σὺ δὲ καὶ οἱ υἱοί σου αὔριον πεσεῖσθε.’ καὶ ἐλυπήθη σφόδρα τούτων ἀκούσας Σαοὺλ καὶ ἀπῆλθε. καὶ οἱ ἀλλόφυλοι ἐστρατοπεδεύσαντο, καὶ Δαβὶδ καὶ οἱ μετ’ αὐτοῦ ἑξακόσιοι ὄπισθεν. τοῖς δὲ σατράπαις οὐκ ἤρεσκε συστρατεύεσθαι αὐτοῖς τὸν Δαβίδ, λέγουσι “μή τι κακὸν ἐργάσηται εἰς ἡμᾶς τοῖς ὁμοφύλοις προσθέμενος ἐν τῷ πολέμῳ,” καὶ ἀποστρέφειν αὐτὸν ἠξίουν. καὶ ὁ Ἀγχοὺς τοῖς σατράπαις πειθόμενος ἀπελθεῖν ἐκέλευσε τῷ Δαβίδ. καὶ ὃς ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ, καὶ εὗρε τὴν Σικελάγ, ἣν δέδωκεν αὐτῷ Ἀγχοὺς εἰς κατοίκησιν, ἐμπεπυρισμένην, καὶ τὰς γυναῖκας ἑαυτοῦ ἀμφοτέρας καὶ ὅσοι ἦσαν ἐκεῖ αἰχμαλωτισθέντας παρὰ τῶν Ἀμαληκιτῶν. καὶ ἀνῴμωξεν ἐπὶ τούτῳ Δαβὶδ καὶ οἱ μετ’ αὐτοῦ, καὶ ἠρώτησε τὸν θεὸν διὰ τοῦ ἀρχιερέως Ἀβιάθαρ εἰ καταδιώξεται ὀπίσω αὐτόν. ἐπιτρέψαντος δὲ τοῦ θεοῦ κατεδίωξε μετὰ τῶν τετρακοσίων, τοὺς δὲ διακοσίους ἐπὶ φυλακῇ τῶν σκευῶν καταλέλοιπε. καὶ εὑρὼν ἐσκεδασμένους αὐτοὺς ἐσθίοντάς τε καὶ πίνοντας, καὶ αἰφνηδὸν αὐτοῖς ἐπιθέμενος, πλὴν τετρακοσίων ἐν δρομάσι πεφευγότων καμήλοις πάντας ἀπέκτεινε καὶ τὴν λείαν ἅπασαν διεσώσατο. ἀναστρέψαντες δὲ οἱ μετὰ Δαβὶδ τετρακόσιοι οὐκ ἤθελον συμμεριστὰς αὐτοῖς καὶ τοὺς διακοσίους γενέσθαι, ἀρκεῖσθαι δ’ ἠξίουν σεσωσμέναις ταῖς ἑαυτῶν γυναιξίν. ἄδικον δὲ τὴν γνώμην ταύτὴν ἔκρινεν ὁ Δαβίδ, καὶ ἐπ’ ἴσης πᾶσι δεῖν μερισθῆναι τὴν ὠφέλειαν ἀπεφήνατο. ὃ καὶ νόμος ἔκτοτε γέγονε, συμμερίζειν κελεύων τοῖς μαχομένοις τὰ λάφύρα κατὰ τό ἴσον τοὺς τὰ σκεύη φυλάσσοντας. πολέμου δὲ συρραγέντος τοῖς Ἰσραηλίταις καὶ τοῖς Παλαιστηνοῖς, πλεῖστοι μὲν κτείνονται τῶν Ἑβραίων, καὶ οἱ τρεῖς δὲ παῖδες Σαοὺλ ἔπεσον, καὶ αὐτὸς Σαοὺλ ἐτέτρωτο εἰς τὰ ὑποχόνδρια. καὶ γνοὺς καιρίως βεβλημένος καὶ οὐ ζησόμενος, εἶπε τῷ ὁπλοφόρῳ αὐτοῦ ἐκκεντῆσαι αὐτόν, ἕνα μὴ ζῶν ἔτι τοῖς πολεμίοις ληφθῇ.τοῦ δὲ μὴ πειθομένου ποιήσαι τὸ κελευόμενον, αὐτὸς ἐπέπεσεν ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν. καὶ ὁ ὁπλοφόρος αὐτοῦ ὡς εἶδε πεσόντα τὸν βασιλέα καὶ αὐτὸς ἀπέκτεινεν ἑαυτόν. τῇ δ’ ἐπαύριον σκυλεύοντες οἱ ἀλλόφυλοι τοὺς πεσόντας τῶν Ἰσραηλιτῶν ἐνέτυχον τοῖς νεκροῖς τοῦ Σαοὺλ καὶ τῶν παίδων αὐτοῦ ἐν τοῖς ὄρεσι Γελβουέ, καὶ ἐκτεμόντες τὰς κεφαλὰς αὐτῶν εἰς τὴν οἰκείαν ἔπεμψᾶν χώραν, πανταχοῦ θεατρίζοντες ταύτας καὶ εὐαγγελιζόμενοι, καὶ τὰς πανοπλίας αὐτῶν ἀνέθεντο τοῖς οἰκείοις θεοῖς, τὰ δὲ σώματα ἀνεσταύρωσαν παρὰ τὸ τεῖχος Μεθσάμ, ἣ μετέπειτα ἐκλήθη Σκυθόπολις. τῶν δὲ τὴν πόλιν Ἰαβεὶς οἰκούντων ἐν Γαλαὰδ μαθόντων ὅσα συνέπεσον τῷ Σαούλ, ἐξῆλθον οἱ δυνατώτατοι, καὶ δι’ ὅλης τῆς νυκτὸς συντείναντες τὴν πορείαν καθεῖλον τὰ σώματα Σαοὺλ καὶ Ἰωνάθαν, καὶ ἀπαγαγόντες εἰς Ἰαβεὶς ἔκαυσαν ταῦτα, καὶ τὰ ὀστᾶ συλλέξαντες ἔθαψαν. ἐβασίλευσε δὲ Σαοὺλ ζῶντος ἔτι τοῦ Σαμουὴλ ὀκτωκαίδεκα ἔτη, ἐκείνου δ’ ἀποθανόντος δύο καὶ εἴκοσιν.