Ἔθετο δὲ τὸν Ἀδὰμ ὁ θεὸς ἐν τῷ παραδείσῳ, ὅν αὐτὸς κατεφύτευσεν, ἔνθα τὸ ξύλον ἦν τῆς ζωῆς καὶ τὸ ξύλον τῆς γνώσεως, ἢ κατὰ τὸν Ἰώσηπον τῆς φρονήσεως. καὶ ἐνετείλατο αὐτῷ τῶν μὲν λοιπῶν ἀπολαύειν, ἀπέχεσθαι δὲ τοῦ ξύλου τῆς γνώσεως, θάνατον δ᾿ εἶναι πρὸ εἶπε τὸ τῆς παραβάσεως ἐπιτίμιον. ἄρδεται δὲ ποταμῷ ὁ παράδεισος, καὶ πρόεισιν ἐκεῖθεν ὁ ποταμὸς οὗτος εἰς τέσσαρα μεριζόμενος. καὶ Φεισὼν μὲν ὄνομα τῷ ἑνί· πληθὺν δὲ τοῦτο δηλοῖ· τοῖς δ᾿ Ἕλλησι Γάγγης οὗτος ὠνόμασται, τὴν Ἰνδικὴν διιὼν καὶ ἐκδιδοὺς εἰς τὸ πέλαγος. Γηὼν δὲ καλεῖται ὁ δεύτερος· σημαίνει δὲ ἡ κλῆσις τὸν ἀπὸ τῆς ἀνατολῆς ἐκδιδόμενον, ὃν Νεῖλον Ἰώσηπος λέγει προσαγορεύειν τοὺς Ἕλληνας. ὁ δ’ ἐπὶ τούτῳ Τίγρις ἐστίν, ὃν καὶ Διγλάθ καλεῖσθαί φησιν ὁ αὐτός, καὶ τὸ μετὰ στενότητος ὀξὺ ἐμφαίνεσθαι τῷ ὀνόματι. ὁ δὲ λοιπὸς Εὐφράτης ἐστὶν ἤτοι Φορά, ἢ ἄνθος ἢ σκεδασμός. καὶ ἄμφω δὲ οὗτοι εἶς τὴν Ἐρυθρὰν εἰσβάλλουσι θάλασσαν. παρίστησι δὲ τῷ Ἀδὰμ ὁ θεὸς πάντα τὰ ζῷα· ὃς ἑκάστω γένει αὐτῶν ὄνομα τίθησι. κτίζει τε τὴν γυναῖκα ὁ θεός, μίαν τῶν πλευρῶν λαβὼν ὑπνώττοντος τοῦ Ἀδάμ, καὶ προσήγαγεν αὐτὴν αὐτῷ. ὁ δὲ ἐξ ἑαυτοῦ γενομένην ταύτην ἐγνώρισε καὶ γυναῖκα ὠνόμασε· τοῖς γὰρ Ἑβραίοις Εὔα καλεῖται ἡ γυνή, κἀκείνη Εὕα ὠνόμαστο. ἦν μὲν οὑν ἀμφοῖν ἐν τῷ παραδείσῳ μακαρία διαγωγή, γυμνοῖς οὖσι τῇ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ. φθονοῦνται δὲ παρὰ τοῦ ὄφεως ἢ μᾶλλον παρὰ τοῦ νοητοῦ δράκοντος. καὶ πρόσεισιν ὁ ὄφις τῇ γυναικί, καὶ συμβουλεύει γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως. ὁμοφωνεῖν δὲ τότε φησὶν Ἰώσηπος τὰ ζῷα ἅπαντα. ἡ δὲ πείθεται, καὶ ἡδυνθεῖσα τῇ βρόσει πείθει καὶ τὸν ἄνδρα τοῦ καρποῦ μετασχεῖν. καὶ ἔγνωσαν γυμνοὺς ἑαυτούς, καὶ ἐκ φύλλων συκῆς ἑαυτοῖς ἐποίησαν περιζώματα, ἐκρύπτοντό τε διὰ τὴν γύμνωσιν ἀπὸ τοῦ θεοῦ ὁ Ἀδάμ τε καὶ ἡ γυνή.καὶ ὁ θεὸς τὴν αἰτίαν ἠρώτα, καὶ ὁ Ἀδὰμ τὴν γύμνωσιν προεβάλλετο καὶ τὸ αἰτίαμα προσῆπτε τῇ γυναικί· ἡ δ’ ἐξηπατῆσθαι παρὰ τοῦ ὄφεως ἔλεγεν. ὁ δὲ θεὸς τῷ ὄφει καταρασάμενος πρότερον, ποδῶν τε αὐτὸν στερήσας καὶ τὴν φωνὴν ἀφελόμενος, κατὰ τὸν Ἰώσηπον, καὶ ἰλυσπᾶσθαι κατὰ γῆς ἐπιτάξας, καὶ πολέμιον ἀποφήνας τῷ σπέρματι τῶν ἀπατηθέντων, πρὸς τὴν γυναῖκα τρέπεται, καὶ τῷ ἀνδρὶ αὐτὴν ὑποχείριον τίθησι, καὶ ταῖς ἐν τῷ τίκτειν ὠδῖσιν ἐπιτιμᾷ. εἶτα καὶ τὸν Ἀδὰμ ὑπάγει ἐπιτιμίῳ· τὸ δ᾿ ἦν ἡ πρὸς τὴν γῆν ἐξ ἧς ἐλήφθη ἀποστροφή, καὶ τὸ ἐν ἱδρῶτι τὸν ἄρτον ἐσθίειν, καὶ τὸ τὴν γῆν ἀκάνθας καὶ τριβόλους ἀνατέλλειν αὐτῷ. καὶ μετοικίζει αὐτοὺς ἐκ τοῦ παραδείσου, δερμάτινα αὐτοῖς ἐνδύματα περιθέμενος, ἴσως τὴν παχυτέραν σάρκα καὶ θνητὴν καὶ ἀντίτυπον. ἐντεῦθεν ἡμῖν ἡ μοχθηρὰ ζωὴ καὶ ἐπώδυνος καὶ τὸ πρὸς κακίαν εὐόλισθον.Γίνονται τοίνυν παῖδες αὐτοῖς, ὧν Κάϊν μὲν ὁ πρῶτος ἦν, κτῆσιν σημαίνει τό ὄνομα, ὅτι ἐκτήσαντο ἄνθρωπον, Ἄβελ δ’ ὁ δεύτερος· δηλοῖ δὲ πένθος ἡ κλῆσις· ἔσεσθαι γὰρ αὐτοῖς πένθος ἔμελλε δι’ αὐτόν. καὶ ὁ μὲν Ἄβελ νομεὺς ἦν ποιμνίου καὶ ἀρετῆς ἐπεμέλετο, ὁ δὲ Κάϊν ἐγεώργει τὴν γῆν πονηρότατος ὤν. δόξαν δὲ αὐτοῖς ἀπαρχὰς ἐκ τῶν ἰδίων πόνων προσαγαγεῖν τῷ θεῷ, ὁ μὲν Ἄβελ τὰ κρείττω τῶν πρωτοτόκων τῶν θρεμμάτων προσήνεγκε, Κάϊν δὲ τὰ τυχόντα προσηγηόχει τῶν τῆς γῆς καρπῶν. καὶ προσέσχεν ὁ θεὸς τοῖς τοῦ Ἄβελ δώροις, τῇ δὲ τού ΚάΪν οὐ προσέσχε πρόσ’ ἀγωγῇ. ὁ δὲ φθονήσας ἐπὶ τῇ προτιμήσει κτείνει τὸν ἀδελφόν, καὶ ἐπάρατος γίνεται τῷ θεῷ, καὶ στένειν καὶ τρέμειν καταδεδίκασται. ἐκβληθεὶς δὲ ἀπὸ προσώπου τοῦ θεοῦ ἐν γῆ̣ Ναίδ’ ᾤκησεν, ἔνθα καὶ παῖδας ἐγείνατο. οὗτος μέτρα τε καὶ στάθμια ἐπενόησε καὶ πρῶτος ὅρους ἐπήξατο γῆς, πονηρίας καθηγητὴς χρηματίσας. καὶ πόλιν εἰς ὄνομα τοῦ πρωτοτόκου υἱοῦ αὐτοῦ Ἐνὼς ᾠκοδόμησεν. υἱὸς δὲ τοῦ Ἐνώς Γαϊδάδ, παῖς δὲ τούτου Μαουιαήλ, τοῦ δὲ Μαθουσάλα, οὗ Λάμεχ υἱός. οὗτος δύο γυναῖκας ἑαυτῷ συνοικίσας, αἷ Ἄδα καὶ Σελᾶ ὠνομάζοντο, παῖδας ἐξ ἀμφοῖν ἔσχεν ἑβδομήκοντα καὶ ἑπτά· ὧν Ἰωαβὲλ μὲν κτηνοτρόφος ἦν καὶ προβατείαν ἠγάπησεν, Ἰουβὰλ δὲ μουσικὴν ἐπενόησε καὶ κιθάραν ἐμηχανήσατο καὶ ψαλτήριον, Θόβελ δὲ γεγονὼς ἐκ Σελᾶς σιδηρεὺς ἦν ἤτοι ἐργάτης σιδήρου τε καὶ χαλκοῦ. Τῷ δὲ Ἀδὰμ μετὰ θάνατον Ἄβελ διακοσίων τριάκοντα γεγονότι ἐτῶν ἕτερος ἐγεννήθη υἱός, ὃν ἐκάλεσε Σήθ. τέθνηκε δὲ ὁ Ἀδὰμ ἔτη ζήσας ἐνακόσια καὶ τριάκοντα. Σὴθ δὲ γενόμενος ἐτῶν πέντε καὶ διακοσίων ἐγέννησε τὸν Ἐνώς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τοῦτ’ ἔστι θεὸν προσαγορεῦσαι τὸν κύριον. δώδεκα δὲ καὶ ἐνακόσια ζήσας ἔτη τὰ πάντα Σήθ, καὶ υἱοὺς καὶ θυγαΒ τέρας λιπών, ἐξέλιπεν. ὃς ἀρετὴν μετῄει καὶ μιμητὰς τοὺς ἀπογόνους κατέλειψεν·οἳ σοφίαν τὴν περὶ τὰ οὐράνια κατενόησαν, καὶ στήλαις δυσί, τῇ μὲν ἐκ λίθων, τῇ δ’ ἐκ πλίνθου πεποιημέναις, τὰ εὑρημένα ἐνέγραψαν, ἵνα καὶ τοῖς μετέπειτα σώζωνται· ἔσεσθαι γὰρ ἀφανισμὸν τοῦ παντὸς προειρήκει Ἀδὰμ ἐκ πυρός τε καὶ ὕδατος. ἐξ Ἐνώς δὲ ἐτέχθη Καϊνᾶν ἄλλοι τε υἱοὶ καὶ θυγατέρες, καὶ ἀπέθανεν ἴτη ζήσας πέντε καὶ ἐνακόσια. ἐκ δὲ Καϊνᾶν ἐξέφυ Μαλελεὴλ καὶ ἕτεροι παῖδες, καὶ τέθνηκε ζήσας ἀριθμὸν ἐτῶν ἐνακοσίων καὶ δέκα. παῖς δὲ Μαλελεὴλ ὁ Ἰάρεδ, καὶ ἕτεροι, ὃς κατέλυσε τὴν ζωὴν ἐπ’ ἔτεσιν ὀκτακοσίοις καὶ πέντε πρὸς ἐνενήκοντα. Ἰάρεδ δὲ πατὴρ τοῦ Ἐνὼχ καὶ παίδων ἐπὶ τούτῳ ἑτέρων, καὶ τέθνηκε βιώσας ἐνιαυτοὺς ἐνακοσίους καὶ ἑξήκοντα πρὸς δυσίν. υἱὸς δὲ τοῦ Ἐνὼχ Μαθουσάλα καὶ ἕτεροι. εὐηρέστησε δὲ τό κυρίῳ Ἐνὼχ καὶ μετετέθη καὶ οὐχ εὑρίσκετο, ἐτῶν γεγονὼς τριακοσίων ἐξήκοντα πέντε. παῖς δὲ τοῦ Μαθουσάλα Λάμεχ καὶ ἕτεροι, καὶ θνήσκει ζήσας ἔτη ἐνακόσια ἐξήκοντα καὶ ἐννέα. Νῶε δ’ ἐτέχθη τῷ Λάμεχ, καὶ τέθνηκε Λάμεχ ἑπτακόσια ζήσας ἔτη καὶ πεντήκοντα πρὸς