εἶτα ἐπὶ δεῖπνον παραλαμβάνει τοὺς ἀδελφούς, καὶ διπλασίοσι μοίραις ἐδεξιοῦτο τὸν Βενιαμίν, καὶ τὸν τοῦ σίτου ταμίαν δοῦναι σῖτον αὐτοῖς κελεύει καὶ τὴν τιμὴν ἐνθεῖναι τοῖς σάκκοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφον ἀργύρεον ἐμβαλεῖν. τούτων δὲ γεγονότων ἀπῄεσαν οἱ ἀδελφοὶ λαβόντες τὸν Συμεών. περικυκλοῦσι δὲ ἀπιόντας αὐτοὺς ἱππεῖς ἐπεγκαλοῦντες τὴν τοῦ σκύφου κλοπήν, καὶ ἐρευνῶντες εὗρον τὸν σκύφον παρὰ τῷ φορτίῳ βενιαμίν. οἱ μὲν οὖν ἱππεῖς ἦγον πρὸς τὸν Ἰωσὴφ τὸν Βενιαμίν, οἱ ἀδελφοὶ δὲ αὐτοῦ τὰς στολὰς διαρρήξαντες ἔκλαιον καὶ συνείποντο. Ἰωσὴφ δὲ τούτους ὀνειδίσας ὡς ἀχαρίστους, ἠλευθέρου μὲν τοὺς λοιπούς, μόνῃ δ’ ἠρκεῖτο τῇ τοῦ Βενιαμὶν κατοχῇ. τοὺς δὲ ἀπορία συνεῖχεν. Ἰούδας δὲ διαλεχθεὶς καὶ πολλὰ πρὸς ἔλεον δημηγορήσας ἐπαγωγά, εἰς ἔλεγχον ἤγαγε τοῦ πάθους τὸν Ἰωσήφ. ὁ δὲ μηκέτι δυνάμενος ὑποκρίνεσθαι τὴν ὀργήν, γνωρίζει τοῖς ἀδελφοῖς ἑαυτόν, καὶ χάριν αὐτοῖς ὡμολόγει ὡς συναιτίοις γενομένοις τῶν τῷ θεῷ βεβουλευμένων περὶ αὐτοῦ. “ἄπιτε οὖν φησί “καὶ ταῦτα δηλώσατε τῷ πατρί, αὐτόν τε καὶ πᾶσαν τὴν συγγένειαν ἀναλαβόντες ἐνταυθοῖ μετοικίζεσθε · ἔτι γὰρ ἐπὶ πενταετίαν ἔσται λιμός. ταῦτ’ εἰπὼν περιβάλλει τοὺς ἀδελφοὺς καὶ δωρεαῖς δεξιοῦται.Καὶ οἱ μὲν ἀπῆλθον· ὁ δ’ Ἰακὼβ μαθὼν τὰ περὶ Ἰωσήφ, ὥρμησεν εὐθὺς πρὸς αὐτόν) πάντας τοὺς μετ’ αὐτοῦ ἐπαγόμενος· ἦσαν δὲ ἑβδομήκοντα πέντε. ἤδη δὲ τῆς Αἰγύπτου πλησίον ὄντι αὐτῷ προσυπαντᾷ Ἰωσήφ. ὁ δ’ ὑπὸ χαρᾶς μικροῦ δεῖν ἐξέλιπε. παραγεγονότα δὲ τὸν Ἰακὼβ καὶ τοὺς μετ’ αὐτοῦ πρός Αἴγυπτον ἀκούσας Φαραώ, χαίρων ἦν, καὶ παραγενόμενον τὸν Ἰακὼβ πρὸς αὐτὸν ἠσπάσατο. καὶ μαθὼν ποιμένας εἶναι τοὺς μετ’ αὐτοῦ, συνεχώρησεν αὐτοῖς τὴν ἐν Ἠλίου πόλει κατοίκησιν. τοῦ δὲ λιμοῦ ἐπιτεινομένου, χρημάτων τοῖς Αἰγυπτίοις ἀπεδίδου τὸν σῖτον ὁ Ἰωσήφ. τούτων δ’ ἐπιλιπόντων, τῶν βοσκημάτων ὠνοῦντο αὐτόν, εἶτα καὶ τῆς γῆς παρεχώρουν, ἵνα τραφεῖεν. οὕτω δὲ τοῦ Φαραὼ πάσης περιουσίας κυρίου γενομένου πλὴν τῶν ἱερέων, τούτοις γὰρ ἔμενεν ἡ χώρα αὐτῶν, ὡς ἤδη ἐλώφησεν ὁ λιμός, συλλέγων τοὺς Αἰγυπτίους Ἰωσὴφ ἕκαστον εἰς τὴν πόλιν αὐτοῦ, τήν τε γῆν αὐτοῖς ἐχαρίζετο καὶ φιλεργεῖν παρεκάλει, τὴν πέμπτην τῶν καρπῶν τελοῦντας τῷ Φαραώ. Ἰακὼβ δὲ ἑπτακαίδεκα ἔτη ἐν Αἰγύπτῳ διαγαγὼν νοσήσας ἐξέλιπε, προειπὼν πῶς μέλλοιεν οἱ ἐκ τῆς γενεᾶς αὐτοῦ τὴν Χαναναίαν οἰκεῖν. καὶ τοῖς μὲν ἄλλοις τῶν υἱῶν κτῆσιν ἀγαθῶν ἐπευξάμενος, τοῦ Ἰωσὴφ δ’ ἐγκώμιον διεξελθών, ὅτι μὴ μνησικακήσειε τοῖς ἀδελφοῖς, πρόσ’ ἔταξε τοῖς υἱοῖς ἵνα τοὺς παῖδας τοῦ Ἰωσὴφ Ἐφραΐμ καὶ Μανασσῆν ἑαυτοῖς, συνδιαιρούμενοι τούτοις τὴν Χαναναίαν. εὐλογηθῆναι δὲ τοὺς υἱοὺς αὐτοῦ Ἰωσὴφ παραστήσας τῷ Ἰακώβ, τὸν μὲν πρεσβύτερον κατὰ τὴν δεξιὰν ἔστησε χεῖρα, τὸν δὲ νεώτερον κατὰ τὴν λαιάν. ὁ δὲ τὰς χεῖρας ἐναλλὰξ ταῖς τῶν παίδων κεφαλαῖς ἐπιθέμενος, τὴν μὲν δεξιὰν τῷ νεωτέρῳ ἀπένειμε, τῷ πρεσβυτέρῳ δὲ τὴν εὐώνυμον. καὶ τοῦ Ἰωσὴφ μὴ οὕτω χρῆναι τὴν ἐπίθεσιν τῶν χειρῶν ποιήσασθαι φήσαντος τῷ πατρί, ἐκεῖνος ἀλλοιῶσαι τὸν τῶν χειρῶν οὐκ ἐπείσθη σχηματισμόν.οὐ γάρ, ὡς ὑπείληφεν Ἰωσήφ, οὐκ ᾔδει ὃ ἐποίει, τοῦ γήρως τῷ βαθεῖ βλαβεὶς τὴν διάνοιαν, ἀλλ’ ὡς προφήτης τὰ μέλλοντα ὑπῃνίττετο, καὶ τὸν σωτήριον ἐτύπου σταυρόν, καὶ τὸν νέον λαὸν τὸν ἐξ ἐθνῶν δηλαδὴ δεξιὸν ἐδήλου λογισθήσεσθαι τῶ θεῷ καὶ τοῦ πρεσβυτέρου προτιμηθήσεσθαι, φημὶ δῆτα τοῦ Ἰουδαϊοῦ. τελευτᾷ δὲ Ἰακὼβ βιώσας ἔτη τριῶν δέοντα ἑκατὸν καὶ πεντήκοντα. Ἰωσὴφ δὲ τοῦ Φαραὼ συγχωρήσαντος ἄπεισιν εἰς Χεβρῶνα καὶ θάπτει τὸν πατέρα πολυτελῶς. τῶν δὲ ἀδελφῶν δεδιότων συνυποστρέφειν αὐτῷ, ἕνα μὴ μνησικακήσας ἀνταποδοίη αὐτοῖς, πείθει μηδὲν ὑφορᾶσθαι. τελευτᾷ δὲ καὶ οὗτος, ἔτη βιώσας ἑκατὸν δέκα, ἐντειλάμενος, ὅτε μεταναστεύσουσι τῆς Αἰγύπτου οἱ ἐκ τοῦ γένους αὐτοῦ, ἐκκομίσαι καὶ τὰ ὀστᾶ αὐτοῦ καὶ εἰς τὴν Χαναναίαν ἀπαγαγεῖν.Αἰγύπτιοι δὲ ἀκμάζοντας τοὺς Ἰσραηλίτας ὁρῶντες καὶ τοῦ Ἰωσὴφ ἐπιλελησμένοι, ταλαιπωρίας ποικίλας κατ’ αὐτῶν ἐπενόουν. τόν τε γὰρ ποταμὸν εἰς διώρυχας πλείστας κατατεμεῖν αὐτοῖς ἐπέταξαν, καὶ οἰκοδομήσαι τείχη ταῖς πόλεσι καὶ χώματα ἀνεγεῖραι, ἵνα δι’ αὐτῶν ὁ ποταμὸς λιμνάζειν ἀπείργοιτο, καὶ ἀνιστᾶν πυραμίδας, καὶ τούτοις τοὺς Ἑβραίους ἐξέχρόνον χρόνον μὲν οὖν συχνὸν ἐπ’ αὐταῖς διήνυσαν ταῖς κακώσεσιν. εἶτα τῶν ἱερογραμματέων τις ἀγγέλλει τῷ Φαραὼ τεχθήσεσθαί τινα κατ’ ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς τραφεὶς ταπεινώσει μὲν τοὺς Αἰγυπτίους, αὐξήσει δὲ τοὺς ὁμογενεῖς. δείσας οὖν Φαραὼ κελεύει πᾶν ἄρσεν γεννώμενον τοῖς Ἐβραίοις ῥιπτοῦντας εἰς τὸν ποταμὸν διαφθείρειν, τοὺς δὲ μὴ οὕτω ποιοῦντας τῶν παίδων τοκεῖς παγγενῆ ἀναιρεῖσθαι, καὶ τοὺς τοκετοὺς δὲ τῶν Ἑβραίων γυναικῶν τὰς Αἰγυπτίας μαίας παραφυλάττειν. Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις· ἀνὴρ δέ τις τῶν εὖ γεγονότων πρὸς ταῦτα διέκειτο χαλεπῶς, ἐκυοφόρει γὰρ αὐτῷ ἡ γυνή, καὶ ἐδέετο τοῦ θεοῦ· μὴ ἀπογινώσκειν δὲ καθ’ ὕπνους προσέταξεν αὐτῷ ὁ θεός. ‘ὅ τε γὰρ παῖς, ὃν ὑφορῶνται Αἰγύπτιοι, σός ἔλεγεν ‘‘ἔσται, καὶ σωθήσεται καὶ τραφήσεται λαθὼν τοὺς ἐπιβουλεύοντας, καὶ λύσει μὲν τῆς παρ’ Αἰγυπτίοις δουλείας τοὺς ὁμοφύλους, μνήμης δὲ αἰωνίου τεύξεται. ὁ δὲ ἀδελφὸς αὐτοῦ ἱεράσεταί μοι σὺν τοῖς ἐκγόνοις διὰ παντός.” τίκτει τοίνυν αὐτῷ ἡ γυνὴ παιδίον ἄρρεν λαθοῦσα τοὺς φύλακας, καὶ τρέφεται παρά τῶν τεκόντων τὸ βρέφος ἐπὶ μῆνας τρεῖς. δεδοικότες δὲ ἐπὶ τῷ θεῷ τὴν ἑαυτοῦ σωτηρίαν πεποίηνται, καὶ πλέγμα τι μηχανησάμενοι ἀσφάλτῳ τε περιχρίσαντες ἐντιθέασι τὸ βρέφος καὶ ἀφιᾶσι κατὰ τοῦ ποταμοῦ. ἡ δὲ τοῦ παιδὸς ἀδελφὴ Μαριάμμη παρετήρει τὸ γενησόμενον. παίζουσα δὲ παρὰ ταῖς ὄχθαις τοῦ ποταμοῦ Θέρμουθις ἡ θυγάτηρ Φαραὼ ὁρᾷ τὸ πλέγμα καὶ στείλασα κομίζεται τοῦτο. ἰδοῦσα δὲ τὸ παιδίον ἠγάπησε τοῦτο καὶ διὰ κάλλος καὶ διὰ μέγεθος.