δραμὼν δὲ Δαβὶδ καὶ τὴν ἐκείνου ῥομφαίαν σπασάμενος ἀποτέμνει τὴν κεφαλὴν Γολιὰθ καὶ σκυλεύει τὰ ὅπλα αὐτοῦ. τοῦτο τοῖς ἀλλοφύλοις δειλίαν ἐνέβαλε, καὶ ἔκλιναν εἰς φυγήν. Σαοὺλ δὲ τὸ οἰκεῖον αὐτοῖς ἐπάγει στράτευμα φεύγουσι· καὶ κτείνεται τῶν Παλαιστηνῶν πλῆθος πολὺ καὶ πλείονες τραυματίζονται καὶ τὸ στρατόπεδον αὐτῶν διαρπάζεται. τὴν κεφαλὴν δὲ Γολιὰθ προσάγει Δαβὶδ τό Σαούλ, τὴν δὲ ῥομφαίαν τῷ θεῷ ἀνατίθησιν.Ἐπανιούσης δὲ τῆς στρατιάς αἱ γυναῖκες συνήντων αὐτοῖς καὶ χορεύουσαι χιλιάδας ὀλέσαι τὸν Σαοὺλ ᾖδον, αἱ δὲ παρθένοι μυριάδας τὸν Δαβὶδ ἀφανίσαι ἀντῇδον. τοῦτο πρὸς φθόνον ἠρέθισε τὸν Σαούλ, φήσαντα “καὶ τί αὐτῷ ὑστερεῖ πλὴν ἡ βασιλεία; καὶ ὑπεβλέπετο τὸν Δαβίδ. ἐπιπεσόντος δὲ τῷ Σαοὺλ πνεύματος πονηροῦ, καὶ τοῦ Δαβὶδ κατεπᾴδοντος ὡς ἔθος αὐτῷ, τὸ δόρυ ἔβαλε κατ’ αὐτοῦ ὁ Σαούλ· καὶ δὶς τοῦτο ἐποίησε. καὶ ὁ Δαβὶδ ἐξέκλινε· κύριος γὰρ ἦν μετ’ αὐτοῦ. δεδιὼς δὲ αὐτὸν ὁ βασιλεὺς χιλίαρχον ἐποιήσατο, ἕν εἰς τοὺς πολεμίους ἀπιὼν κινδυνεύσῃ. ὁ δὲ τῷ θεῷ συμμαχούμενος εὐωδοῦτο, καὶ ὁ λαὸς ἠγάπα αὐτόν, καὶ ἡ τοῦ βασιλέως θυγάτηρ Μελχὸλ ἤρα Δαβίδ. προσηγγέλθη οὖν ὁ ἔρως τῷ βασιλεῖ, καὶ ὃς εἰς λαβὴν ἐπιβουλῆς ἐχρᾶτο τῷ ἔρωτι. ἔφη γὰρ δώσειν αὐτῷ τὸ θυγάτριον, εἰ ἑκατὸν ἀκροβυστίας ἐνέγκοι αὐτῷ, οἰηθεὶς πεσεῖσθαι αὐτὸν τοῖς ἀλλοφύλοις μαχόμενον. τοῦτο μαθὼν ὁ Δαβὶδ ἐπορεύθη μετὰ τῶν ὑπ’ αὐτόν, καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις καὶ ἤνεγκεν ἀκροβυστίας τῷ Σαοὺλ ἑκατόν. ὁ δὲ Ἰώσηπος οὐχ ἑκατὸν ἀκροβυστίας κομίσαι τὸν Δαβίδ, ἀλλὰ ἑξακοσίας κεφαλὰς ἀλλοφύλων. καὶ ζεύγνυσιν αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα Μελχόλ. ὁρῶν δὲ τὸν Δαβὶδ καὶ τῷ θεῷ συμμαχούμενον καὶ τῷ πλήθει φιλούμενον, ἔτι μᾶλλον ἐδεδίει, καὶ ἐπεβούλευεν αὐτῷ, καὶ κτανεῖν ἐπεχείρει. τῷ οὑν υἱῷ Ἰωνάθαν καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν τὴν ἀναίρεσιν αὐτοῦ ἐπιτάττει. Ἰωνάθαν δὲ φιλῶν τὸν Δαβὶδ δηλοῖ αὐτῷ τὸ ἐπίταγμα, καὶ φυλάττεσθαι παραινεῖ, καὶ ἐπαγγέλλεται διαλεχθήσεσθαι περὶ αὐτοῦ τῷ πατρὶ καὶ τὸ πᾶν ἐκφῆναι αὐτῷ. καὶ μέντοι καὶ διειλέχθη καὶ μετήνεγκε πρὸς πρᾳότητα· μεταβαλὼν γὰρ μηδὲν ἀδικήσειν ὤμοσε τὸν Δαβὶδ ὁ Σαούλ. Ἰωνάθαν δὲ ταῦτα δεδηλωκὼς τῷ Δαβίδ, εἰσάγει πρὸς τὸν βασιλέα αὐτόν, καὶ ἢν ὡς πρῴην αὐτῷ παραμένων.τῶν δὲ Παλαιστηνῶν κινηθέντων καὶ πάλιν καὶ τοῖς Ἑβραίοις ἐπιόντων, ἀντιταξόμενος αὐτοῖς παρὰ Σαοὺλ ὁ Δαβὶδ ἀποστέλλεται, καὶ μετὰ νίκης ἐπάνεισι. τοῖς δ’ εὐτυχήμασι τοῦ ἀνδρὸς καὶ ὁ κατ’ αὐτοῦ φθόνος συνηύξετο τῷ Σαούλ. καὶ τοῦ πονηροῦ πνεύματος αὖθις ἐπελθόντος αὐτῷ καὶ συμπνίγοντος παρῆν ὁ Δαβὶδ τὴν κινύραν κρούων καὶ κατεπᾴδων αὐτοῦ. ὁ Σαοὺλ δὲ τὸ δόρυ κατέχων ἠκόντισεν αὐτὸ κατὰ τοῦ Δαβίδ· ὁ δὲ προγνοὺς ἐξέκλινέ τε καὶ ἀνεχώρησεν. ἀπέστειλε δὲ Σαοὺλ νυκτὸς φύλακας εἰς τὸν οἶκον Δαβίδ, ἵνα μεθ’ ἡμέραν κτείνῃ αὐτόν. γνοῦσα δὲ τοῦτο Μελχὸλ ἡ γυνὴ αὐτοῦ, διὰ θυρίδος τὸν ἄνδρα κατήγαγε· καὶ ἀπέδρα. ἔωθεν δὲ τοῦ Σαοὺλ πέμψαντος ἐπὶ τὸν Δαβίδ, ἡ Μελχὸλ τὴν κλίνην ἑτοιμάσασα ὥς τινος ἐν αὐτῇ κειμένου, καὶ τοῖς ἐπιβλήμασιν ὑποθεῖσα ἧπαρ αἰγὸς νεοσφαγοῦς, ὡς ἄν τῇ τούτου κινήσει τὸ ἐπίβλημα σαλευόμενον δόκησιν παρέχῃ κεῖσθαι παρὰ τῇ κλίνῃ τινά, εἰσάγει τοὺς σταλέντας καὶ νοσεῖν τὸν ἄνδρα φησίν. οἱ δὲ ἀπήγγειλαν τῷ Σαούλ, καὶ ὃς ἐπὶ τῆς κλίνης αὐτὸν ἀχθῆναι διακελεύεται. ἀπελθόντες δὲ οἱ πεμφθέντες καὶ τῆς κλίνης ἀράμενοι τὸ ἐπίβλημα, τὸ τέχνασμα κατενόησαν καὶ τῷ βασιλεῖ κατηγγέλκασιν. οὕτω δὲ τὸν θάνατον ὁ Δαβὶδ ἐκρυγὼν τῷ Σαμουὴλ εἰς Ἀρμαθαῒμ προσελήλυθε καὶ σὺν ἐκείνῳ διῆγεν ἐν Ναβιὼθ εἰς Ῥαμά. πέμπει τοίνυν κἀκεῖ ὁ Σαοὺλ τοὺς ἄξοντας τὸν Δαβίδ. οἱ δ’ ἀπελθόντες καὶ προφητῶν ἐκκλησίαν εὑρόντες καὶ αὐτοὶ προεφήτευον. τοῦτο μαθὼν ὁ βασιλεὺς καὶ ἑτέρους πέμπει, κἀκείνων σχόντων ὁμοίως ἄλλους ἀπέστειλε, καὶ τῶν τρίτων δὲ κατόχων γεγονότων τῷ πνεύματι αὐτὸς ἐξώρμησεν ὑπ’ ὀργῆς, καὶ πλησιάσας προφητεύειν ἤρξατο καὶ αὐτός. ὅτε καὶ τὸ ᾀδόμενον οἶ ἐκεῖ παρόντες ἐφθέγξαντο τό “εἶ καὶ Σαοὺλ ἐν προφήταις; ἐλθὼν δὲ ὅπου ἢν Σαμουήλ, ἔκφρων ὥσπερ γενόμενος καὶ τὴν ἐσθῆτα περιδυσάμενος γυμοὸς ἔκειτο δι’ ὅλης ἡμέρας τε καὶ νυκτός.Ο δὲ Δαβὶδ ἐκεῖθεν ἀπέδρα καὶ τῷ Ἰωνάθαν τὴν κατ’ αὐτοῦ τοῦ πατρὸς μεμήνυκεν ἐπιχείρησιν ὁ δὲ ἠπίστει. ἠξίου δὲ ὁ Δαβὶδ αὐτὸν ἀπόπειραν ποιήσασθαι τῆς γνώμης τῆς πατρικῆς καὶ ταύτην δηλῶσαι αὐτῷ ἔξω προσμενοῦντι τῆς πόλεως. προσαγαγὼν οὖν λόγους ὁ Ἰωνάθαν τῷ πατρὶ περὶ τοῦ Δαβίδ, καὶ τὴν πατρικὴν προαίρεσιν ἐγνωκὼς διψῶσαν τὸν θάνατον τοῦ ἀνδρός, ἀπαγγέλλει πάντα αὐτῷ λάθρᾳ δι’ ἑαυτοῦ, καὶ σώζειν προτρέπεται ἑαυτόν. καὶ ὥρκισε τὸν Δαβὶδ μεμνῆσθαι αὐτοῦ, κἂν τύχῃ θανών, ἐνδείξασθαί τι χρηστὸν εἰς τοὺς ἐξ αὐτοῦ. ταῦτ’ εἰπὼν Ἰωνάθαν ὑπέστρεψε, Δαβὶδ δὲ φεύγων εἰς Ναβὰ παραγίνεται πρὸς Ἀβιμέλεχ τὸν ἀρχιερέα. ὁ δὲ πῶς μόνος ἥκει διεπυνθάνετο. κἀκεῖνος ἐντετάλθαι τι αὐτῷ παρὰ τοῦ βασιλέως εἶπεν ἀπόρρητον, “καὶ ἵνα μή τις γνῷ περὶ τούτου, μεμόνωμαι· ἐνταῦθα δέ μοι συνελθεῖν τοῖς παιδαρίοις ἐπέταξε. ταῦτα εἰπὼν ἄρτους ᾔτησε. καὶ ὁ ἀρχιερεὺς μὴ ἔχειν εἶπεν ἄλλους ἣ τοὺς ἁγίους, καί “εἰ ἀπὸ γυναικὸς ἐφυλάξασθε, λάβετε τούτους καὶ φάγετε.” ὁ δὲ καὶ ῥομφαίαν αὐτῷ δοθῆναι ἐζήτησε. μὴ ἔχειν μέντοι ὁ ἀρχιερεὺς ὅπλον ἕτερον ἀπεκρίνατο ἑέ μὴ τὴν ῥομφαίαν τοῦ Γολιάθ, ἣν αὐτὸς ἀνέθετο τῷ θεῷ. καὶ ταῦτα λαβὼν ὁ Δαβὶδ εἰς Γὲθ ἀπελήλυθε πρὸς βασιλέα τῶν ἀλλοφύλων Ἀγχούς. καὶ γνωσθεὶς ὅστις εἴη καὶ φοβηθείς, μανίαν ὑπεκρίθη καὶ ὡς ἔκφρων ἐπορεύετό τε καὶ ἔπραττεν. οὕτω δ’ ἐκ τῶν ἀλλοφύλων διασωθεὶς εἰς τὴν Ἰούδα φυλὴν παραγίνεται, καὶ κρύπτεται εἰς τὸ σπήλαιον Ὀδολάμ. ἔνθα οἶ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συγγενεῖς προσῆλθον αὐτῷ· εἶτα καὶ ἄλλοι ἐκεῖ συνερρύησαν, ὡς γενέσθαι πάντας περὶ τετρακοσίους. ἄπεισι δ’ ἐκεῖθεν εἰς Μωαβίτας, καὶ παρακαλεῖ τὸν βασιλέα Μωὰβ παροικῆσαι παρ’ αὐτῷ τοὺς γονεῖς αὐτοῦ ἕως ἂν εἴς τι τέλος ἥξει τὰ κατ’ αὐτόν. ὁ δὲ πείθεται καὶ προσδέχεται τὸν Ἰεσσαὶ καὶ τὸν οἶκον αὐτοῦ. καὶ ὁ Δαβὶδ εἰς τὴν γῆν ἐπορεύθη Ἰούδα, τοῦτο Γὰδ τοῦ προφήτου κελεύσαντος.