καὶ μέχρι μὲν Μωυσῆς τὰς χεῖρας εἶχεν ὑψοῦ, τοὺς Αμαληκίτας οἱ Ἑβραῖοι κακῶς διετίθεντο, ὁσάκις δὲ τὰς χεῖρας καθίει ὁ Μωυσῆς τῇ ἀνατάσει τούτων πονούμενος, ἡττᾶσθαι τότε τοὺς Ἑβραίους συνέβαινεν. ἑκατέρωθεν οὖν τὸν ἀδελφὸν Ἀαρὼν καὶ Ὢρ τὸν ἄνδρα τῆς ἀδελφῆς Μαριὰμ στήσας ἀνέχειν τὰς χεῖρας αὐτοῦ ἐνετείλατο. καὶ οὕτω τοὺς Ἀμαληκίτας νικῶντες Ἑβραῖοι πάντας ἀπώλεσαν ἄν, εἰ μὴ νὺξ ἐπέσχεν αὐτοῦ αὐτούς. Ἑβραίων δὲ τέθνηκεν οὐδὲ εἷς.Εκεῖθεν ἀπῄεσαν εἰς τὸ πρόσω, καὶ ἐν τριμήνῳ μετὰ τὴν ἐξ Αἰγύπτου ἐξέλευσιν παρῆσαν ἐπὶ τὸ ὄρος Σινὰ, καὶ ἔθυσε Μωυσῆς ἐκεῖ τῷ θεῷ. ὅπου καὶ Ῥαγουὴλ ὁ πενθερὸς αὐτοῦ ἀπήντησεν αὐτῷ, θεασάμενος δὲ τὸν γαμβρὸν αὐτοῦ ἐν ὄχλῳ πραγμάτων ὄντα, πάντων ἐπ’ αὐτὸν βαδιζόντων, συνεβούλευε τὴν μὲν τῶν δικῶν ζήτησιν ἑτέροις ἐπιτρέπειν, αὐτὸν δὲ τῶν μειζόνων προνοεῖν πραγμάτων καὶ τῆς τοῦ λαοῦ σωτηρίας, καὶ κατὰ μυρίους ἄρχοντας ἀποδεικνύειν, εἶτα κατὰ χιλίους, καὶ κατὰ πεντακοσίους ἑτέρους ἐφιστᾶν, καὶ ἐπὶ τούτοις ἑκατοντάρχους καὶ πεντηκοντάρχους ποιεῖν, καὶ ἐν τριάκοντα καὶ εἴκοσι καὶ δέκα ἐφιστᾶν τοὺς διακοσμήσοντας. ταῦτα τοῦ Ῥαγουὴλ συμβουλεύσαντος, Μωυσῆς κατὰ τὴν ὑποθήκην ἐκείνου ποιεῖ. εἶτα πλησίον μετασκηνῶσαι τοῦ ὄρους Σινᾶ τῷ λαῷ ἐντειλάμενος, αὐτὸς εἰς τὸ ὄρος ἀνῄει· καὶ ὁ λαὸς μετεσκήνωσεν, ἁγνεύων τήν τε ἄλλην ἁγνείαν καὶ ἀπὸ γυναικὸς συνουσίας τρίτην ἡμέραν. κατὰ δὲ τὴν τρίτην ἔωθεν νεφέλη περιεκύκλου τὸ τῶν Ἑβραίων στρατόπεδον, ἀστραπαί τε ἦσαν φοβεραὶ καὶ πνευμάτων σφοδρότης, ἃ τοὺς Ἑβραίους ἐδείμαινε ταῖς σκηναῖς προσμένοντας. ἐπιφαίνεται δὲ Μωυσῆς ἔμπλεως θάρσους, καὶ ὀφθεὶς ἀπαλλάττει τοῦ δέους αὐτοὺς καὶ μηνύει σφίσιν ἃ ὁ θεὸς ἐνετείλατο καὶ ὅσα φυλάξουσι νόμιμα, καὶ προσάγει τόν λαὸν ἄμα γυναιξὶ καὶ τέκνοις, ὡς ἀκούσαιεν του θεοῦ. καὶ ἤκουον φωνῆς ὑψόθεν γινομένης. εἶτ’ αὖθις ἄνεισιν εἰς τό ὄρος· καὶ χρονίσαντος ἐκεῖ ὁ λαὸς ἠθροίσθη πρὸς Ἀαρὼν λέγων ‘‘ποίησον ἡμῖν θεούς· ὁ γὰρ Μωυσῆς οὐκ οἴδαμεν τί γέγονεν.” Ἀαρὼν δὲ βιαζόμενος προσενεγκεῖν προσέταξεν ἕκαστον τὰ ἐνώτια τὰ χρυσᾶ καὶ τὸν κόσμον ὃν αἱ γυναῖκες καὶ αἱ θυγατέρες αὐτῶν περιέκειντο. οἱ δὲ προσήγαγον, καὶ δι’ αὐτῶν μόσχον ἐποίησαν χωνευτὸν καὶ ἔθυσαν αὐτῷ.Μωυσῆς δὲ καταβαίνων ἀπὸ τοῦ ὄρους καὶ τὰς δύο πλάκας τοῦ μαρτυρίου ἐν ταῖς χερσὶ φέρων λιθίνους καταγεγραμμένας ἐπ’ ἀμφοτέρων τῶν μερῶν, ὡς ἤγγισε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον, καὶ ὀργισθεὶς τὰς πλάκας συνέτριψε, καὶ λαβὼν τὸν μόσχον κατέκαυσε καὶ ἐλέπτυνε καὶ βαλὼν εἰς ὕδωρ ἐπότισε τὸν λαόν. καὶ ἐνετείλατο τοῖς υἱοῖς Λευί, καὶ διῆλθον διὰ τῆς παρεμβολῆς καὶ ἀπέκτειναν πολλούς, ὡς καὶ εἰς τρισχιλίους τοὺς πεσόντας ἀριθμηθῆναι. ὑπέστρεψε δὲ Μωυσῆς πρὸς τὸ ὄρος λέγων κύριε, ἡμάρτηκεν ὁ λαός σου, καὶ νῦν εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου. καὶ εἶπεν αὐτῷ κύριος “κατάβηθι, ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπόν σοι.” καὶ ἐνεφάνισε κύριος τῷ Μωυσῇ αἰτήσαντι ἰδεῖν αὐτὸν τὰ ὀπίσθια αὐτοῦ. καὶ κατέβη πρὸς τὸν λαὸν αὖθις δύο πλάκας ἐπιφερόμενος τοὺς δέκα λόγους γεγραμμένους ἐχούσας, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ὑπῆρχε δεδοξασμένη, καὶ οὐκ ἠδύνατο ἀτενίσαι αὐτῷ ὁ λαός, καὶ περιέθετο κάλυμμα περὶ τὴν ὄψιν αὐτοῦ, καὶ οὕτως ὡμίλει αὐτοῖς. καὶ ἀπήγγειλεν αὐτοῖς ἁ ἐνετείλατο ὁ θεὸς περί τε θυσιῶν καὶ καθαρσίων, καὶ ζῴων ἀκαθάρτων τε καὶ καθαρῶν, ὥστε τῶν μὲν ἀπέχεσθαι, τοῖς δὲ τρέφεσθαι, περί τε μίξεων ἀθέσμων, καὶ τίνας οἱ ἱερεῖς εἰς γάμον ἀγάγωνται, καὶ οἵας οἱ ἀρχιερεῖς, καὶ περὶ σαββάτου καὶ τοῦ ἑβδόμου ἐνιαυτοῦ καὶ τοῦ πεντηκοστοῦ, ὃν ἰωβηλαῖον καλοῦσι· καὶ ὅτι ἐπέταξεν ὁ θεὸς σκηνὴν γενέσθαι εἰς ἣν ἂν παραγίνοιτο συνεπαγομένην αὐτοῖς μεταβαίνουσι, καὶ μέτρα τῆς σκηνῆς ἔδειξεν αὐτῷ καὶ σχῆμα καθ’ ὁ ἂν κατασκευασθείη. ὁ δὲ λαὸς χαίροντες ἐπὶ τούτοις προσῆγον χρυσόν τε καὶ ἄργυρον καὶ λίθους τιμίους καὶ χαλκὸν καὶ ξύλα καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν καὶ λίνον καὶ ἔρια. ἀρχιτέκτονας δ’ ἐφίστησι τῆς σκηνῆς τόν τε τῆς ἀδελφῆς αὐτοῦ τῆς Μαριὰμ υἱὸν τὸν Βεσελεὴλ καὶ τὸν Ἐλιφάτζ.ἤδη δὲ τῆς σκηνῆς εἰργασμένης ἔστησε ταύτην Μωυσῆς. εἴργαστο δὲ ἡ κιβωτὸς ἐκ ξύλων ἀσήπτων, ἃ πανταχόθεν χρυσίον περιεκάλυπτεν, ᾗ τὰς δύο πλάκας ἐνέθεντο αἳ τοὺς δέκα λόγους εἶχον ἐγγεγραμμένους. ὣν ὁ πρῶτος μὲν ἔνα θεὸν εἶναί φησι καὶ τοῦτον μόνον σέβεσθαι δεῖν, ὁ δεύτερος δὲ μηδενὸς εἰκόνα ζῴου ποιεῖν μηδὲ προσκυνεῖν, ὁ τρίτος ἐπὶ μηδενὶ ματαίῳ τὸν θεὸν ὀμνύναι, ὁ τέταρτος τὰς ἑβδομάδας παρατηρεῖν ἀναπαυομένους ἐξ ἔργου παντός, ὁ πέμπτος γονεῖς τιμᾶν, ὁ ἕκτος φόνου ἀπέχεσθαι, ὁ ἕβδομος μὴ μοιχεύειν, ὁ ὄγδοος μὴ κλέπτειν, ὁ ἔνατος μὴ ψευδομαρτυρεῖν, ὁ δέκατος μηδενὸς ἀλλοτρίου ἐπιθυμεῖν. ταύτην οὖν τὴν κιβωτὸν εἰσάγουσιν εἰς τὸ ἄδυτον. ἐν δὲ τῷ ναῷ τιθέασι τράπεζαν, καὶ ἐπὶ ταύτῃ ἄρτους ἀζύμους δώδεκα καὶ λυχνίαν χρυσῆν καὶ θυμιατήριον ξύλινον ἐντός, ἔξωθεν δὲ χρυσίῳ κεκαλυμμένον. καὶ πρὸ τῆς σκηνῆς βωμὸν ἱδρύσατο ξύλινον χαλκαῖς λεπίσι περιεληλαμένον, οὗ ἄντικρυς φιάλαι καὶ κρατῆρες σὺν θυί·σκοις ἐτίθεντο, καὶ ἄλλα σκεύη ἃ πρὸς ἱερουργίαν ἡτοίμαστο, χρύσεα πάντα. γίνονται δὲ καὶ τοῖς ἱερεῦσι στολαί, ἀλλὰ μέντοι καὶ τῷ ἀρχιερεῖ. ἀρχιερέα δὲ ὁ θεὸς τὸν Ἀαρὼν ἐψηφίσατο. συναθροίσας δὲ τὸ πλῆθος ὁ Μωυσῆς “ἄνδρες” “τὸ μὲν ἔργον τετέλεσται, τῆς δὲ τοῦ ἱερᾶσθαι τιμῆς ὁ θεὸς τὸν Ἀρὼν ἀξιοῖ.” προσέταξε δὲ Μωυσῆς εἰσφέρειν ἕκαστον σίκλου τὸ ἥμισυ, ἴν εἰς τὰς περὶ τὴν σκηνὴν χρείας εἴη ἀνάλωμα. ὁ δὲ σίκλος νόμισμα Ἑβραίων ἐστὶν Ἀττικὰς δεχόμενον δραχμὰς τέσσαρας. τὸ δὲ πλῆθος τόν εἰσφερόντων ἦν μυριάδες ἐξήκοντα καὶ πεντακισχίλιοι πεντακόσιοι πεντήκοντα. τὴν δ εἰσφορὰν ἐποιοῦντο τῶν ἐλευθέρων οἱ τὸν εἰκοστὸν ὑπερβάντες ἐνιαυτὸν ἄχρι πεντηκοστοῦ. ἐποιήθη δὲ ἡ σκηνὴ μησὶν ἑπτά. ἔδειξε δὲ ὁ θεὸς κατὰ γνώμην αὐτοῦ τὸ ἔργον γενόμενον, παρουσιάσας ἐν τῇ σκηνῇ. οὕτω δὲ τὴν παρουσίαν ἐδήλωσεν.