Ἐντεῦθεν Παλαιστηνοὶ κατὰ τῶν Ἰσραηλιτῶν ἐκστρατεύουσι, καὶ ἦσαν τῇ μάχῃ ἐπικρατέστεροι. ὁ δὲ λαὸς κομισθῆναι τὴν κιβωτὸν αἰτοῦσιν εἰς ἀρωγήν. πεμφθείσης δ᾿ ἐκεῖσε τῆς κιβωτοῦ σὺν τοῖς υἱοῖς τοῦ Ἠλεί, συγκεκρότητο μάχη. καὶ ἥττηντο οἱ Ἑβραῖοι, ἔπεσον δὲ ὡσεὶ τρισμύριοι, καὶ οἱ τοῦ ἀρχιερέως υἱοί, καὶ ἡ κιβωτὸς ἐλήφθη τοῖς πολεμίοις. Ἠλεὶ δὲ ὁ ἀρχιερεὺς ἐφ᾿ ὑψηλοῦ καθῆστο δίφρου, καὶ μαθὼν τὰ τῆς μάχης καὶ τὴν σφαγὴν τῶν υἱῶν καὶ τὴν αἰχμαλωσίαν τῆς κιβωτοῦ, περιαλγήσας ἐξέπεσε τοῦ θρόνου καὶ τέθνηκεν, ἐνενηκοντούτης γενόμενος, τεσσαράκοντα δὲ τούτων ἐνιαυτοὺς τοῦ Ἰσραὴλ ἡγησάμενος. οἱ δὲ ἀλλόφυλοι εἰς Ἄζωτον πόλιν ἀπαγαγόντες τὴν κιβωτὸν τῷ Δαγών, οὕτω γὰρ τὸν ἑαυτῶν ἐκάλουν θεόν, ἀνέθεντο. ἕωθεν δὲ εἰς τὸν οἶκον Δαγὼν εἰσελθόντες εὗρον κείμενον τὸ ξόανον ἐνώπιον τῆς κιβωτοῦ ἐπὶ τῆς γῆς. καὶ ἀναστήσαντες αὐτὸ ἐπὶ τῆς προτέρας ἔστησαν βάσεως. ὡς δὲ τοῦτο συχνάκις εὗρον γινόμενον, καὶ πολλάκις τὸ εἴδωλον ἀνορθώσαντες τοσαυτάκις κείμενον κατελάμβανον ἐν σχήματι προσκυνοῦντος τὴν κιβωτόν, ἐθαμβοῦντο καὶ διηπόρουν. ἔπειτα δ᾿ ἐπέσκηψε τῇ τῶν Ἀζωτίων πόλει καὶ τῇ χώρᾳ φθορά, νόσος μὲν τοῖς ἀνθρώποις περὶ τὰς ἕδρας, ἣν δυσεντερίαν φησὶν ὁ Ἰώσηπος, καὶ ἔθνησκον συχνοὶ ἐξ αὐτῆς, μύες δὲ τῆς γῆς ἀναδοθέντες τὴν χώραν ἅπασαν ἐκεράϊζον. ὀψὲ δὲ συνῆκαν τὴν κιβωτὸν αἰτίαν αὐτοῖς εἶναι τῶν παθῶν οἱ Ἀζώτιοι, καὶ πέμπουσιν αὐτὴν εἰς Ἀσκάλωνα· καὶ ἔπασχον κἀκεῖνοι τὰ ὅμοια. καὶ οὕτω πέντε τῶν Παλαιστηνῶν ἀμείβει πόλεις ἡ κιβωτός, καὶ πάσαις εἰς κάκωσιν γέγονεν. συνῆλθον οὖν οἱ τῶν κακουμένων πέντε πόλεων ἄρχοντες, Γήτης καὶ Ἀκκαρὼν Ἀσκάλωνός τε καὶ Γάζης καὶ Ἀζώτου, καὶ οἱ μὲν ἄλλα περὶ τῆς κιβωτοῦ, οἱ δ᾿ ἕτερα συνεβούλευον .καὶ τέλος ἔδοξε πᾶσιν ἔδρας πέντε χρυσᾶς καὶ μύας τοσούτους χρυσοῦς ποιῆσαι καὶ θέσθαι ἐπὶ τῆς κιβωτοῦ, ἅμαξάν τε καινουργῆσαι καὶ βόας πρωτοτοκούσας τῇ ἁμάξῃ ὑπαγαγεῖν, τοὺς δὲ μόσχους αὐτῶν κατασχεῖν, καὶ ἐπιθεῖναι τῇ ἀμάξῃ τὴν κιβωτόν, τὰς βόας δ’ ἀπαγαγόντας ἐπὶ τριόδου καταλιπεῖν, ἕν ἐπ’ αὐταῖς εἴη ἀπιέναι καθ’ ἣν ὁρμήσουσι· καίει μὲν εὐθὺ τῶν Ἰσραηλιτῶν ἀπελεύσονται, διὰ τὴν κιβωτὸν οἴεσθαι σφίσιν ἐπάγεσθαι τὰ κακὰ καὶ μὴ κωλύειν τὴν εἰς ἐκείνους πορείαν, εἰ δ’ ἄλλοσέ πῃ ἀπίοιεν, ἐπιστρέψαι αὖθις τὰς βόας τε καὶ τὴν ἅμαξαν καὶ τὰ ἐπ’ αὐτῆς. ἐπιτελέσαντες τοίνυν τὰ δόξαντα ἀφῆκαν τὰς βόας, μηκόθεν ἑπόμενοι καὶ αὐτοί, ἕν ὁρῷεν τὸ ἐκβησόμενον. αἱ δὲ κατ’ εὐθὺ τῶν Ἑβραίων ἀπῄεσαν καὶ οὐ πρότερον ἔστησαν πρὶν εἰς μέγα πεδίον ἐν Βαιθσαμοῖς κατηντήκασιν. ὡς οὖν εἶδον οἱ τῆς κόμης ἐκείνης ἄνδρες τὴν κιβωτόν, ὡρμήκασιν ἐπ’ αὐτήν, καὶ καθελόντες ἐκ τῆς ἀμάξης αὐτὴν ἔθυσαν τὰς βόας καὶ τοῖς ξύλοις οἶς ἡ ἅμαξα εἴργαστο αὐτὰς ὡλοκαύτωσαν. ὅπερ ἰδόντες οἱ Παλαιστηνοὶ ὑπενόστησαν. τοὺς δ’ ἁψαμένους τῆς κιβωτοῦ, μὴ ὄντας ἱερεῖς, ὀργισθεὶς ὁ θεὸς ἐθανάτωσεν. οἱ δέ γε λοιποὶ τῷ κοινῷ τῶν Ἑβραίων ἐγνώρισαν τὰ περὶ τῆς κιβωτοῦ· κἀκεῖνοι λαβόντες αὐτὴν ἀπάγουσιν εἰς Καριαθιαρεὶμ καὶ εἰς οἰκίαν Ἀμιναδὰβ ἐκ τῆς Λευιτικῆς ὄντος φυλῆς κατατίθενται. καὶ ἔμεινεν ἐκεῖ ἔτη εἴκοσι, παρὰ δὲ τοῖς ἀλλοφύλοις μήνας τέσσαρας. Σαμουὴλ δὲ ὁ προφήτης μέγα ἤδη σχὼν ὄνομα καὶ δόξης ἥκων ἐπὶ πολύ, συναγαγὼν τὸν λαὸν περὶ ἐλευθερίας αὐτῷ διειλέχθη καὶ ἔπεισε ταύτης ἀντιποιήσασθαι. ὃ μαθόντες οἱ Παλαιστηνοὶ ἀπροσδοκήτως τοῖς Ἑβραίοις ἐπίασι, καὶ κατεπτόησαν αὐτούς, ὡς τῷ Σαμουὴλ προσδραμεῖν, λέγοντας ἀπεγνῶσθαι τὴν σωτηρίαν αὐτοῖς, εἶ μὴ αὐτὸς σφίσι τὴν ἐκ τοῦ θείου ἐπικουρίαν αἰτήσεται. καὶ ὃς θαρρεῖν παρεγγυᾷ , καὶ τὸν θεὸν ἐπαρῆξαι διαβεβαιοῦται αὐτοῖς, καὶ θύσας ἄρνα δέεται τοῦ θεοῦ.μήπω δὲ τὴν θυσίαν τῆς ἱερᾶς δαπανησάσης φλογὸς προσβάλλουσι τοῖς Ἑβραίοις οἱ ἀντιπόλεμοι, ῥᾷον αὐτῶν κρατήσειν ὡς ἀόπλων οἰόμενοι. σειμῷ δὲ τῆς γῆς κλονηθείσης ὑπὸ τοῦ θεοῦ, καταρραγεισῶν τε βροντῶν καὶ ἐξαφθεισῶν ἀστραπῶν, εἰς δειλίαν ἐνέπεσον οἱ πολέμιοι καὶ ἐτράπησαν εἰς φυγήν. κατεδίωξε δὲ Σαμουὴλ καὶ τὸ πλῆθος ὀπίσω αὐτῶν καὶ πολλοὺς διεφθάρκασι, καὶ οὐκέτι μετὰ τὴν πληγὴν ταύτην ἐπὶ τοὺς Ἰσραηλίτας ἐστράτευσαν, ἀλλὰ καὶ τὴν χώραν ἥνπερ ἀφείλοντο ἐπανεσώσατο αὖθις τοῖς Ἑβραίοις ὁ Σαμουήλ . ἔκρινε δὲ τὸν λαὸν καὶ ἦρχεν αὐτοῦ.Ἤδη δὲ γεγηρακὼς τοῖς υἱοῖς αὐτοῦ τὴν τοῦ λαοῦ προστασίαν καὶ τὸ δικάζειν διένειμεν. ὄνομα τῷ πρεσβυτέρῳ Ἰωήλ, τῷ νεωτέρῳ δὲ Ἀβιά. οἷ οὐκ ἐπορεύθησαν ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτῶν, ἀλλ’ ἐκκλίναντες δώρων τὸ δίκαιον προεδίδοσαν καὶ λήμμασι τὰς κρίσεις ἐδίκαζον. ὁ δὲ λαός διὰ ταῦτα πρὸς Σαμουὴλ ἀθροισθείς “ἐπεὶ μὴ οἶός τε εἶ ἔφασαν σὺ προεστάναι ἡμῶν διὰ γῆρας, ποίησον ἡμῖν βασιλέα, ὃς καὶ τοῦ ἔθνους ἡγήσεται καὶ τοῖς ἐναντίοις ἀντιστρατεύσεται.” λυπουμένου δ’ ἐπὶ τούτοις τοῦ Σαμουὴλ εἶπε πρὸς αὐτὸν ὁ θεός ‘οὐ σὲ ἐξουθενήκασιν ὁ λαός, ἀλλ’ ἐμέ. ἄκουσον τοίνυν αὐτῶν, καὶ ὃν ἄν ἀναδείξω σοι, εἰς βασιλέα χρῖσον αὐτόν. συναθροίσας δὲ τοὺς Ἑβραίους ὁ Σαμουὴλ κατέθετο χειροτονήσειν αὐτοῖς βασιλέα, μεταμελήσειν δὲ προέφη αὐτοῖς καὶ αἰτεῖσθαι παρὰ θεοῦ μέλλειν τῶν βασιλέων ἀπαλλαγήν. οἱ δὲ ἐνέκειντο βασιλέα ζητοῦντες, καὶ ἠξίουν αὐτὸν μὴ φροντίζειν τῶν ἐσομένων. ὁ δὲ προφήτης “ἄπιτε νῦν” εἶπεν, “ὅταν δὲ μάθω τίνα δίδωσιν ὑμῖν ὁ θεὸς βασιλέα, μεταπέμψομαι ὑμὰς. Ἀνὴρ δέ τις Βενιαμίτης, Κὶς ὄνομα τῷ ἀνδρί, ὄνους ἀπολέσας, τὸν υἱὸν ὃς ἦν αὐτῷ μέγας τε καὶ ὡραῖος, κεκλημένος Σαούλ, εἰς ἀναζήτησιν τῶν ὄνων σὺν ἐνὶ τῶν δούλων ἀπέστειλεν. ὁ δὲ περιελθὼν καὶ ζητήσας καὶ μὴ εὑρών, εἰς Ἀρμαθαῒμ πρὸς τὸν Σαμουὴλ παραγέγονεν ἐρωτήσων περὶ τῶν ὄνων. δηλοῖ τοίνυν τῷ Σαμουὴλ ὁ θεὸς τοῦτον εἶναι ὃν βούλεται βασιλεῦσαι τοῦ λαοῦ τῶν Ἑβραίων. ἐρωτηθεὶς οὑν περὶ τῶν ὄνων ὁ Σαμουὴλ σεσῶσθαι εἶπεν αὐτάς, καὶ ξενίσας τόν Σαοὺλ προέπεμψεν ἔωθεν, καὶ ἔξω τού ἄστεος σὺν αὐτῷ πορευθείς, μόνον τε ἰδίᾳ τὸν νεανίσκον ἀπολαβών, ἔλαιον καταχέει τῆς αὐτοῦ κεφαλῆς. καὶ φιλήσας αὐτόν “κέχρικέ σε κύριος ἄρχοντα ἔφη ἐπὶ τὸν λαὸν αὐτοῦ Ἰσραήλ, καὶ ἔστω σημεῖον τοῦ χρίσματος τὸ συναντῆσαί σοι περὶ τὸν τάφον Ῥαχὴλ ἄνδρας δύο τὴν εὕρεσιν τῶν ὄνων εὐαγγελιζομένους σοι.