ὁ Σαοὺλ δὲ μαθὼν ὅτι πλῆθος ἤθροισται πρὸς Δαβίδ, συγκαλεσάμενος τοὺς φίλους ὠνείδιζεν αὐτοὺς ὡς ἐκείνῳ προστιθεμένους. δοῦλος δέ τις Σαοὺλ Σύρος τὸ γένος, Δωὴκ ὄνομα, παρατυχὼν ὅτε τοὺς ἄρτους ὁ ἀρχιερεὺς ἔδωκε τῷ Δαβὶδ καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ, παρεστηκὼς τότε αὐτῷ, ἀπήγγειλε τῷ βασιλεῖ ὡς εἶδε τὸν Δαβὶδ παραγενόμενον πρὸς τὸν ἀρχιερέα καὶ ἐρωτῶντα δι᾿ αὐτοῦ τὸν θεὸν καὶ ἐπισιτισμὸν λαβόντα καὶ τὴν ῥομφαίαν. μεταπεμψάμενος δὲ τὸν ἀρχιερέα ὁ βασιλεὺς ἐπενεκάλει αὐτῷ συνωμοσίαν μετὰ Δαβίδ. καὶ προσέταξε τοῖς παρεστηκόσιν αὐτῷ ὁπλἱταις κτεῖναι τὸν ἀρχιερέα καὶ πᾶσαν τὴν γενεὰν αὐτοῦ· εὐλαβηθέντων δ᾿ ἐκείνων ἐπενεγκεῖν χεῖρα τοῖς τῷ θεῷ ἱερωμένοις, τῷ Δωὴκ ἐπιτάσσει τοὺς φόνους. καὶ ὃς ἀπέκτεινεν ἅπαντας τριακοσίους ὄντας καὶ πέντε, καὶ τὴν πόλιν αὐτῶν ἐπάταξεν, ἡβηδὸν ἅπαντας ἀνελών, οὐ γυναικῶν, οὐ νηπίων, οὐχ ἑτέρας ἡλικίας φεισάμενος. εἷς δὲ μόνος υἱὸς τοῦ ἀρχιερέως διέδρα τὸν θάνατον Ἀβιάθαρ καλούμενος, ὃς φυγὼν πρὸς Δαβὶδ ἀπήγγειλε τὰ γενόμενα. Τῶν δὲ ἀλλοφύλων ἐμβεβληκότων εἰς Εεϊλὰ καὶ τὴν χώραν ληιζομένων, ὁ Δαβὶδ κελεύσαντος τοῦ θεοῦ ἐπῆλθεν αὐτοῖς μετὰ τῶν τετρακοσίων, καὶ ἐπάταξεν αὐτοὺς καὶ τὴν λείαν ἅπασαν ἐπανήγαγεν. Σαοὺλ δὲ στέλλει πλῆθος στρατιωτῶν αὐτὸν ἐκεῖ ἀναιρήσοντας. ὁ δὲ ἀπῆλθεν ἐκ Κεϊλὰ εἰς τὴν ἔρημον. καὶ Σαοὺλ οὐκ ἐπαύετο ζητῶν θανατῶσαι αὐτόν. Ἰωνάθαν δὲ ἥκει παρὰ τὸν Δαβὶδ καὶ παρεθάρρυνεν αὐτὸν καὶ παρεκάλει ἐλπίδας ἔχειν χρηστάς. ἐπεὶ δὲ Δαβὶδ ἐπὶ τὴν πέτραν κατέφυγε τὴν ἐν τῇ ἐρήμῳ Μαάν, καὶ ὁ Σαοὺλ ἐπῆλθε μετὰ πλήθους πολλοῦ, ἐκινδύνευε ληφθῆναι Δαβίδ, εἰ μὴ ἄγγελος ἧκε τῷ Σαοὺλ ὡς ἀλλόφυλοι τῇ χώρᾳ ἐπέθεντο· καταλιπὼν γὰρ τὸν Δαβὶδ ἐπὶ τοὺς πολεμίους ἐξώρμησεν. εἶτα ἀπηγγέλη αὐτῷ ὡς ἐν τῇ ἐρήμῳ Γαδδὶ αὐλίζεται ὁ Δαβίδ, καὶ τρισχιλίους λαβὼν ἐπορεύετο. ἀπιὼν δὲ ὑπὸ τῆς γαστρὸς ἠνωχλήθη.καὶ ἢν τι σπήλαιον ἐκεῖ, ἐν ᾧ Δαβὶδ καὶ οἶ μετ’ αὐτοῦ ἐνδότερον κατεκρύπτοντο· τοῦτο εἰσέδυ Σαοὺλ εἰς ἀπόπατον. καὶ Δαβὶδ ἠρεθίζετο παρὰ τῶν μετ’ αὐτοῦ κτεῖναι Σαούλ. ὁ δὲ οὐκ ἐπείσθη, ἀλλὰ τὸ πτερύγιον τῆς διπλοίδος αὐτοῦ λάθρᾳ ἐκτεμὼν ἔλαβε. καὶ ἐξελθόντος τοῦ βασιλέως προελήλυθεν ὁ Δαβὶδ καὶ ἐβόησεν ὀπίσω Σαούλ. καὶ ὁ βασιλεὺς ἀπεῖδε πρὸς τὴν φωνήν. καὶ προσεκύνησε Δαβὶδ καὶ εἶπε μὴ πίστευε ταῖς διαβολαῖς. ἰδοὺ παρέδωκέ σε κύριος εἰς τὰς χεῖράς μου· ὅτε γὰρ ἐν τῷ σπηλαίῳ τὸ τῆς διπλοί·δος σου πτερύγιον ἀπέτεμον, ῥᾷον ἦν μοι καὶ ἀνελεῖν σε.” καὶ ἅμα τὸ τμῆμα αὐτῷ ὑπεδείκνυε καί δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ” ἐξεβόησε. καὶ Σαοὺλ πρὸς ταῦτα κατανυγεὶς ἦρε τὴν φωνὴν αὐτοῦ καὶ κλαύσας ἔφη τῷ Δαβίδ “δίκαιος σύ· ἐγὼ μὲν γὰρ αἴτιός σοι κακῶν, σὺ δέ μοι ἀνταπέδωκας ἀγαθά. ὅθεν πείθομαι ὅτι βασιλέα σε Ἰσραὴλ τηρεῖ ὁ θεός. δὸς δή μοι πίστεις ὡς οὐκ ἐξολοθρεύσεις τὸν οἶκόν μου, ἀλλὰ διατηρήσεις τὸ γένος μου. καὶ ὤμοσε Δαβὶδ τῷ Σαούλ, καὶ ἀπῆλθον ἀπ’ ἀλλήλων.Ἀπέθανε δὲ τότε καὶ Σαμουὴλ ὁ προφήτης, ἀνὴρ δίκαιος καὶ χρηστός· ὃς ἦρξε τοῦ Ἰσραὴλ μετὰ τὸν Ἤλει μόνος μὲν ἔτη δώδεκα, μετὰ δὲ Σαοὺλ ὀκτωκαίδεκα. καὶ Δαβὶδ εἰς τὴν ἔρημον ἀπῆλθε Μαάν. καὶ ἀπέστειλε πρὸς Νάβαλ τὸν Καρμήλιον, πλούσιον ἄνδρα, κείροντα τὰ ποίμνια αὐτοῦ, τοὺς προσεροῦντας αὐτῷ καὶ ἀξιώσοντας δοῦναι τοῖς μετ’ αὐτοῦ καὶ αὐτῷ, καθὼς ἂν προαιροῖτο, ἀνέπαφα τηρήσασι τὰ ποίμνια καὶ τοὺς ποιμένας αὐτοῦ. Νάβαλ δὲ σκληρὸς τυγχάνων καὶ ἰταμός, ἀπανθρώπως τοῖς τοῦ Δαβὶδ ἀπεκρίθη καὶ ἀναιδῶς “τίς ὁ Δαβίδ;” εἰπών‘‘ καὶ τίς ὁ υἱὸς Ἰεσσαί;” καὶ δραπέτην καλέσας αὐτόν. ἐπὶ τούτοις θυμοῦται Δαβίδ, καὶ ὤμοσεν ἐξολοθρεῦσαι τὰ τοῦ Νάβαλ πάντα, καὶ ἀπῄει πρὸς ἐκεῖνον σὺν τετρακοσίοις ὁπλίταις. ἡ δὲ τοῦ Νάβαλ γυνὴ συνετὴ οὔσα καὶ ὡραία, μαθοῦσα ὅπως τε Δαβὶδ προσεῖπε τῷ ἀνδρὶ αὐτῆς καὶ ὡς ἀσινῆ τὰ αὐτῶν συνετήρησε καὶ ὅσα τῷ Δαβὶδ ὁ Νάβαλ ἀπεκρίθη βλάσφημα, μηδὲν κοινωσαμένη τῷ οἰκείῳ ἀνδρί, λαβοῦσα ἐπὶ τῶν ὄνων ξένια παντοῖά τε καὶ πολλὰ πρὸς τὸν Δαβὶδ ἐπορεύετο. καὶ συναντήσασα τούτῳ προσεκύνησεν, ἐδεῖτό τε μὴ μνησικακῆσαι τῷ ἀνδρὶ αὐτῆς· εἶναι γὰρ ἐκείνῳ κατὰ τὴν κλῆσιν τὸ φρόνημα· ἀφροσύνην γὰρ ὁ Νάβαλ δηλοί· ἀφεῖναι δὲ τὴν ὀργὴν καὶ τὰ προσαγόμενα δέξασθαι. ὁ δὲ καὶ ἐπῄνεσε τὴν γυναῖκα καὶ συγγνώμην νείμας ὑπέστρεψεν. ἐπανελθοῦσα δὲ ἡ γυνὴ πρὸς τὸν Νάβαλ τὴν τοῦ Δαβὶδ ἔφοδον ἐκείνῳ μεμήνυκε. καὶ ὃς δείματί τε καὶ λύπῃ κατασχεθεὶς οὐ πλείους τε τῶν δέκα ἐπιβιοὺς ἡμερῶν ἀπέρρηξε τὴν ζωήν. καὶ τοῦτο μαθὼν ὁ Δαβὶδ ἀπέστειλε πρὸς Ἀβιγαίαν μνώμενος αὐτὴν ἑαυτῷ. ἡ δὲ οὐκ ἀξίαν εἶπεν ἑαυτὴν εἶναι πρὸς συνοίκησιν τοιούτῳ ἀνδρί) ὅμως μέντοι ἀπῆλθε· καὶ ἔλαβεν αὐτὴν εἰς γυναῖκα ὁ Δαβίδ. Ο δὲ Σαοὺλ ἐπεβούλευεν ἔτι αὐτῷ, καὶ μετὰ τρισχιλίων λογάδων στρατοπεδεύεται παρὰ τὸν βουνὸν Ἐχελάτ, ὅπου διέτριβεν ὁ Δαβὶδ μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων ἀνδρῶν.νυκτὸς δὲ ἐπορεύθη Δαβὶδ αὐτὸς καὶ Ἀμεσὰ εἰς τὴν παρεμβολὴν τοῦ Σαούλ, καὶ εἰσῆλθον ὅπου ἦν καθεύδων Σαούλ. καὶ τοῦ Ἀμεσὰ ἀνελεῖν ὡρμηκότος αὐτὸν οὐκ εἴασεν ὁ Δαβίδ, τὸ δόρυ δὲ τοῦ βασιλέως καὶ τὸ ἀγγεῖον τοῦ ὕδατος λαβόντες ἐξῆλθον μή τινος αἰσθομένου, καὶ ταῦτα τοῦ Ἀβεννὴρ τοῦ ἄρχοντος τῆς δυνάμεως αὐτοῦ καὶ πολλῶν ἑτέρων κύκλῳ κειμένων τοῦ βασιλέως. ἀνελθὼν δὲ ἐπὶ τὸ ἄκρον τοῦ ὄρους Δαβὶδ ἐβόησε πρὸς τὸν Ἀβεννὴρ “τί ὅτι οὐ φυλάσσεις τὸν βασιλέα; ἰδοὺ γὰρ εἰσῆλθόν τινες κτεῖναι αὐτόν, καὶ ὑμεῖς οὐκ ἐγνώκατε. ζήτησον οὖν τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ εἴσῃ οἷος ὑμᾶς παρελήλυθε κίνδυνος.” ἐπιγνοὺς δὲ τὴν φωνὴν Δαβὶδ ὁ Σαούλ, καὶ ὡς ἐφείσατο καὶ αὖθις αὐτοῦ δυνάμενος αὐτὸν ἀνελεῖν, ἁμαρτεῖν εἶπε καὶ μεματαιῶσθαι, καὶ ἠξίου θαρρεῖν αὐτὸν καὶ ἐπιστρέφειν εἰς τὸν οἶκον αὐτοῦ. ὁ δέ “κύριος” ἔφη “δῴη ἑκάστῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ κατὰ τὴν πίστιν αὐτοῦ.” καὶ ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων Δαβὶδ πρὸς Ἀγχοὺς τὸν βασιλέα τῆς Γέθ, καὶ διῆγεν ἐκεῖ τέσσαρας μῆνας. τῶν δὲ Παλαιστηνῶν ἐπὶ τὸν Ἰσραὴλ ἐκστρατεῦσαι βουλομένων, ἔφη πρὸς Δαβὶδ ὁ Ἀγχοῦς “συνεξελεύσῃ μοι εἰς τὸν πόλεμον σὺ καὶ οἱ μετὰ σοῦ;” κἀκεῖνος προθύμως αὐτῷ συμμαχήσειν ὑπέσχετο. ἤδη δὲ τῶν ἀλλοφύλων προσελασάντων τῇ χώρᾳ τῶν Ἰσραηλιτῶν, ὁ Σαοὺλ τεθορύβητο καὶ τοῦ θεοῦ ἐπυνθάνετο εἰ μαχήσεται. μὴ ἀποκρινομένου δέ, ἐγγαστρίμυθον ἐζήτησε καὶ ἐπορεύθη πρὸς αὐτὴν μεταμφιασάμενος, ἵνα μὴ ὅστις εἴη ἐπιγνωσθῇ, καὶ ᾔτησεν ἀναχθῆναι αὐτῷ τοῦ Σαμουὴλ τὴν ψυχήν. καὶ ἐπῳδαῖς τισιν ἀναχθῆναι δοξάσῃ εἶπε Σαούλ θλίβομαι σφόδρα ὅτι συνήχθησαν κατ’ ἐμοῦ οἱ ἀλλόφυλοι καὶ ὁ κύριος ἀφέστηκεν ἀπ’ ἐμοῦ.” τὸ δὲ τοῦ Σαμουὴλ φάντασμα ἀπεκρίθη ὡς “πεποίηκέ σοι ὁ κύριος ὅσα προμεμήνυκεν δι’ ἐμοῦ, καὶ ἀφαιρεῖταί σου τὴν βασιλείαν καὶ δίδωσιν αὐτὴν τῷ Δαβίδ, καὶ τὸν λαὸν ὑποτάσσει τοῖς πολεμίοις·