ἀχλὺς ὑπὲρ τὴν σκηνὴν μόνην ἐγένετο, οὔτε βαθεῖα καὶ συμπεπιλημένη καὶ νέφεσιν ἐμφερής, οὔτε πάνυ λεπτή τε καὶ ἀραιά, ὡς δι᾿ αὐτῆς διικνεἳσθαι τὴν ὅρασιν· ἡδεῖα δὲ ἀπ᾿ αὐτῆς ἔρρει δρόσος. Μωυσῆς δὲ ἔθυσεν ἐν τῷ τῆς σκηνῆς αἰθρίῳ ἐφ᾿ ἡμέρας ἑπτά, τῇ δὲ ὀγδόῃ ἑορτὴν ἐκήρυξε τῷ λαῷ καὶ θύειν ἐπέταξεν. οἱ δὲ ἀλλήλοις ἡμιλλῶντο. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ πῦρ ἀνήφθη αὐτόματον καὶ πάντα τὰ ἐπὶ τοῦ βωμοῦ ἐδαπάνησεν. οἱ δὲ πρεσβύτεροι τῶν τεσσάρων υἱῶν Ἀαρών, Ναδὰβ καὶ Ἀβιού, παρὰ τὰ διατεταγμένα θύσαντες κατεκαύθησαν τὰ στέρνα τε καὶ τὰ πρόσωπα, πυρὸς ἐξαφθέντος αὐτομάτου καὶ φλέξαντος αὐτούς· ὧν τὰ σώματα ἔξω τῆς παρεμβολῆς κομισθέντα ἐτάφησαν. τὴν δὲ φυλὴν τοῦ Λευὶ τῶν ἄλλων διακρίνας ἥγνισε, καὶ παρέδωκεν αὐτοῖς τὴν σκηνὴν καὶ τὰ σκεύη τὰ ἱερά, ἵνα ὡς ὑφηγοῦνται οἱ ἱερεῖς, ὑπηρετῶσιν αὐτοί. μετὰ ταῦτα ἀριθμῆσαι διέγνωκε τὸν λαόν, καὶ εὑρέθησαν τῶν ὅπλα φέρειν δυναμένων μυριάδες ἑξήκοντα καὶ τρισχίλιοι πρὸς ἑξακοσίοις καὶ πεντήκοντα. οὗτοι δ᾿ ἦσαν οἱ τὸν εἰκοστὸν ὑπερβάντες ἐνιαυτὸν καὶ ἄχρι τοῦ πεντηκοστοῦ ἐφθακότες. ἀντὶ δὲ τῆς Λευιτικῆς φυλῆς τοῖς φυλάρχοις κατέλεξαν τοὺς παῖδας τοῦ Ἰωσήφ, τὸν Μανασσῆν καὶ τὸν Ἐφραΐμ, κατὰ τὴν διαταγὴν τοῦ προπάτορος Ἰακώβ. οἱ δέ γε Λευῖται δισμύριοι καὶ τρισχίλιοι ἀριθμηθέντες εὑρέθησαν πρὸς ὀκτακοσίοις καὶ ὀγδοήκοντα.Εἶτα στασιάζει τὸ πλῆθος τὸν Μωυσῆν αἰτιώμενον ὅτι γῆς αὐτοὺς ἀγαθῆς ἀποστήσας ἐν ἐρήμῳ πλανᾶσθαι πεποίηκεν. ἀγαγὼν δὲ αὐτοὺς ἐκεῖθεν εἰς τὴν καλουμένην Φάραγγα, πλησίον οὖσαν τῆς Χαναναίων γῆς, ἐξ ἑκάστης φυλῆς ἔνα λαβὼν κατασκοπήσοντας ἔστειλε τήν τε δύναμιν τῶν Χαναναίων καὶ τῆς γῆς τὴν ποιότητα. οἶ δὲ τεσσαράκοντα ἡμέραις διελθόντες τὴν γῆν ὑπενόστησαν, καὶ καρποὺς ἐκ τῆς γῆς ἐκείνης κομίζοντες, καὶ τὴν μὲν χώραν ἐπῄνουν ὡς ἀγαθήν, τὸ δὲ πλῆθος ἐφόβουν ὡς οὔσης ἀπόρου τῆς αὐτῆς κατασχέσεως διά τε ποταμῶν μεγέθη καὶ ὀρῶν δυσχωρίας καὶ πόλεων ὀχυρότητας. τὸ δὲ πλῆθος πάλιν δι’ ὀργῆς εἶχον τὸν Μωυσῆν, καὶ ἐνενόουν καταλεῦσαι αὐτόν τε καὶ τὸν Ἀαρὼν καὶ ὑποστρέψαι εἰς Αἴγυπτον. μόνοι δὲ τῶν κατασκόπων Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ Χαλὲβ παρεθάρρυναν τὸν λαόν, μηδὲν δυσχερὲς ἀπαντήσειν αὐτοῖς ἀπισχυριζόμενοι. Μωυσῆς δὲ καὶ Ἀαρὼν ἱκέτευον τὸν θεὸν ὅπως τῆς ἀπονοίας παύσῃ τὸ πλῆθος. παρὴν δὲ ἡ νεφέλη ἐν τῇ σκηνῇ καὶ ἐσήμαινε τὴν ἐπιφάνειαν τοῦ θεοῦ. καὶ Μωυσῆς θαρσήσας διειλέχθη τῷ πλήθει, καὶ ὀργισθῆναι ἔφησε τὸν θεόν, μὴ ἀπολεῖν μέντοι πάντας μηδὲ τὸ γένος ἐξαφανίσειν, τὴν δὲ Χαναναίαν μὴ παρέξειν αὐτοῖς, ἐᾶσαι δ’ ἐπὶ τῆς ἐρημίας ἐπ’ ἔτη τεσσαράκοντα, παισὶ δὲ τοῖς αὐτῶν παρέξειν τὴν γῆν. ταῦτα τοῦ Μωυσέως εἰπόντος ἐν λύπῃ τὸ πλῆθος ἐγένετο. εἶτα συμμίξαι τοῖς Χαναναίοις ἤθελον, καὶ ταῦτα κωλύοντος τοῦ θεοῦ· καὶ προσβαλόντες ἡττήθησαν, καὶ οἱ μὲν ἔπεσον, οἱ δὲ εἰς τὴν παρεμβολὴν συμπεφεύγασι. Στάσις δὲ τὸ πλῆθος κατέλαβεν ἐξ αἰτίας τοιαύτης. Κορὲ τῆς Λευιτικῆς τυγχάνων φυλῆς, καὶ γένει καὶ πλούτῳ περιφανέστατος καὶ ὁμιλεῖν πιθανώτατος , φθόνον ἔσχε πρὸς Μωυσῆν καὶ τοῦ ἀνδρὸς κατεβόα ὡς τυραννίδι χρωμένου. ‘‘τίνι γὰρ λόγῳ” ἔλεγεν Ἀαρὼν καὶ τοῖς αὐτοῦ υἱέσι τὴν ἱερωσύνην προσένειμεν;εἰ μὲν ὡς ἐκ τῆς Λευιτικῆς φυλῆς, ἐγὼ ταύτης τυχεῖν δικαιότερος, γένους μὲν ὁμοίως ἔχων, πλούτῳ δὲ καὶ ἡλικίᾳ διάφορος. εἰ δ’ ἑτέρᾳ φυλῇ προσκυρωθῆναι δέον αὐτήν, προτιμηθήσεται ἡ τοῦ Ρουβὶμ διὰ πρεσβυγένειαν, καὶ λήψονται ταύτην Δαθάν τε καὶ Ἀβειρών.” ταῦτα ἐκεῖνος μὲν κακοήθως ἔλεγεν, ἦσαν δὲ αὐτῷ συντεταγμένοι ἄνδρες τῶν πρώτων διακόσιοι καὶ πεντήκοντα, ἀνηρέθιστο δὲ καὶ τὸ πλῆθος. ὁ δὲ Μωυσῆς εἰς μέσον στὰς εἶπεν “ἐμοί, ὢ Κορὲ, καὶ σὺ καὶ τῶν σοι συντεταγμένων ἕκαστος τιμῆς ἄξιοι δοκεῖτε, ὁ δὲ θεὸς τὴν ἱερωσύνην τῷ Ἀαρὼν ἐψηφίσατο, καὶ νῦν αὐτὸς αὖθις κρινεῖ ὃν ἱερᾶσθαι βούλεται. ἔωθεν οὖν, ὅσοι τῆς ἱερωσύνης ἀντιποιεῖσθε, πάριτε, ἕκαστος κομίζων θυμιατήριον οἴκοθεν καὶ πῦρ καὶ θυμίαμα· σὺν ὑμῖν δ’ ὁμοίως παρίτω καὶ Ἀρών. καὶ θυμιώντων ὑμῶν ἐνώπιον τοῦ λαοῦ, οὗπερ ἂν τὴν θυσίαν ἡδίω κρινεῖ ὁ θεός, οὗτος ἔσται ὑμῖν ἱερεύς. ἐπῄνεσε ταῦτα τὸ πλῆθος, καὶ τῇ ἐπιούσῃ συνῆλθον εἰς τὴν ἐκκλησίαν. Μωυσῆς δὲ πέμψας πρὸς Δαθὰν καὶ Ἀβειρὼν ἐνετέλλετο ἥκειν· οἱ δὲ μὴ πεισθέντες κατὰ Μωυσέως ἠπείλησαν. Μωυσῆς δὲ ἀκολουθεῖν αὐτῷ τοὺς προβούλους κελεύσας ἀπῄει πρὸς τὰς ἐκείνων σκηνάς, καὶ πλησίον γενόμενος τὰς χεῖρας ἀνέσχεν εἰς οὐρανὸν καὶ μέγα ἐβόησεν “ἐπεὶ κακουργεῖν ὑποπτεύομαι, δέσποτα, αὐτὸς ἐλθὲ δικαστὴς καὶ παράστησον ὅτι οὐδὲν αὐτομάτως, ἀλλὰ πάντα σῇ διοικεῖται προνοίᾳ. καὶ εἰ σοῦ κελεύσαντος δέδωκα τὴν ἱερωσύνην τῷ Ἀαρών, χάνοι περὶ Δαθάν τε καὶ Ἀβειρὼν καὶ τὴν αὐτῶν γενεὰν ἐφ’ ἣν ἑστήκασι γῆν· εἰ δ᾿ ἀληθεύοιεν κατ’ ἐμοῦ, οἶς ἐπηρασάμην αὐτοῖς ἐγὼ περιπέσοιμι. ταῦτα εἶπε δακρύων. καὶ σείεται μὲν ἀθρόον ἡ γῆ, σκληροῦ δὲ ῥαγέντος ἤχου συνίζησε περὶ τὰς ἐκείνων σκηνὰς καὶ αὐτούς τε καὶ τὰ αὐτῶν εἰς τὸ χάσμα κατήνεγκε, καὶ οὕτως αὖθις συνῆλθε τὸ διεστός. ἐπὶ τούτοις ἔφριξε μὲν ὁ λαός, Μωυσῆς δὲ καλεῖ τοὺς περὶ ἱερωσύνης ἁμιλλωμένους.