καὶ συνελθόντες πεντήκοντα καὶ διακόσιοι ἄνδρες τῶν ἐπισήμων καὶ Ἀαρὼν καὶ Κορὲ πρὸ τῆς σκηνῆς ἐπὶ τοῖς θυμιατηρίοις καθήγιζον ἃ ἐκόμιζον. ἐξέλαμψε δὲ πῦρ πολύ, Οἶον ἂν θεοῦ κελεύσαντος ἀναφθείη, ὑφ’ οὗ οἵ τε διακόσιοι πεντήκοντα καὶ Κορὲ διεφθάρησαν, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι· μόνος δὲ Ἀαρὼν εὑρέθη ἀλώβητος. Μωυσῆς δὲ τὰ θυμιατήρια τῶν ἀνδρῶν ἐκείνων περὶ τὸν χάλκεον ἐκέλευσε καταθέσθαι βωμόν, ἔν ὑπόμνησις ὦσι τόν γεγονότων καὶ τοῖς μετέπειτα. ἐκκλησιάσας δὲ πάλιν προεῖπε τοῖς φυλάρχοις ἥκειν τὰ τῶν φυλῶν ὀνόματα βακτηρίαις ἐπιγεγραμμένα κομίζοντας, ἐκείνῳ τῆς ἱερωσύνης ἐσομένης οὑπερ ἄν τῇ βακτηρίᾳ σημεῖον γένηται ἐκ θεοῦ. κομίζουσιν οὖν οἵ τε ἄλλοι καὶ Ἀαρών, ἐπιγράψας τῇ βακτηρίᾳ Λευῖτιν. ἃς ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατέθετο Μωυσῆς. τῇ δ’ ἐπιούσῃ προεκόμισε ταύτας. καὶ αἶ μὲν ἄλλαι οἷαιπερ ἐτύγχανον ἔμενον, ἡ δὲ Ἀαρὼν ἐβλάστησε κλάδους τε καὶ καρπούς. τὸν δὲ καρπὸν ἡ μὲν τοῦ Λευιτικοῦ βίβλος κάρυα λέγει, ἀμύγδαλα δὲ Ἰώσηπος. ἐξεπλάγησαν οὖν πάντες, τρὶς τὸν Ἀαρὼν χειροτονήσαντος τοῦ θεοῦ. ἐπεὶ δὲ πολέμων καὶ στρατείας ἡ τῶν Λευιτῶν ἀφεῖτο φυλή, ἔνα μὴ διὰ ἀπορίαν τῶν ἀναγκαίων ἀμελοῖεν τῆς λειτουργίας τοῦ ἱεροῦ, ἐκέλευε Μωυσῆς τὴν Χαναναίαν κτησαμένους τοὺς Ἑβραίους ὀκτὼ καὶ τεσσαράκοντα πόλεις κατανεῖμαι τοῖς Λευίταις καὶ γῆν πρὸ αὐτῶν, καὶ δεκάτην τῶν ἐπετείων καρπῶν αὐτοῖς τε καὶ τοῖς ἱερεῦσι τελεῖν· καὶ ἄλλα δὲ πλεῖστα χορηγεῖν τούτοις τὸν λαὸν διετάξατο, ὧν τὸ καθ’ ἕκαστον ὁ ζητῶν τὴν τοῦ Λευιτικοῦ βίβλον ἀναπτύξας εὑρήσει.Ταῦτα δὲ διατάξας Μωυσῆς ἐπὶ τὴν Ἰδουμαίαν ἦλθε μετὰ τῆς στρατιάς καὶ ἠξίου παρελθεῖν δι’ αὐτῆς. τῆς χώρας δ’ ὁ βασιλεὺς προυπήντα μετὰ ἐνόπλου στρατιᾶς τῷ Μωυσῇ. καὶ ὃς διὰ τῆς ἐρήμου ἐχώρει, μή ἄρχειν μάχης συμβουλεύοντος τοῦ θεοῦ. τότε καὶ Μαριάμμη τέθνηκε τοῦ Μωυσέως ἡ σύγγονος, μετὰ τεσσαρακοστὸν ἔτος τῆς ἐξ Αἰγύπτου ἐξόδου. τὸν δὲ λαὸν ἀπῆγε διὰ τῆς ἐρήμου καὶ τῆς Ἀραβίας· ἔνθα καὶ Ἀαρὼν ἐτελεύτησεν εἰς ὄρος ἀνελθὼν ὑψηλὸν καὶ τὴν ἀρχιερατικὴν στολὴν παραδοὺς τῷ υἱῷ Ἐλεάζαρ, τοῦ πλήθους ὁρῶντος, ἔτη βιοὺς ἑκατὸν πρὸς εἴκοσι καὶ τρισίν. ἐλθὼν δὲ Μωυσῆς ἐπὶ τὴν Μωαβιτῶν καὶ Ἀμορραίων χώραν τῷ στρατῷ δίοδον ᾔτει. Σηὼν δὲ τῆς χώρας ὁ βασιλεὺς διαβαίνειν τοὺς Ἑβραίους ἐκώλυε, καὶ τοῦ θεοῦ σημήναντος νίκην ἐρομένῳ τῷ Μωυσῇ, τὰς πανοπλίας ἀναλαβόντες Ἑβραῖοι πρὸς μάχην ἐχώρουν. τρέπονται δ’ αὐτίκα οἱ Ἀμορραῖοι καὶ ἅπαντες διεφθάρησαν, πέπτωκε δὲ καὶ Σηὼν ὁ βασιλεὺς αὐτῶν. καὶ τὰς πόλεις εἷλον καὶ τὴν γῆν ἐκείνων παρέλαβον. ἐπιτίθεται δὲ τοῖς Ἰσραηλίταις καὶ Ὢγ ὁ τῆς Γαλαδηνῆς καὶ Γαυλανίτιδος βασιλεὺς σύμμαχος ἐλθὼν τῷ Σηὼν ἤδη ἀπολωλότι. αὐτός τε οὖν θνήσκει κατὰ τὴν μάχην καὶ ὁ στρατὸς αὐτοῦ διαφθείρεται, καὶ αἱ πόλεις ἑάλωσαν καὶ οἱ ἐνοικοῦντες ἀπώλοντο. Ἐκεῖθεν δὲ Μωυσῆς τὴν δύναμιν κατὰ τὸ μέγα πεδίον ἄγει καὶ στρατοπεδεύει Ἱεριχοῦντος ἔναντι. πόλις δ᾿ ἐστὶν εὐδαίμων αὕτη, φοίνικάς τε φέρουσα καὶ βάλσαμον νεμομένη. Βαλὰκ δὲ ὁ τῶν Μωαβιτῶν βασιλεὺς μετακαλεῖται τὸν μάντεα Βαλαάμ, ὅπως ἐπ’ ὀλέθρῳ τῶν Ἰσραηλιτῶν ἀρὰς ποιήσῃ παραγενόμενος. καὶ ὁ μὲν ἀπῄει, κατὰ δὲ τὴν ὁ δὸν ἀγγέλου θείου προσβαλόντος αὐτῷ ἡ ὄνος, ᾗ ὁ Βαλαὰμ ἐπωχεῖτο, συνεῖσα τοῦ θείου πνεύματος οὐ προέβαινεν οὐδὲ ταῖς πληγαῖς ἐνεδίδου, φωνήσασα δ’ ἀνθρωπίνως κατὰ θείαν βούλησιν, ἄδικον ἐκάλει τὸν δεσπότην πληγὰς αὐτῇ ἐπιφέροντα καὶ μὴ συνιέντα ὅτι ἐκ θεοῦ οἶς ἔσπευσεν ὑπηρετεῖν εἴργεται.ταραττομένου δ αὐτοῦ διὰ τὴν ἀνθρωπίνην φωνήν, ἐπιφανεὶς ὁ ἄγγελος αὐτὸς τὴν ὁδὸν ἔλεγε κωλύειν τῷ κτήνει· βουλόμενον δ᾿ ἀναστρέφειν χωρεῖν προσωτέρω παρώρμησεν, καὶ ὁ ἂν ἐκ θεοῦ ἐμπνευσθείη, τοῦτο λέγειν. καὶ ὁ μὲν ἥκει πρὸς τὸν Βαλάκ, καὶ εἰς ὄρος ἀχθείς, ἑπτά τε ταύρους ὁλοκαυτώσας καὶ τοσούτους κριούς, ὡς εἶδε τροπὴν σημαινομένην, οὐ μόνον οὐ κατηύξατο τῶν Ἑβραίων, ἀλλ’ ἐπιθειάσας αὐτούς τε καὶ τὸ γένος ἅπαν αὐτῶν εὐλόγησε καὶ ἐξύμνησε. τοῦ δὲ Βαλὰκ δυσχεράναντος ἐπὶ τούτοις ἔφη ὁ Βαλαὰμ οὐκ ἐφ’ ἡμῖν περὶ τῶν τοιούτων σιγᾶν ἢ λέγειν ἐστίν, ὦ βασιλεῦ, ἀλλ᾿ ὅτε ἡμᾶς τὸ τοῦ θεοῦ λάβῃ πνεῦμα, ἃς ἐκεῖνο βούλεται φωνὰς ἀφίησι δι᾿ ἡμῶν. ἐμοὶ δὲ χαρίζεσθαι βουλομένῳ σοι βωμὸν αὖθις ἑτοιμαστέον καὶ θύματα.” θύει τοίνυν καὶ πάλιν, καὶ πεσὼν ἐπὶ στόμα προύλεγεν ὅσα τε βασιλεῦσιν ἔσται πάθη καὶ ὅσα ταῖς πόλεσι. Βαλὰκ δὲ ἀτίμως ἀποπέμπει τὸν Βαλαάμ. εἶτα τὰς παρθένους ἐπιπέμπει τοῖς Ἰσραηλίταις κατὰ τὴν συμβουλὴν Βαλαάμ, αἷς οἱ τῶν Ἑβραίων νέοι ἡλίσκοντο καὶ ταύταις συνῄεσαν, ὡς διὰ παντὸς ἤδη τοῦ στρατοῦ τὴν παρανομίαν χωρεῖν, ἔρωτι τῶν Μαδιανιτίδων γυναικῶν θεοῖς αὐτῶν τῶν νέων θυόντων καὶ ἀσυνήθων γευομένων τροφῶν. Μωυσῆς δὲ εἰς ἐκκλησίαν ἀγαγὼν τὸν λαόν, οὐκ ἄξια δρᾶν ἑαυτῶν οὐδὲ τῶν πατέρων τοὺς νέους ἔλεγε, καὶ ἐπειρᾶτο τούτους ἐπανορθοῦν. Ζαμβρὴς δὲ φύλαρχος ὢν φυλῆς τῆς Συμεωνίτιδος, καὶ Μαδιανίτιδι συνοικῶν καὶ περιμανῶς ἐκείνης ἐρῶν, Μωυσέως κατηναιδεύσατο, καὶ μὴ ἄν ποτε τὴν γυναῖκα καταλιπεῖν διωμόσατο. ὁ Φινεὲς δὲ τοῦ ἀρχιερέως ὢν παῖς Ἐλεάζαρ περιαλγήσας οὐκ ἀνῆκε παίων τῇ ῥομφαίᾳ τὴν Μαδιανῖτιν καὶ τὸν Ζαμβρὴν ἕως καὶ ἄμφω ἀπέκτεινεν. ὃν καὶ ἄλλοι νέοι, οἷς ἀρετῆς ἔμελε, μιμησάμενοι ἀνῄρουν τῶν νέων τοὺς ἐπὶ γυναιξὶν ἀλλοφύλοις παρανομήσαντας. ἀπόλλυνται οὖν ἄνδρες οὐκ ἐλάττους μυρίων καὶ τετρακισχιλίων.