Καππαδόκαι δ᾿ οὗτοι νομίζονται. Θειρᾶς δὲ Θείρας τοὺς ἐξ αὐτοῦ προσηγόρευσεν, οἳ Θρᾷκες μετωνομάσθησαν ὕστερον. ἐκ δὲ τῶν ἐκγόνων Ἰάφεθ Ἀσχανάξαι μὲν οἱ κληθέντες ῾Ρηγῆνες ἐξ Ἀσχανὰξ προήχθησαν, ῾Ριφαθαῖοι δέ, οὕτω πρὶν τοὺς Παφλαγόνας ἐκάλουν, ἐκ ῾Ριφὰθ τὸ γένος ἕλκειν πιστεύονται· καὶ Θοργαμαῖοι τὸν Θοργαμᾶ πρόγονον ἑαυτοῖς ἐπιγράφουσιν, οἳ Φρύγες μετεκλήθησαν ὕστερον. Ἐλισὰν δὲ Ἐλισαίων ἀρχηγέτης ἐγένετο, οἵπερ εἰσὶν Αἰολεῖς. καὶ Θαρσεὺς δὲ τῶν Θαρσέων ἐχρημάτισε πρόγονος· τὸ γὰρ πάλαι Θαρσεῖς ἐκαλοῦντο οἱ Κίλικες· ὅθεν καὶ ἡ τῶν παρ᾿ αὐτοῖς πόλεων ἀξιολογωτέρα Ταρσὸς καλεῖται, τοῦ θῆτα μεταβληθέντος εἰς ταῦ. οὕτως γὰρ τῷ Ἰωσήπῳ γέγραπται περὶ τῆς Ταρσοῦ. ἕτεροι δὲ τὸν Περσέα φασὶν τῇ τῶν Κιλίκων χώρᾳ ἐπιδημήσαντα καὶ πόλιν βουληθέντα κτίσαι καὶ τὸν τόπον τῆς πόλεως τοῖς οἰκοδόμοις δεικνύοντα τῷ ταρσῷ τοῦ ποδὸς πατάξαι τὴν γῆν, κἀντεῦθεν ἐπικληθῆναι τὴν πόλιν Ταρσόν. Χέθιμα δὲ τὴν νῆσον συνῴκισεν ὁ Χεθίμ· ἡ Κύπρος αὕτη ἐστί, παρ᾿ Ἑλλήνων οὕτω κληθεῖσα διὰ τὴν παρ᾿ αὐτοῖς θεὸν τὴν Ἀφροδίτην, ἣν Κύπριν προσαγορεύουσιν. Οἱ δέ γε παῖδες τοῦ Χὰμ τὴν ἀπὸ Συρίας καὶ Ἀμανοῦ καὶ Λιβάνου τῶν ὀρῶν γῆν κατέσχον, καὶ ὅσα πρὸς θάλασσαν αὐτῆς ἐτέτραπτο μέχρις ὠκεανοῦ κατειλήφασι. καὶ προήλθοσαν ἐκ μὲν Χοῦς Χουσαῖοι · Αἰθίοπες οὗτοί εἰσι. Μεσρὲμ δὲ Μεστραίων προπάτωρ ἐγένετο· οὕτω δὲ καλοῦνται οἱ Αἰγύπτιοι, καὶ ἡ τῆς Αἰγύπτου χώρα Μεστρὴν ὀνομάζεται. Φοὑτ δὲ τὴν Λιβύην κατῴκησε, καὶ Φούτους τοὺς τῆς χώρας ἐκάλεσε, Φούτην δὲ τὴν χώραν αὐτήν. μετεβλήθη δ᾿ ἡ κλῆσις αὐτῆς μετέπειτα εἰς Λιβύην ἐκ Λίβυος υἱοῦ Μεσρέμ. Χαναὰν δὲ τὴν κληθεῖσαν ὕστερον Ἰουδαίαν συνοικίσας Χαναναίαν αὐτὴν προσηγόρευσε καὶ Χαναναίους τοὺς ἐξ αὐτῆς. οἱ δὲ Μεσρὲμ παῖδες τὴν ἀπὸ Γάζης ἕως Αἰγύπτου κατέσχον γῆν. μόνου δὲ Φιλιστιεὶμ τὴν ἐπωνυμίαν διεφύλαξεν ἡ ἐκείνου μερίς, ἣν Παλαιστίνην Ἓλληνες ὠνομάκασιν.Σιδώνιος δὲ πρωτότοκος παῖς Χαναὰν ἐν Φοινίκῃ πόλιν ἀνέστησε, Σιδῶνα καλέσας αὐτήν. Ἀμαθὶ δὲ Ἀμάθην ἔκτισε πόλιν, ἣν Μακεδόνες ἀφ᾿ ἑνὸς τῶν Πτολεμαίων Ἐπιφανοῦς λεγομένου Ἐπιφάνειαν μετωνόμασαν. Σὴν δὲ τῷ υἱῷ Νῶε πέντε τίκτονται παῖδες, οἳ τὴν μέχρις ὠκεανοῦ τοῦ κατ᾿ Ἰνδίαν οἰκοῦσιν Ἀσίαν, ἀπ᾿ Εὐφράτου ἀρξάμενοι. Ἐλὰμ μὲν οὖν Ἐλυμαίους Περσῶν ὄντας ἀρχηγέτας κατέλιπεν, Ἀσοὺρ δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπ᾿ αὐτὸν Ἀσσυρίους ὠνόμασε, καὶ Ἀρφαξὰδ Χαλδαίων προπάτωρ ἦν, Ἀρὰμ δὲ τοὺς Σύρους κληθέντας ὕστερον Ἀραμαίους ἐξ ἑαυτοῦ προσηγόρευσεν, ὁ Λοὺδ δὲ Λούδους προήγαγεν, οἳ Λυδοὶ μετέπειτα προσερρήθησαν. τῶν δὲ υἱῶν Ἀρὰμ τεσσάρων ὄντων ὁ μὲν τὴν Τραχωνῖτιν οἰκίζει καὶ τὴν Δαμασκόν, μέση δ᾿ ἐστὶ Παλαιστίνης καὶ Κοίλης Συρίας, ὁ δὲ Ἀρμενίαν, Βακτριανοὺς δὲ ὁ ἕτερος. τοῦ Ἀρφαξὰδ δὲ υἱὸς Καϊνᾶν, παῖς Καϊνᾶν ὁ Σαλά. οὗτος δὲ πατὴρ Ἕβερ. Ἕβερ δ᾿ ἔτεκε τὸν Φαλέκ, οὕτω κληθέντα διὰ τὸν τῆς γῆς μερισμόν· ὅτε γὰρ ἡ διαίρεσις γέγονε τῶν τότε ἀνθρώπων, καὶ ὁ τῆς γῆς μερισμὸς τότε ἐτέχθη· φάλεκ γὰρ Ἑβραῖοι τὸν μερισμὸν ὀνομάζουσιν. Ἑβραῖοι δὲ τὸ ἔθνος ἐκ τοῦ Ἕβερ ἀρχῆθεν ἐκλήθη. τοῦ Φαλὲκ δὲ υἱὸς ὁ ῾Ραγαῦ, ὁ δὲ ῾Ραγαῦ πατὴρ τοῦ Σερούχ, οὗτος δ᾿ ἔτεκε τὸν Ναχώρ , ἐκ Ναχώρ δὲ Θάρρα προῆλθε, Θάρρα δὲ Ἀβραάμ.Τοῦ δὲ τῶν Ἐβραίων γένους προπάτωρ καὶ πατριάρχης τῶν αὐτοῦ πατριῶν ὁ μέγας οὗτος γέγονεν Ἀβραάμ, ὃς Χαλδαῖος μὲν ἦν τὸ γένος, δέκατος ἀπὸ Νῶε γενόμενος, διακοσίων ἐτῶν καὶ ἐνενήκοντα πρὸς δυσὶ διεληλυθότων ἐξ ὅτου τὴν γῆν ἅπασαν ὁ θεὸς ἐπομβρίᾳ κατέκλυσεν. οὗτος προγόνων ὢν ἀσεβῶν πρῶτος ἔγνω θεὸν ἕνα τὸν τῶν ὅλων δημιουργόν, ἐκ τῶν ποιημάτων καταλαβὼν τὸν ποιητήν, καὶ τούτῳ μόνῳ τὴν τιμὴν ἀπονέμειν δεῖν ἔλεγε. στασιασάντων δὲ διὰ ταῦτα πρὸς αὐτὸν τῶν Χαλδαίων μετῴκησεν ἐκεῖθεν, τοῦ γνωσθέντος αὐτῷ κελεύσει θεοῦ, καὶ τὴν Χαναναίαν ἔσχηκε γῆν. λιμοῦ δὲ τὴν Χαναναίαν πιέζοντος μεταναστεύει εἰς Αἴγυπτον. καὶ θαυμασθεὶς ἐπὶ συνέσει, τὴν ἀριθμητικὴν τοῖς Αἰγυπτίοις καὶ τὰ περὶ ἀστρονομίας ἀμαθῶς τούτων ἔχουσι παραδίδωσιν. ἐκ Χαλδαίων δὲ λέγεται φοιτῆσαι ταύτα πρὸς Αἴγυπτον κἀκεῖθεν εἰς Ἕλληνας. Ἀσσυρίων δ᾿ ἐπελθόντων τοῖς Σοδομίταις, οἶς συνῴκει καὶ Λὼτ ἀδελφόπαις ὢν Ἀβραὰμ τῆς Σάρρας τε ἀδελφός, καὶ πολλῶν μὲν πεσόντων Σοδομιτῶν, αἰχμαλωτισθέντων δὲ τῶν λοιπῶν, καὶ Λὼτ τοῖς Σοδομίταις συνῃχμαλώτευτο. ὃ μαθὼν Ἀβραὰμ σὺν τριακοσίοις ὀκτωκαίδεκα οἱκέταις αὐτοῦ καὶ φίλοις τρισὶ C κατεδίωξεν ὀπίσω τῶν Ἀσσυρίων, καὶ τούς τε Σοδομίτας ἔσωσε καὶ τὸν Λώτ. ἐπανιόντα δ’ ἐκ τῆς διώξεως ὁ τῆς Σόλυμα πόλεως βασιλεὺς αὐτὸν ὑποδέχεται, κεκλημένος Μελχισεδέκ σημαίνει δὲ τοῦτο μεθαρμοζόμενον εἰς τὴν Ἑλλήνων διάλεκτον βασιλεὺς δίκαιος· Σόλυμα γὰρ ἦν ὄνομα τότε τῇ πόλει Ἱερουσαλήμ · οὕτως ἀρχαία ἦν ἡ πόλις καὶ χρόνῳ τὰ πρεσβεῖα κληρωσαμένη κατὰ πασῶν. τῆς ἀρετῆς δὲ τὸν Ἀβραὰμ ἀποδεξάμενος ὁ θεὸς ἀμοιβὴν ὑπὲρ αὐτῆς ἐπηγγείλατο· τοῦ δὲ φαμένου ἄχαρι πᾶν αὐτῷ δοκεῖν εὐεργέτημα μὴ ἔχοντι τὸν τοῦτο διαδεξόμενον, ἦν γὰρ ἔτι γονῆς ἀμοιρῶν γνησίας, ὅτι τὴν μήτραν ἡ Σάρρα πεπήρωτο, ὁ θεὸς καὶ παῖδα δώσειν αὐτῷ καθυπέσχετο, καἰ ἐξ ἐκείνου μέγα προελθεῖν ἔθνος, τοῖς ἄστρασι τὸν ἀριθμὸν ἐξισούμενον·