ἐπὶ τούτοις σκνῖπες ἐκ τῆς γῆς ἀνεδόθησαν. τὰ μὲν οὖν ἄλλα τεράστια καὶ οἱ ἐπαοιδοὶ Φαραὼ ἐδόκουν ποιεῖν, σκνῖπας δὲ φαντάσαι οὐκ ἠδυνήθησαν. εἶπον οὖν πρὸς Φαραὼ ὅτι δάκτυλος θεοῦ τοῦτό ἐστιν· ὁ δ’ ἔτι ἀνένδοτος ἦν. καὶ ἐγένετο κυνόμυια, καὶ ἐπὶ ταύτῃ φθορὰ τῶν κτηνῶν. ἔπειτα τοῦ Μωυσέως καμινιαίαν αἰθάλην τοῦ ἀέρος κατασκεδάσαντος, ἕλκη καὶ φλυκτίδες ἔν τε τοῖς κτήνεσι καὶ ἐν τοῖς ἀνθρώποις ἀνέζεσαν, καὶ αὖθις χάλαζα ὕσθη, καὶ μετ’ αὐτὴν ἐπῆλθεν ἀκρίς, καὶ ἐπὶ ταύταις σκότος τοὺς Αἰγυπτίους ἐπὶ τρεῖς ἡμέρας ἐκάλυψε, τελευταῖον δ’ ἐπήνεκτο τούτοις ἡ τῶν πρωτοτόκων ἀπώλεια. σκληρυνομένου γὰρ Φαραὼ ἐκέλευσεν ὁ θεὸς Μωυσῇ θυσίαν παρασκευάσαι εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ὃς παρὰ μὲν Ἑβραίοις Νίσαν καλεῖται, παρ’ Αἰγυπτίοις δὲ Φαρμουθί, παρὰ Μακεδόσι δὲ Ξανθικός, καὶ παρ’ Ἕλλησιν Ἀπρίλλιος. ἐνστάσης δὲ τῆς τεσσαρεσκαιδεκάτης ἄπαντες ἔθυον καὶ τῷ τοῦ θύματος αἵματι τὰς φλιὰς τῶν οἰκιῶν ἔχριον, καὶ δειπνήσαντες τῶν κρεῶν τὰ περιττὰ ἔκαυσαν. ὅθεν ἔκτοτε ἑορτὴν ἄγουσιν Ἑβραῖοι κατὰ τὸν καιρόν τοῦτον καὶ θύουσι, πάσχα τὴν ἑορτὴν καλοῦντες. τὸ δὲ πάσχα ἄλλοι μὲν διάβασιν σημαίνειν φασίν, Ἰώσηπος δὲ ὑπερβασίαν, ὅτι κατ’ ἐκείνην τὴν νύκτα τοὺς Ἑβραίους ὁ θεὸς ὑπερβὰς Αἰγυπτίοις ἐνέσκηψε τὴν τῶν πρωτοτόκων φθοράν. ὅθεν συνελθόντες Αἰγύπτιοι ἐδέοντο Φαραὼ ἀπολύειν τοὺς Ἑβραίους· ὁ δὲ ἀπιέναι προσέταξεν. οἱ δ᾿ ἐξῄεσαν. ἦν δὲ τὸ τῶν μετανισταμένων πλῆθος τὸ στρατεύσιμον ἡλικίαν ἔχον μόνον μυριάδες ἐξήκοντα. ἐξῆλθον δὲ μηνὸς Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ κατὰ σελήνην, μετὰ ἔτη τετρακόσια τριάκοντα τοῦ τὸν Ἀβραὰμ εἰς Χαναναίαν ἐλθεῖν, ἐκ δὲ τῆς Ἰακὼβ εἰς Αἴγυπτον παροικίας μετὰ ἐνιαυτοὺς διακοσίους καὶ πεντεκαίδεκα. ἦν δὲ Μωυσῇ τότε τῆς ζωῆς ἔτος ὀγδοηκοστόν, Ἀαρὼν δὲ τρισὶν ὑπερεῖχε. συνεπήγοντο δὲ καὶ τὰ ὀστᾶ τοῦ Ἰωσήφ, πληροῦντες τὴν ἐντολὴν τοῦ ἀνδρός.Οἶ’ μενοῦν ἀπῄεσαν, Αἰγύπτιοι δὲ μετεμέλοντο καὶ λαβόντες ὅπλα ἐδίωκον. ἑξακόσια δ’ ἦσαν αὐτοῖς ἄρματα 5 ἱππεῖς τε πεντακισμύριοι, καὶ μυριάδες ’ εἴκοσιν ὁπλιτῶν. Ἑβραίους δ’ εἰς ἀπόγνωσιν ἦγον ἐν στενῷ γεγονότα τὰ πράγματα, καὶ λίθοις βάλλειν τὸν Μωυσῆν ἔμελλον. ὁ δὲ παρεκάλει αὐτῷ ἕπεσθαι, καὶ ἦγεν αὐτοὺς ἐπὶ θάλασσαν, καὶ στὰς παρ’ αὐτῇ καὶ τὸν θεὸν ἐπιβοησάμενος τύπτει τὴν θάλασσαν τῇ βακτηρίᾳ· ἡ δὲ ἀνεκόπη καὶ γυμνὴν ἀφῆκε τοῖς Εβραίοις τὴν γῆν, κἀκεῖνοι διέβαινον σπεύδοντες. ὁρῶντες δὲ ταῦτα Αἰγύπτιοι, καὶ αὐτοὶ προτάξαντες τὴν ἵππον ἐδίωκον. ἤδη δ᾿ ἐπὶ τὴν ἀντιπέραν γῆν τῶν Ἑβραίων διασωθέντων ἐπιχεῖται τοῖς Αἰγυπτίοις ἡ θάλασσα, τοῦ Μωυσέως τῇ ῥάβδῳ ἐπιστρεπτικῶς αὖθις τὸ ὕδωρ πατάξαντος καὶ τὰ τούτου ἑνώσαντος τμήματα. ἀπώλοντο οὖν οἱ ἐν τοῖς ὕδασιν Αἰγύπτιοι ξύμπαντες. καὶ οἶ μὲν Ἑβραῖοι ἐν ὕμνοις ἦσαν καὶ ἔχαιρον, Μωυσῇ δὲ ᾠδὴ πεποίηται πρὸς θεὸν ἐν ἑξαμέτρῳ τόνῳ συντεθειμένη, ὥς φησιν Ἰώσηπος. τὰ δ’ ὅπλα τῶν Αἰγυπτίων σὺν τοῖς σώμασιν αὐτῶν ἐκβρασθέντα τῆς θαλάσσης ὑπὸ τοῦ πνεύματος λαβόντες Ἑβραῖοι, τούτοις ὡπλίσθησαν. καὶ ἦγεν αὐτοὺς ὁ Μωυσῆς εἰς τὸ ὀρὸς Σινὰ, θύσων ἐκεῖ τὰ σῶστρα, ὡς αὐτῷ ἐνετέταλτο. ἀγομένους δ’ ἐκεῖ ἡ τῶν τροφῶν ἐλύπει σπάνις καὶ ἡ τοῦ ὕδατος ἔνδεια. καὶ οὕτως ἔχοντες εἰς τόπον ἀφικνοῦνται ἐν ᾧ φρέαρ ἦν, οὗ τὸ ὕδωρ διὰ πικρίαν ἄποτον. καὶ τὸ ὄνομα τοῦ τόπου ἡ μὲν τῆς Ἐξόδου βίβλος Μερρὰν ὀνομάζει, ὁ δ’ Ἰώσηπος Μὰρ αὐτὸν κληθῆναι παρὰ τῶν Ἑβραίων συγγράφεται, μὰρ τὸ πικρὸν λέγων τοὺς Ἑβραίους καλεῖν. καὶ τοῦ δημαγωγοῦ κατεγόγγυζον, ὁ δὲ τοῦ θεοῦ πρότερον δεηθεὶς ξύλον λαβὼν εἰς τὸ φρέαρ ἐνέβαλε καὶ τὸ ὕδωρ ἐγλύκανεν.ὁ δὲ Ἰώσηπος ἔοικε μὴ πιστεύων ὡς θαύματι τῇ γλυκάνσει τοῦ ὕδατος, ἀλλὰ φυσικῶς αὐτὸ γλυκανθῆναι δοξάζων λέγει ὅτι τὸ ξύλον ὁ Μωυσῆς εἰς τὸ ὕδωρ βαλὼν ἐξαντλεῖν τὸ φρέαρ ἐκέλευε, καὶ οἱ μὲν ἐπόνουν, τὸ δ’ ὑπὸ τῶν συνεχῶν πληγῶν γεγυμνασμένον καὶ κεκαθαρμένον ἤδη πότιμον ἦν. τὴν δὲ τῶν τροφῶν ἔνδειαν ἰάσατο, τοῦ θεοῦ δεηθείς, δι’ ὀρτύγων. ἐφίπταντο γὰρ τῇ τῶν Ἑβραίων παρεμβολῇ πλῆθος ὀρτύγων, οὓς συλλαμβάνοντες ἤσθιον. καὶ ἐπὶ τούτοις τὸ μάννα ὗσεν αὐτοῖς ὁ θεός, μέλιτι μὲν τὴν ἡδονὴν ἐμφερές, τὸ δὲ μέγεθος κοριάνδρου σπέρματι ὅμοιον, μάννα δὲ παρ’ ἐκείνων κληθέν, ὡς ἀπορούντων τί τοῦτο ἂν εἴη· τὸ γὰρ μὰν καὶ ἐπερώτησιν δηλοῖ κατὰ τὴν ἐκείνων διάλεκτον. οὕτω καὶ ταῦτα Ἰώσηπος. ἐνετέταλτο δὲ ἀσσάρωνα ἕκαστον ἐκ τούτου καθ’ ἑκάστην συλλέγειν, ὁ δὲ ἀσσάρων μέτρον ἐστίν, εἰ δέ τις πλέον συνέλεξεν, εἰς τὴν αὔριον ἄβρωτον ἦν, ὑπό τε σκωλήκων καὶ πικρίας διεφθαρμένον. τοῦτο δὲ ᾠκονόμητο, ἵνα μὴ τῶν ἐρρωμένων πολὺ συναγόντων ἐπιλείπῃ τοῖς ἀσθενέσι. τῇ δὲ τροφῇ ταύτῃ τεσσαράκοντα ἐχρήσαντο ἔτεσιν, ἐφ’ ὅσον ἤσαν ἐν τῇ ἐρήμῳ. αὖθις οὑν εἰς ἄνυδρον ἦλθον τόπον καλούμενον Ῥαφιδίν, καὶ διψῶντες κατὰ Μωυσέως κεκίνηντο. ὁ δὲ τοῦ θεοῦ δεηθεὶς κελεύεται ῥάβδῳ τὴν πέτραν πλῆξαι, καὶ πλήττει, ἧς αὐτίκα ὕδωρ ἐξεβλύσθη πολύ τε καὶ διαυγέστατον. οἱ δὲ Ἀμαληκῖται κατὰ τῶν Ἑβραίων ἐχώρουν, τοὺς περιοἴκους συμμάχους προσκαλεσάμενοι. Μωυσῆς δὲ τὸ μάχιμον τοῦ λαοῦ τῶν ἄλλων ἀποδιελών, καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ ἐπιστήσας αὐτοῖς, μέρος δέ τι τῆς στρατιὰς καταλιπὼν εἰς τὴν τοῦ ὕδατος φυλακήν, αὐτὸς μὲν ἀνεχώρει πρὸς τὸ ὄρος, Ἰησοῦ δ’ ἐνετέλλετο πεποιθέναι θεῷ καὶ τὸ στράτευμα κατὰ τῶν ἐναντίων ἐξάγειν. ἤδη οὖν ὁ πόλεμος συνερρήγνυτο·