καὶ ἄλλα δὲ σημεῖα τοῦ ἀληθεύειν εἶπεν αὐτῷ καὶ ὅτι προφητεύσει ἐν Γαβαθᾶ γεγονὼς μετὰ τῶν ἐκεῖ προφητῶν, καὶ ἥξειν εἰς Γάλγαλα αὐτῷ ἐνετείλατο ἡνίκα μεταπεμφθῇ παρ’ αὐτοῦ. συνήθροισε δ’ ἔπειτα τὸν λαὸν καὶ κλήρους ἐκέλευσε βαλεῖν τὰς φυλάς, ἕν ἀναδειχθείη ἐκ ποίας ὁ βασιλεύσων ἔσται. ἔπεσεν οὑν ὁ κλῆρος εἰς τὴν Βενιαμίτιδα, εἶτα εἰς τὴν πατριὰν Ματταρί. κατ’ ἄνδρα δὲ τῆς πατριᾶς κληρωθείσης, εἰς τόν Σαοὺλ ὁ κλῆρος ἔπεσεν. ὡς δὲ ζητούμενος οὐκ ἢν, μυεῖται ὁ Σαμουὴλ παρὰ τοῦ θεοῦ ὅπου ἐκέκρυπτο, καὶ ἀχθέντα ἔστησε μέσον. καὶ ἦν ὑπερωμίας καὶ πάντων ὑπερέχων κατὰ τὴν ἡλικίαν τοῦ σώματος. καὶ πρὸς τὸ πλῆθος ἔφησεν ὁ προφήτης τοῦτον ἔχρισεν ὑμῖν εἰς βασιλέα ὁ κύριος, ᾧ οὐκ ἔστιν ὅμοιος ἐν πᾶσιν ὑμέν’.” ὁ δὲ λαὸς ἐπευφήμησε καὶ εἶπεν ‘ζήτω ὁ βασιλεύς.” οὕτω δὲ τῷ Σαοὺλ βασιλεύσαντι πολλοὶ μὲν προσεῖχον ὡς βασιλεῖ καὶ κατὰ τὸ προσῆκον ἐτίμων αὐτόν, πολλοὶ δὲ κατεφρόνουν τε καὶ ἐχλεύαζον. Μετὰ δὲ μῆνα Νάας ὁ τῶν Ἀμμανιτῶν βασιλεὺς στρατεύει ἐπὶ Ἰαβεὶς Γαλαάδ, μὴ ἄλλως λέγων φείσασθαι τῶν ἀνδρῶν, εἰ μὴ δῶσιν αὐτῷ τόν ἑκάστου ἐξελεῖν ὀφθαλμὸν δεξιόν. οἱ δὲ ἀνοχὴν ἐζήτησαν ἑπτὰ ἡμερῶν· καὶ λαβόντες πέμπουσιν ἀγγέλους εἰς Γαβαά. καὶ ἀκούσαντες οἱ ἐκεῖ τοὺς λόγους τοῦ Ἀμμανίτου ἐθρήνησαν· ὁ δὲ Σαοὺλ ἐθυμώθη σφόδρα, καὶ λαβὼν δύο βόας ἐμέλισεν αὐτοὺς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραήλ, ἀπειλῶν οὕτω θήσειν τοὺς μὴ κατὰ τῶν Ἀμμανιτῶν συνεκστρατεύσοντας αὐτῷ. συνδραμόντος δὲ τοῦ λαοῦ ἠρίθμησεν αὐτοὺς καὶ εὗρε μυριάδας ἑβδομήκοντα. καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Σαούλ, καὶ προεφήτευσεν εἰπὼν ὡς αὔριον ἔσται τοῖς ἀνδράσιν Ἰαβεὶς σωτηρία. καὶ ἀναστὰς ἐπορεύθη αὐτός τε καὶ ὁ λαὸς δι’ ὅλης τῆς νυκτός, καὶ περὶ τὴν πρωινὴν φυλακὴν ἐπῆλθε τοῖς Ἀμμανίταις, τριχῇ τὸ στράτευμα διελών.καὶ κυκλωσάμενος αὐτούς, πολλοὺς μὲν ἀπέκτεινε καὶ αὐτὸν τὸν βασιλέα Νάας, τοὺς δὲ περισωθέντας εἰς φυγὴν ἐτρέψατο· καὶ εἰς τὴν χώραν αὐτῶν ἐμβαλὼν καὶ πλείστην λείαν λαβὼν λαμπρῶς ἐπανέζευξεν. οὐκέτι γοῦν ἠδόξει παρά τισιν, ἀλλ’ ἐπ’ ἀνδρείᾳ διαβεβόητο καὶ τετίμητο καὶ τοῖς πρῴην αὐτὸν χλευάζουσι. συναγαγὼν δὲ αὖθις ὁ Σαμουὴλ τὸν λαὸν δὶς ἀναγορεύει τὸν Σαοὺλ βασιλέα, χρίσας τῷ ἐλαίῳ καὶ πάλιν αὐτόν. μετέπεσεν οὖν ἡ τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν ἐξ ἀριστοκρατίας· ἐπὶ γὰρ Μωυσέως καὶ Ἰησοῦ ἀριστοκρατούμενοι ἦσαν, εἶτα ἐπ’ ἔτη δέκα καὶ ὀκτὼ ἄναρχοι διετέλεσαν, εἰσ’ ἔπειτα δ’ ἤρχθησαν ὑπὸ τῶν καλουμένων κριτῶν, τῷ ἀρίστῳ περὶ τῶν ὅλων δικάζειν καὶ οἰκονομεῖν ἐπιτρέποντες.τοῦ δὲ Σαμουὴλ ἐξορκίζοντος τὸν λαὸν εἰπεῖν εἴ τι ἄδικον εἰργάσατο εἰς αὐτούς, πάντες δικαίως αὐτὸν καὶ καλῶς προστῆναι τοῦ ἔθνους ἐβόησαν. ὁ δὲ αὐτοῖς ἀπεκρίνατο “ἴστε ὡς μεγάλως ἡμαρτήκατε βασιλέα ἑαυτοῖς αἰτησάμενοι, κἀκ τούτου παρωργίσατε τὸν θεόν. ἔσται δὲ τοῦτο σημεῖον ὑμῖν τὸ θέρους ἐν ἀκμῇ χειμῶνα γενήσεσθαι.” καὶ κατὰ τὸν τοῦ προφήτου λόγον βρονταὶ καὶ ἀστραπαὶ γεγόνασι, κατηνέχθη τε χάλαζα, ὡς δέος ἐμπεσεῖν τῷ λαῷ καὶ ἱκετεύειν ἰὸν Σαμουὴλ ἱλεώσασθαι τὸν θεὸν αὐτοῖς ἁμαρτήσασι. Τῶν δὲ Παλαιστηνῶν τοὺς Ἐβραίους καταστρεφόντων καὶ τὰ ὅπλα σφῶν ἀφαιρουμένων σιδήρῳ τε κεχρῆσθαι ἀπαγορευόντων, ὁ Σαοὺλ εἰς Γάλγαλα καταβὰς ἐπ’ ἐλευθερίᾳ τὸν λαὸν κατὰ τῶν Παλαιστηνῶν διαναστῆναι ἠρέθιζεν. οἱ δ’ ηὐλαβοῦντο διὰ τὸ πλῆθος τῶν ἐναντίων. ὁ δὲ βασιλεὺς τὸν Σαμουὴλ ἐκάλει πρὸς ἑαυτόν. καὶ ὃς μεθ’ ἡμέρας ἒξ παραγενέσθαι ὑπέσχετο, θύσειν τε τῇ ἑβδόμῃ, ἔν οὕτω τοῖς ἀλλοφύλοις συμμίξωσιν. ὁ δέ γε Σαοὺλ ὁρῶν τὸν λαὸν ὑπορρέοντα καὶ καταλιμπάνοντα αὐτόν, ἔθυσεν. ἀκούσας δὲ ἤδη προσιόντα τὸν Σαμουήλ , ἐξῆλθε συναντήσων αὐτῷ. ὁ δὲ “τί τοῦτο ἐποίησας ἔφη παραβάς μου τὴν ἐντολήν; ἴσθι τοίνυν ὡς οὐ στήσεταί σου ἡ βασιλεία, ἀλλὰ ζητήσει κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ.” καὶ ἀνεχώρησε Σαμουὴλ, Σαοὺλ δὲ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ ἧκεν εἰς Γαβαὼ σὺν στρατιώταις ἑξακοσίοις. εἶς τρία δὲ διαιρεθέντες οἱ ἀλλόφυλοι τὴν χώραν τῶν Ἰσραηλιτῶν ἐληίζοντο. Σαοὺλ δὲ καὶ Ἰωνάθαν καὶ Αχιὰ ὁ ἀρχιερεὺς ἀφ’ ὕψους ὁρῶντες τὰ δρώμενα, καὶ ἀμῦναι δι’ ὀλιγανδρίαν μὴ σθένοντες, ἤχθοντο. ὁ δ’ Ἰωνάθαν μηδὲν εἰπὼν τῷ πατρὶ καταβὰς ἀπὸ τοῦ βουνοῦ σὺν μόνῳ τῷ ὁπλοφόρῳ αὐτοῦ “προσβάλλωμεν ” ἔφη “τῇ τῶν ἀλλοφύλων παρεμβολῇ, καὶ εἰ μὲν εἴπωσιν ἡμίν ἀπόστητε, οὐκ ἀναβησόμεθα πρὸς αὐτούς, εἰ δ’ ἀνάβητε πρὸς ἡμὰς φήσουσι, σύνθημα νίκης τὸν λόγον νομιστέον ἡμῖν. καὶ ὥρμησαν ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον.καὶ αὐτοῖς οἱ ἀλλόφυλοι ‘‘ἀνάβητε” ἔλεγον ‘‘πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα.” τοῦτο θάρσος ἐνῆκε τῷ Ἰωνάθαν· καὶ ἀποστὰς ἐκεῖθεν, ἑτέρωθεν ἀνερπύσας μετὰ τοῦ ἑπομένου αὐτῷ ἔπεισι τοῖς πολεμίοις ὑπνώττουσι. καὶ κτείνουσι μὲν ὡς εἴκοσι, τοῖς δὲ λοιποῖς δειλίαν ἐνέβαλον· οἳ θορυβούμενοί τε καὶ φεύγοντες ὑπ’ ἀλλήτων διώλλυντο. ἰδὼν δὲ ταραττόμενον ὁ Σαοὺλ τὸ τῶν πολεμίων στρατόπεδον, καὶ ἀπόντα τὸν υἱὸν ἄμα ᾧτ’ ὁπλοφόρῳ κατανοήσας, προσβάλλει καὶ αὐτὸς τεταραγμένοις τοῖς ἐναντίοις· καὶ οἶ πρὶν δὲ διὰ φόβον κρυβέντες ἀναθαρσήσαντες τῷ βασιλεῖ προσετίθεντο. καὶ διώκων τοὺς πολεμίους ἐκτίννυεν. ἐπαρᾶται τοίνυν τοῖς ἑαυτοῦ, εἴ τις ἀποσχόμενος τοῦ φονεύειν τοὺς ἐχθροὺς φάγοι, εἰ μὴ νὺξ αὐτοὺς παύσοι. ἐν δὲ τῷ διώκειν κατά τινα δρυμὸν ἦλθον, ἐν ᾧ μελισσὼν ἦν, καὶ λαβὼν ὁ Ἰωνάθαν κηρίον μέλιτος ἔφαγεν οὐ γὰρ ἢν ἀκηκοὼς τῆς ἀρᾶς τοῦ πατρός. ἐπελθεῖν δὲ βουληθεὶς ὁ Σαοὺλ τῇ τῶν ἐναντίων παρεμβολῇ, ἠρώτα διὰ τοῦ ἀρχιερέως τὸν θεὸν εἰ δίδωσι νίκην. τοῦ δὲ θεοῦ μὴ δηλοῦντος, ἐζήτει τὸ αἴτιον, καί “ὄμνυμι” ἔφη “αὐτὸν τὸν θεὸν ἀποκτείνειν τὸν ἁμαρτόντα, κἂν Ἰωνάθαν εἴη ὁ παῖς ὁ ἐμός.” καὶ κληρωσαμένων ἐπὶ Ἰωνάθαν ὁ κλῆρος ἔπεσεν. ὁ δὲ περὶ ἁμαρτίας ἀνακρινόμενος οὐδὲν εἶπεν ἑαυτῷ συνειδέναι ἣ ὅτι χθὲς τὴν ἀρὰν ἀγνοήσας ἐν τῷ διώκειν ἐγευσάμην κηρίου. ἀκούσας δὲ ὁ πατὴρ ἀποκτενεῖν αὐτὸν ὤμοσε. καὶ ὁ λαὸς ἀντώμοσε μὴ περιόψεσθαι τὸν αἴτιον τῆς νίκης ἀποθανούμενον, καὶ ἐξαρπάσαντες αὐτὸν εὐχαῖς τὸν θεὸν ἐξιλάσκοντο. διαφθείρας δὲ ὁ Σαοὺλ ὡσεὶ μυριάδας ἒξ τῶν Παλαιστηνῶν ἀνθυπέστρεψε. χειροῦται δὲ Ἀμμανίτας καὶ Μωαβίτας Παλαιστηνούς τε καὶ Ἰδουμαίους καὶ Ἀμαληκίτας καὶ τὸν βασιλέα τῆς Σουβᾶ, καὶ ἐξείλετο τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν ἀλλοφύλων.