκλητο, ὅτι ἀπὸ θήρας ποτὲ λιμώττων ἐπανελθών, καὶ τόν ἀδελφὸν εὑρὼν φακῆν ἑτοιμάσαντα ἑαυτῷ πρὸς τροφήν, ἠξίου δοῦναι αὐτῷ· ὁ δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ ἠνάγκασεν ἀντὶ τῆς φακῆς. καὶ παραχωρεῖ τούτου μεθ’ ὅρκων αὐτῷ διὰ τὸν λιμόν·ὅθεν Ἐδὼμ ἐπεκλήθη, διὰ τὴν ξανθότητα τῆς φακῆς· σφόδρα γὰρ ἦν τὴν χροιὰν τοιαύτη. Ἐδὼμ δὲ παρ’ Ἑβραίοις τὸ ἐρυθρὸν ὀνομάζεται.Ἰακὼβ δὲ τὸν ἐκ τῆς Ῥαχὴλ Ἰωσὴφ διά τε τὴν τοῦ σώματος εὐφυίαν καὶ τὴν τῆς ψυχῆς ἀρετὴν πλέον τῶν ἄλλων παίδων ἠγάπα. ἥ τε γοῦν τοῦ πατρὸς στοργὴ καὶ οἱ ὄνειροι οὓς ἐθεάσατο εἰς φθόνον αὐτοῦ τοὺς ἀδελφοὺς κεκινήκασι. τῶν δ’ ὀνειράτων τὸ μὲν ἦν τοιοῦτον. ἐν ὥρᾳ θέρους ἐδόκει μετὰ τῶν ἀδελφῶν θερίζων δράγματα δεσμεῖν καὶ τιθέναι, καὶ C τὰ μὲν αὐτοῦ ἠρεμεῖν, τὰ δὲ τῶν ἀδελφῶν προστρέχοντα προσκυνεῖν τοῖς αὐτοῦ. τὸ δέ, τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας προσκυνεῖν ἐδόκει αὐτῷ. ταύτας τὰς ψεις εἰς τῷ πατρὶ παρόντων καὶ τῶν συγγόνων, τὴν δήλωσιν ἐξήτει μαθεῖν. ὁ δὲ εὐδαιμονίαν κατήγγειλε τῷ παιδί, καὶ καιρὸν ἥξειν καθ’ ὃν ὑπὸ τῶν γονέων καὶ τῶν ἀδελφῶν τιμηθήσεται καὶ προσκυνηθήσεται. ταῦτα τοὺς ἀδελφοὺς τοῦ Ἰωσὴφ ἐλύπησε, καὶ ὑπεβλέποντο τὸ μειράκιον. νεμόντων δὲ τὰ ποίμνια τῶν παίδων τοῦ Ἰακὼβ ἐν Σικίμοις, ὁ πατὴρ πέμπει τὸν Ἰωσὴφ ἐκείνους ἐπισκεψόμενον. οἱ δὲ τοῦτον ἰδόντες ὥρμησαν ἀνελεῖν. ῾Ρουβὶμ δὲ συνεβούλευε μὴ αὐτόχειρας γενέσθαι τοῦ ἀδελφοῦ, ἀλλ᾿ εἰς τὸν παρακείμενον λάκκον ῥῖψαι αὐτόν, ἵν᾿ ἀποθάνῃ ἐκεῖ, καὶ οὕτω μετριώτερον ἔσοιτο τὸ κακόν. συναινεσάντων δὲ τῷ λόγῳ τῶν νεανίσκων, λαβὼν ὁ ῾Ρουβὶμ τὸ μειράκιον ἠρέμα καθίμησεν εἰς τὸν λάκκον. Ἰούδας δὲ ἐμπόρους ἰδὼν Ἄραβας, συνεβούλευσε τοῖς ἀδελφοῖς τὸν Ἰωσὴφ ἀπεμπολῆσαι αὐτοῖς. καὶ δόξαν τοῦτο τοῖς ἐμπόροις αὐτὸν ἀποδίδονται μνῶν εἴκοσιν, ἐτῶν ἑπτακαίδεκα γεγονότα. ῾Ρουβὶμ δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθών, ἵν᾿ ἐξενέγκῃ τὸν Ἰωσὴφ καὶ σώσῃ τοὺς ἀδελφοὺς λαθών, ἐπεὶ μὴ εὗρεν αὐτόν, πενθῶν ᾐτιᾶτο τοὺς ἀδελφούς. τῶν δὲ τὸ πραχθὲν φρασάντων παύεται τοῦ πένθους. τὸν δὲ χιτωνίσκον τοῦ μειρακίου αἵματι τράγου μολύναντες ἧκον πρὸς τὸν πατέρα καὶ εἶπον τὸν μὲν Ἰωσὴφ μήτ᾿ ἰδεῖν μήθ᾿ ὅπως διέφθαρται γνῶναι, χιτῶνα δὲ τοῦτον εὑρεῖν ᾑμαγμένον καὶ διερρηγμένον. Ἰακὼβ δὲ ἐπὶ τῷ μειρακίῳ πενθῶν ἐκαθέζετο σάκκον ἐνδύς.