καὶ τὰ αἰδοία καὶ αὐτὸν καὶ τοὺς ὑπ’ αὐτὸν ἐκέλευσεν ἄρρενας, ἔν εἴη τὸ γένος αὐτοῦ τοῖς ἄλλοις ἔθνεσιν ἀνεπίμικτον· καὶ περιετμήθησαν. Γίνεται τοίνυν τῷ Ἀβραὰμ παῖς ἑκατὸν γεγονότι ἐνιαυτῶν ἐκ τῆς Σάρρας, ὃν ὁ θεὸς Ἰσαὰκ καλέσαι προσέταξε· δηλοῖ δὲ τὸ ὄνομα γέλωτα, ἢ ὅτι μειδίαμα τῇ Σάρρᾳ ἐγένετο, τέξεσθαι αὐτὴν τοῦ θεοῦ χρηματίσαντος, διὰ τὸ τῆς ὑποσχέσεως δύσελπι, παρήλικι οὔσῃ καὶ μὴ προσδοκώσῃ τεκεῖν, ἐνενήκοντα γὰρ ἐτῶν τὸν Ἰσαὰκ τεκοῦσα ἐτύγχανεν, ἢ ὅτι γέλωτος ὑπόθεσις τοῖς γονεῦσι τὸ παιδίον ἐγένετο, θυμηδίας δηλαδὴ καὶ χαράς. τεχθέντα δὲ τόν παῖδα τοῦτον κατὰ τὴν ὀγδόην ἡμέραν ὁ πατὴρ περιέτεμεν· ὅθεν οὕτω καὶ τοῖς Ἰουδαίοις νενόμισται περιτέμνεσθαι. Ἄραβες δὲ μετὰ τρισκαιδέκατον ἔτος τοὺς παῖδας περιτέμνειν εἰώθασιν, ὅτι καὶ Ἰσμαὴλ ὁ προπάτωρ αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ περιετέτμητο· τρισκαίδεκα γὰρ ἦν ἐτῶν ὅτε τῷ Ἀβραὰμ ὁ θεὸς ἐπέταξε τὴν περιτομήν. σημαίνει δὲ τὸ ὄνομα τοῦτο θεόκλυτον, ὡς τοῦ θεοῦ τῆς ἱκεσίας Ἀβραὰμ εἰσακούσαντος καὶ παῖδα δόντος αὐτῷ. ἐγείνατο δὲ τοῦτον ἐκ παιδίσκης ἣν Σάρρα αὐτῷ συγκατέκλινεν. ἰδίας γὰρ ἀμοιροῦσα τότε γονῆς, οἰκείᾳ παιδίσκῃ Ἄγαρ ὠνομασμένῃ, Αἰγυπτίᾳ τὸ γένος, μιγῆναι τὸν ἄνδρα ᾐτήσατο, καὶ τεκούσης ἐκείνης τὸν Ἰσμαήλ, ᾠκειώσατο τὸ παιδίον ἡ Σάρρα. τεκοῦσα δὲ τὸν Ἰσαάκ, τῆς Ἄγαρ σὺν τῷ υἱῷ φυγὴν κατὰ ζηλοτυπίαν κατεψηφίσατο. ἀνδρωθέντος δὲ Ἰσαὰκ κατὰ τὸν Ἑβραῖον Ἰώσηπον, εἴκοσι γὰρ καὶ πέντε ἐνιαυτῶν φησιν εἶναι τὸν Ἰσαὰκ τότε, πεῖραν ὁ θεὸς ἐπάγει τῷ Ἀβραάμ, καὶ καλέσας αὐτὸν θῦμα κελεύει προσαγαγεῖν τὸν υἱόν, καὶ εἰς ἕν τῶν ὀρέων ἀπαγαγόντα τὸν μονογενῆ τὸν ἀγαπητὸν ὁλοκαυτῶσαι. καὶ οὐκ ἀντεῖπεν ὁ Ἀβραάμ, ἀλλὰ τὸν παῖδα προσειληφὼς καὶ εἰς τὸ ἐπιταχθὲν αὐτῷ ὄρος ἀναγαγών, τὸν θεῖον αὐτῷ κοινοῦται χρησμόν, καὶ γενναίως οἴσειν τὴν καθιέρωσιν παραινεῖ, κελεύοντος τοῦ θεοῦ.ὁ δὲ πείθεται καὶ ἑκὼν ἑαυτὸν παρέχει πρὸς καθιέρωσιν, μὴ δίκαιον φήσας εἶναι θεοῦ καὶ πατρὸς ἀντιτείνειν θελήματι. οὕτω ταῦτα τῷ Ἰωσήπῳ ἱστόρηται. εἶτα φείσασθαι τοῦ υἱοῦ κελεύεται Ἀβραάμ, καὶ κριὸς αὐτομάτως εἰς ὁλοκαύτωσιν ἀντιδίδοται. μετὰ ταῦτα θνήσκει μὲν Σάρρα ἐτῶν οὖσα ἑκατὸν εἴκοσι πρὸς ἑπτά, ὁ δ’ Ἀβραὰμ ἑτέραν ἠγάγετο κεκλημένην Χεττούραν, ἐξ ἧς υἱεῖς αὐτῷ φύονται ἔξ. τῷ Ἰσαὰκ δὲ περὶ τεσσαρακοστὸν ἔτος γεγονότι μνηστεύεται ὁ πατὴρ Ῥεβέκκαν ἐκ Μεσοποταμίας, θυγατέρα Βαθουὴλ υἱοῦ Ναχὼρ ἀδελφοῦ Ἀβραάμ. ἔπειτα τελευτᾷ μὲν ἔτη ζήσας ἑκατὸν ἑβδομήκοντα καὶ πέντε· γήμας δὲ τὴν Ῥεβέκκαν ὁ Ἰσαὰκ διδύμους ἐκ ταύτης παῖδας γεννᾷ. ὧν τῷ μὲν πρεσβυτέρῳ καθ’ ὅλου τοῦ σώματος δασεῖα ἐφύετο θρίξ, ὅθεν καὶ Ἡσαῦ ἐκλήθη διὰ τὴν τρίχωσιν· τῷ δὲ νεωτέρῳ ἡ χεὶρ εἴχετο τῆς πτέρνης τοῦ ἀδελφοῦ, τῆς μητρικῆς προεκθορόντος γαστρός, διὸ καὶ Ἰακὼβ ὠνομάσθη· πτερνιστὴν δὲ τὸ ὄνομα καθ’ Ἑβραίους δηλοῖ.Γηρᾷ ἐπὶ τούτοις Ἰσαὰκ καὶ τὰς ὄψεις πεπήρωται. καὶ τὸν Ἡσαῦ προσκαλεῖται, πρόσ’ ἔκειτο γὰρ ἐκείνῳ διὰ τὰ πρωτοτόκια, καὶ θηράσαι κελεύει καὶ ἑτοιμάσαι δεῖπνον αὐτῷ, “ἵνα” φησί “φαγὼν εὐλογήσω σε πρὸ τοῦ με ἀποθανεῖν.” καὶ Ἡσαῦ μὲν ἐξῄει πρὸς θήραν, ἡ δὲ Ῥεβέκκα φιλοῦσα μᾶλλον τόν Ἰακώβ, καὶ τοῦτον καλέσασα, εἶπεν ἃ ὁ πατὴρ ἐπέταξε τῷ Ἡσαῦ, καὶ σπεῦσαι παρεκελεύσατο πρὸς τὸ ποίμνιον καὶ δύο κομίσαι ἁπαλοὺς ἐρίφους αὐτῇ, ὡς ἂν ἐκ τούτων ἐδέσματα ἑτοιμάσῃ τῷ γέροντι οἶα φιλεῖν ἐκεῖνον ἐπίσταται, καὶ φαγὼν εὐλογήσῃ αὐτόν. ὁ δὲ ποιεῖ κατὰ τὰς μητρικὰς ἐντολάς. ἤδη δὲ παρεσκευασμένων τῶν ἐδεσμάτων, τοὺς βραχίονας τοῦ παιδὸς περιελίσσει ταῖς τῶν ἐρίφων δοραῖς, καὶ δίδωσι τὸ δεῖπνον ἀπαγαγεῖν τῷ πατρί. Ἰσαὰκ δὲ τῇ φωνῇ τὸν Ἰακὼβ εἶναι τὸν προσιόντα αἰσθόμενος, ἔγγιστα προσκαλεῖται αὐτὸν καὶ τῶν χειρῶν ἐπαφᾶται. τοῦ δὲ θεοῦ πάντως τὸν Ἡσαῦ εὐλογίας ἀνάξιον κρίναντος, ἔδοξεν Ἰσαὰκ τὸν πρωτότοκον αὐτῷ παρεστάναι ἠπάτητο δὲ τάχα διὰ τὸ βαθὺ τῆς τριχός, καὶ φαγὼν εὐλόγησε τὸν Ἰακώβ. ἐπανῆλθε δὲ καὶ Ἡσαῦ καὶ εἰσήγαγε δεῖπνον τό πατρὶ καὶ ᾔτει τὴν εὐλογίαν. ὁ δὲ ἔγνω τὸ σόφισμα καί “ἐλθών” ἔφη ἀδελφός σου ἔλαβε τὴν εὐλογίαν σου. τοῦ δ᾿ ὀλοφυρομένου καὶ ἀξιοῦντος εὐλογηθῆναι, μηδὲ γὰρ μίαν εἶναι παρ’ αὐτῷ εὐλογίαν, παρακληθεὶς Ἰσαὰκ ὥρμησε μὲν εὐλογῆσαι, ὅτι δὲ μὴ τῷ ἐνηχοῦντι ἐκεῖνον ἐδόκει θείῳ πνεύματι εὐλογίας τυχεῖν τὸν Ἡσαῦ, ἐπεὶ μηδ’ ἄξιος ἦν αὐτῆς, εἰς ἀρὰν ἀντ’ εὐλογίας ἐτυποῦτο αὐτῷ τῶ Ἰσαὰκ ἡ φωνή. δυσμενῶς εἶχε διὰ ταῦτα πρὸς τὸν ἀδελφὸν ὁ Ἡσαῦ. ὁ δὲ τὸν ἀδελφὸν δεδοικώς, συμβουλῇ τῆς μητρὸς εἰς Μεσοποταμίαν ἀπέρχεται. ἀπιὼν δὲ ἀξιοῦται καθ’ ὕπνους τοῦ ᾀδομένου θεάματος τῆς κλίμακος, ἦς τῶν ἄκρων τὸ μὲν τῇ γῇ, τὸ δὲ τῷ οὐρανῷ προσερήρειστο, καὶ μυεῖται τὰ μέλλοντα ἐκ τοῦ κρείττονος, καὶ τὸν τόπον ἐν ᾧ τὸ ὅραμα εἶδε Βαιθὴλ προσηγόρευσε· δηλοῖ δὲ θείαν ἑστίαν καθ’ Ἕλληνας.καταντήσας δὲ εἰς Χαρρὰν κατήχθη πρὸς λαβὰν τὸν τῆς μητρὸς τῆς Ῥεβέκκας ὁμαίμονα, καὶ ξενίας παρ’ ἐκείνου τετύχηκε καὶ τὴν ἐπιμέλειαν τῶν ποιμνίων πιστεύεται. δύο δὲ τῷ Λάβαν θυγατέρες ἐτύγχανον, ὧν ἡ μὲν πρεσβυτέρα Λεία, ἡ δ’ ἑτέρα Ῥαχὴλ ἐπεκέκλητο, εἰς ἔρωτα δὲ τῆς νεωτέρας ἠρέθιστο Ἰακὼβ ἀστείας οὔσης τὸ εἶδος παρὰ τὴν ἀδελφήν, καὶ προσάγει λόγους τῷ Λάβαν περὶ αὐτῆς. ὁ δ’ ὁμολογεῖ κατεγγυῆσαι τῷ Ἰακὼβ τὴν Ῥαχήλ, εἰ ἐπὶ ἔτη ἑπτὰ δουλεύσει αὐτῷ. κατανεύει πρὸς τοῦτο ὁ ἐραστής, παρέρχεται ὁ καιρός, ἑτοιμάζει τοὺς γάμους ὁ πενθερός· νυκτὸς δὲ τὴν πρεσβυτέραν τῶν θυγατέρων συνευνάζει τῷ Ἰακώβ. γνοὺς δὲ μεθ’ ἡμέραν ὡς ἐξηπάτηται, ἀδικίαν ἐπεγκαλεῖ τῷ πενθερῷ. ὁ δὲ καὶ τὴν Ῥαχὴλ αὐτῷ ἐπηγγέλλετο μετὰ δουλείαν ἑτέρας ἑπταετίας. πείθεται αὖθις δουλεῦσαι ὁ Ἰακώβ, δουλούμενος ἔρωτι, καὶ μεθ’ ἑτέραν ἑπταετίαν καὶ τῇ Ῥαχὴλ συνευνάζεται. Τῇ’ μὲν οὑν Λείᾳ παῖδες ἦσαν ἐξ Ἰακώβ. καὶ Ρουβὶμ μὲν καλεῖ τὸν πρωτότοκον ὅτι κατ’ ἔλεον αὐτῇ γένοιτο τοῦ θεοῦ· ἐδάκνετο γὰρ ἐρωμένης τῆς ἀδελφῆς τῷ ἀνδρί, καὶ προσεδόκα μᾶλλον ἐντιμοτέρα γενήσεσθαι, εἰ σχοίη κατὰ γαστρός. τὸν δεύτερον δὲ Συμεὼν ὀνομάζει· δηλοῖ δὲ τοῦτο ἐπήκοον τὸν θεὸν γενέσθαι αὐτῇ. καὶ ἐπὶ τούτῳ γεννᾶται Λευί· τοὔνομα σημαίνει βεβαιωτήν. μεθ’ ὃν Ἰούδας αὐτῇ ἀποτίκτεται· εὐχαριστίας ἡ κλῆσις δηλωτική. τῇ δὲ Ῥαχὴλ παιδίον οὐκ ἦν, καὶ δεδοικυῖα μὴ δι’ ἀτεκνίαν παρευδοκιμηθῇ δέεται τοῦ ἀνδρὸς τῇ θεραπαίνῃ αὐτῆς συνελθεῖν. ὁ δὲ καὶ πείθεται καὶ τῇ Βάλλᾳ συνέρχεται, καὶ παῖδα ἐξ Ἰακὼβ Βάλλα γεννᾷ, καὶ Δὰν ἐκλήθη ὁ παῖς· θεόκριτον εἴποιεν Ἕλληνες. κἀκ τῆς αὐτῆς αὖθις τίκτεται Νεφθαλείμ, εὐμηχάνητος οἶον διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς. ζηλοῖ ἐπὶ τούτοις ἡ Λεία, καὶ παρακατακλίνει κἀκείνη τῷ Ἰακὼβ Ζελφὰν τὴν ἰδίαν θεράπαιναν. υἱὸν δὲ καὶ αὕτη ἐγείνατο Γάδ· τυχαῖον ἄν τις καλέσει αὐτόν.