καὶ παράγονται γυναῖκες Αἰγύπτιαι θηλάσουσαι αὐτό· τό δὲ θηλὴν αὐτῶν οὐ προσίετο. ἡ δὲ Μαριάμμη ὡς τάχα παρατυγχάνουσα “βασίλισσα” εἶπεν, “εἰ Ἑβραΐς κληθείη γυνή, ἴσως προσήσεται τὸ βρέφος ὁμογενοῦς.” ἡ δέ “κάλεσον” ἔφη. καὶ παρήγαγε τὴν μητέρα, καὶ ἡ Θέρμουθις τὴν τοῦ παιδὸς τροφὴν ἔμμισθον αὐτῇ ἀνατίθησι, καὶ ἐκ τοῦ συμβεβηκότος ὀνομάζει αὐτό. τό γὰρ ὕδωρ μῶς καλοῦσιν Αἰγύπτιοι, ὑσῆς δὲ τοὺς σωθέντας ἐξ ὕδατος· ἄμφω γοῦν συνθεῖσα τὰ ῥήματα εἰς κλῆσιν αὐτοῖς τοῦ βρέφους ἐχρήσατο. ἦν δ᾿ ἐξ Ἀβραὰμ ἕβδομος Μωυσῆς· Ἀμαρὰμ μὲν γὰρ αὐτὸς ἦν παῖς, Καὰθ δὲ τῷ Ἀμαρὰμ ὁ πατήρ, ὁ δὲ τοῦ Λευὶ, καὶ τοῦ Ἰακὼβ ὁ Λευί, Ἰακὼβ δὲ ἐτέχθη τῷ Ἰσαάκ, Ἰσαὰκ δ᾿ ἐξέφυ τῷ Ἀβραάμ. τριετεῖ δὲ τῷ παιδὶ γεγονότι καὶ τὸ τῆς ἡλικίας ἀνάστημα καὶ τὸ τῆς μορφῆς ἀστεῖον ἐκ θειοτέρας ἐπέπρεπε χάριτος, ἡ δὲ σύνεσις πολὺ κρείττων τῆς ἡλικίας ἐφύετο. ἡ Θέρμουθις οὖν γνησίας ἀμοιροῦσα γονῆς υἱοθετεῖται αὐτὸν καὶ κομίζει πρὸς τὸν πατέρα, ὁ δὲ τὸν παῖδα προστερνισάμενος ἐπιτίθησιν αὐτῷ κατὰ φιλοφρόνησιν τὸ διάδημα. καὶ ὁ παῖς αὐτὸ κατὰ νηπιότητα δῆθεν ῥιπτεῖ κατὰ γῆς καὶ ἐπέβαινε τοῖς ποσίν. ὅπερ ὁ ἱερογραμματεὺς θεασάμενος, ὃς ἐκ τῶν Ἑβραίων γενέσθαι τινὰ τὸν τὴν Αἰγυπτίων ἀρχὴν ταπεινώσοντα προεῖπεν, ἀνακραγών “οὗτος” εἶπεν “ἐκεῖνος ὁ παῖς, ὃν ἀνελὼν τοῖς Αἰγυπτίοις τὸ δέος περίελε,” ἔφθη δ᾿ αὐτὸν ἡ Θέρμουθις ἐξαρπάσασα, καὶ τὸν Φαραὼ δὲ νωθρὸν πρὸς τὸν φόνον διέθηκεν ὁ θεός. Παρελθὼν δὲ εἰς ἡλικίαν ὁ Μωυσῆς ἐκ τοιαύτης λαβῆς οἷος τὴν ἀρετὴν ἦν φανερὸς τοῖς Αἰγυπτίοις ἐγένετο. πρόσοικοι ὄντες τῇ Αἰγύπτῳ Αἰθίοπες ἐσίνοντο τὴν χώραν αὐτῶν, οἱ δ᾿ Αἰγύπτιοι στρατεύουσιν ἐπ᾿ αὐτούς· καὶ ἡττήθησαν, Αἰθίοπες δὲ καταφρονήσαντες αὐτῶν τὴν ἅπασαν κατέτρυχον Αἴγυπτον. κατὰ δὲ θεῖον χρησμὸν αἰτεῖ τὴν θυγατέρα τὸν Μωυσῆν Φαραὼ ἤδη ἀνδρωθέντα, κατὰ τῶν Αἰθιόπων στρατηγὸν αὐτῷ γενησόμενον.ἡ δὲ δίδωσιν, ὁρκώσασα τὸν πατέρα μηδὲν αὐτὸν διαθεῖναι κακόν. Μωυσῆς δὲ τὸν πόλεμον πιστευθεὶς οὐ διὰ συνήθους ὁδοῦ ἄγει ἐπὶ τοὺς πολεμίους τὴν στρατιάν , ἀλλὰ δι᾿ ἀστιβήτου ἐκ πλήθους ἑρπετῶν ἰοβόλῶν · ἔνθα καὶ τὴν σύνεσιν αὐτοῦ ἐπεδείξατο. πλέγματα γὰρ ποιήσας καὶ ταῦτα πληρώσας ἴβεων, πολλὰς δὲ ταύτας τρέφει καὶ χειροήθεις ἡ Αἴγυπτος, κατὰ τὴν ὁδὸν ἐκείνην ἐκόμιζεν· αἶ δὲ ἴβεις τοῖς ἰοβόλοις τούτοις πολέμιοι· καὶ ταύταις προηγουμέναις τῆς στρατιᾶς προμάχοις κατὰ τῶν ἰοβόλων ἐχρήσατο. καὶ μηδὲν προγνοῦσιν ἔπεισι τοῖς Αἰθίοψι, καὶ τούτους νικᾷ καὶ πόλεις αὐτῶν αἱρεῖ οὐκ ὀλίγας. οἱ δὲ συνελαθέντες εἰς Σαβᾶν πόλιν βασίλειον οὖσαν Αἰθιοπίας, ἣν ὕστερον Καμβύσης Μερόην ὠνόμασε διὰ τὴν ὁμώνυμον ἀδελφήν, ἐπολιορκοῦντο· ἦν δὲ ἡ πόλις δυσπολιόρκητος. Θάρβις δὲ τοῦ Αἰθιόπων κρατοῦντος θυγάτηρ εἰς ἔρωτα ὤλισθε Μωυσέως καὶ διαπέμπεται πρὸς αὐτὸν περὶ γάμου, ὁ δὲ κατένευεν, εἰ παραδοίη τὴν πόλιν αὐτῷ. φθάνει τὸ ἔργον τοὺς λόγους, καὶ Μωυσῆς ἐτέλει τοὺς γάμους, καὶ τοὺς Αἰγυπτίους ἀπήγαγεν εἰς τὴν ἑαυτῶν. οἱ δ᾿ ἐμίσουν αὐτὸν καὶ σωζόμενοι, καὶ ἠρέθιζον τόν Φαραὼ κατ’ αὐτοῦ. ὁ δὲ καὶ τοῖς ἱερογραμματεῦσι πειθόμενος καὶ διὰ τὸν φόνον τοῦ Αἰγυπτίου τοῦ τὸν Ἑβραῖον μαστίζοντος, ὡς τῇ βίβλῳ περιείληπται τῆς Γενέσεως, εἰ καὶ τοῦτο παρέδραμεν ὁ Ἰώσηπος, ἐπέθετο τῇ ἀναιρέσει τοῦ Μωυσέως. ὁ δὲ καὶ τῶν ὁδῶν φυλαττομένων λαθὼν ὑπέξεισι διὰ τῆς ἐρήμου, καὶ εἰς πόλιν ἄπεισι Μαδιάμ, καὶ ξενίζεται παρὰ τῷ τῆς πόλεως ἱερεῖ, ὃς καὶ διώνυμος ὢν Ῥαγουὴλ ἐκαλεῖτο καὶ Ἰοθόρ. ὁ δὲ τὴν θυγατέρα αὐτοῦ Σεπφώραν τῷ Μωυσῇ πρὸς γάμον ἐκδίδωσιν καὶ ποιμένα ποιεῖται τῶν ἑαυτοῦ θρεμμάτων.Νέμων δ’ ἐπὶ τὸ Σίναιον ὄρος ὁ Μωυσῆς τοῦ περὶ τὴν βάτον ἀξιοῦται ὁράματος, ἣν ἔφλεγε πῦρ, οὐ μέντοι κατέκαιεν. εἶτα καὶ φωνῆς ἐκεῖθεν ἀκούει, ἣ μὴ προβαίνειν ἐπέταττεν, ἅτε θείου τοῦ τόπου τυγχάνοντος, καὶ τὰ ἐσόμενα προηγόρευε, καὶ ἀπιέναι αὐτῷ εἰς Αἴγυπτον ἐκέλευε, τοὺς ὁμογενεῖς τῆς ἐκεῖ κακώσεως ἀπαλλάξοντι καὶ ἐξάξοντι αὐτοὺς τῆς Αἰγύπτου, θυσίας τε εἰς ἐκεῖνον τὸν τόπον ποιεῖν ἐνετέλλετο. ταῦτα ἐκ τοῦ πυρὸς θεοκλυτεῖται ὁ Μωυσῆς. ὁ δ᾿ ἠπόρει πῶς ἢ τούς οἰκείους πείσειεν ἢ βιάσαιτο Φαραὼ ἐπιτρέψαι τὴν ἔξοδον. καὶ ὁ θεὸς ῥᾷστα ταῦτα θήσειν αὐτῷ ἐπηγγέλλετο, καὶ εἰς πίστιν τὴν βακτηρίαν εἰς τὴν γῆν ἀφεῖναι κελεύεται, καὶ ἀφέντος δράκων ἐγένετο, εἶτ᾿ ἐπιλαβομένου πάλιν βάκτρον ἦν. καὶ καθεῖναι τὴν δεξιὰν εἰς τὸν κόλπον προσταχθείς, λευκὴν ὁμοίαν τιτάνῳ τὴν χρόαν ἐξήνεγκεν, εἶτα καὶ εἰς τὸ πρότερον εἶδος ἀποκατέστη. καὶ τοῦ πλησίον ὕδατος λαβεῖν κελευσθεὶς καὶ καταχέαι τῆς γῆς, ὁρᾷ τὸ χεθὲν αἱματῶδες. θαρρεῖν οὖν ἐπὶ τούτοις παρεκελεύετο καὶ μηκέτι μέλλειν. παραλαβὼν οὖν τὴν γυναῖκα καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς, Γηρσών, ὃ σημαίνει ὅτι εἰς τὴν ξένην, καὶ Ἐλεάζαρ, δηλοῖ δὲ ὡς συμμάχῳ χρήσαιτο τῷ πατρῴῳ θεῷ, ὥρμησεν εἰς Αἴγυπτον. πλησιάσαντι δὲ ὁ ἀδελφὸς ὑπήντησεν Ἀαρών. παραγίνονται οὖν ἄμφω πρὸς Φαραώ, καὶ τὰ ἐκ θεοῦ προστεταγμένα εἰπόντες ἠξίουν μὴ ἀντιπράττειν τῇ θείᾳ βουλῇ. χλευάσαντος δ᾿ ἐκείνου, ἔργῳ τὰ σημεῖα ἐδείκνυον, καὶ ἡ ῥάβδος ὄφις ῥιφεῖσα ἐγένετο. τὸ δ᾿ αὐτὸ καὶ τῶν Αἰγυπτίων ἐπαοιδῶν πεποιηκότων καὶ τὰς σφετέρας βακτηρίας μεταβαλόντων εἰς δράκοντας, Μωυσῆς τὴν βακτηρίαν αὖθις ῥιπτεῖ κατὰ γῆς, καὶ εἰς ὄφιν μεταβληθεῖσα τὰς τῶν Αἰγυπτίων βακτηρίας, αἳ δράκοντες ἐδόκουν, κατέφαγεν· εἶτα εἰς τὸ ἑαυτῆς σχῆμα μεταπεσοῦσαν αὐτὴν κομίζεται. σκληρυνομένου δὲ Φαραώ, εἰς αἷμα τὰ ὕδατα μετεβέβλητο. εἶτα βάτραχοι πᾶσαν τὴν γῆν Αἰγύπτου ἐκάλυψαν.