τῶν ἀγαθῶν ἔργων· ἀλλὰ καὶ τῶν ἐναντίων εὐθύνας ἀποκεῖσθαι προκατήγγειλε διὰ παραβολῶν θαυμασίων καὶ ἐξαισίων, ἃς ἡ πηγὴ τῆς σοφίας πανσόφως διηγήσατο· ποτὲ μὲν πλούσιόν τινα παρεισάγων πορφύραν καὶ βύσσον ἐνδεδυμένον, καὶ καθ’ ἡμέραν λαμπρῶς εὐφραινόμενον, ἀμετάδοτον δὲ καὶ ἀνηλεῆ πρὸς τοὺς δεομένους ὑπάρχοντα, ὡς καὶ πτωχόν τινα Λάζαρον ὀνόματι πρὸς τὸν πυλῶνα αὐτοῦ βεβλημένον παραβλέπειν, καὶ οὐδὲ αὐτῶν τῶν τῆς τραπέζης αὐτοῦ ψιχίων ἐπιδιδόναι αὐτῷ· ἀποθανόντων οὖν ἀμφοτέρων, ὁ μὲν πένης ἐκεῖνος καὶ ἡλκωμένος ἀπηνέχθη, φησίν, εἰς τὸν κόλπον Ἀβραάμ, τὴν τῶν δικαίων συναυλίαν οὕτω δηλώσας· ὁ δὲ πλούσιος παρεδόθη φλογὶ πικρᾶς βασάνου ἐν τῷ ᾅδῃ· πρὸς ὃν Ἀβραὰμ ἔλεγεν· Ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ οὗτος μὲν παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἑτὲρωθι δὲ παρεικάζων τὴν τῶν οὐρανῶν βασιλείαν, λέγει· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ, τὴν μέλλουσαν εὐφροσύνην καὶ λαμπρότητα οὕτω δηλῶν. πρὸς ἀνθρώπους γὰρ ταπεινοὺς καὶ τὰ ἐπίγεια φρονοῦντας τὸν λόγον ποιούμενος ἐκ τῶν συνήθων αὐτοῖς καὶ γνωρίμων ἐδίδου τὰς παραβολάς. οὐ μέντοι δὲ γάμους καὶ τραπέζας ἐν ἐκείνῳ παρεδήλου τῷ αἰῶνι εἶναι· ἀλλὰ τῇ αὐτῶν συγκαταβαίνων παχύτητι, τοιούτοις ὀνόμασι κέχρηται, γνωρίσαι αὐτοῖς τὰ μέλλοντα βουλόμενος.πάντας μὲν οὖν, φησί, συνεκάλεσεν ὁ βασιλεὺς ὑψηλῷ κηρύγματι συνελθεῖν εἰς τοὺς γάμους καὶ ἐμφορηθῆναι τῶν ἀπορρήτων ἀγαθῶν ἐκείνων· πολλοὶ δὲ τῶν κεκλημένων ἀμελήσαντες οὐκ ἀπῆλθον, ἀλλ’, ἀπασχολήσαντες ἑαυτούς, οἱ μὲν εἰς ἀγρούς, οἱ δὲ εἰς ἐμπορίας, οἱ δὲ εἰς νεονύμφους γυναῖκας, ἀπεστέρησαν ἑαυτοὺς τῆς λαμπρότητος τοῦ νυμφῶνος. ἐκείνων δὲ ἐθελοντὶ ἀλλοτριωθέντων τῆς τερπνῆς εὐφροσύνης, ἄλλοι προσεκλήθησαν· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἄρατε αὐτόν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. οἱ μὲν οὖν παραιτησάμενοι καὶ μηδόλως τῆς κλήσεως ὑπακούσαντες εἰσὶν οἱ μὴ προσδραμόντες τῇ τοῦ Χριστοῦ πίστει, ἀλλ’ εἴτε τῇ εἰδωλολατρείᾳ, εἴτε αἱρέσει τινὶ ἐμμείναντες· ὁ δὲ μὴ ἔχων τὸ τοῦ γάμου ἔνδυμα ἐστὶν ὁ πιστεύσας μέν, πράξεσι δὲ ῥυπαραῖς τὸ νοητὸν ἔνδυμα κηλιδώσας, ὃς καὶ δικαίως ἐξεβλήθη τῆς χαρᾶς τοῦ νυμφῶνος. Καὶ ἄλλην δὲ παραβολὴν ταύτῃ συνᾴδουσαν παρέθηκε, δέκα τινὰς παρθένους τυπώσας, Ὧν αἱ μὲν πέντε ἦσαν φρόνιμοι, αἱ δὲ πέντε μωραί.αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· αἰ δὲ φρόνιμοι ἔλαβον ἔλαιον· διὰ τοῦ ἐλαίου τὴν τῶν ἀγαθῶν ἔργων κτῆσιν σημαίνων. Μέσης δὲ τῆς νυκτός, φησί, κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται· ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ· διὰ τοῦ μεσονυκτίου τὸ ἄδηλον τῆς ἡμέρας ἐκείνης παραστήσας. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι· Αἱ μὲν οὖν ἕτοιμοι ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου, καὶ εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα· αἱ δὲ ἀνέτοιμοι, ἃς εἰκότως μωρὰς ἐκάλεσε, σβεννυμένας τὰς λαμπάδας ἑαυτῶν ὁρῶσαι, ἀπῆλθον ἀγοράσαι ἔλαιον. παραγενόμεναι δὲ κλεισθείσης ἤδη τῆς θύρας, ἔκραζον λέγουσαι· Κύριε, κύριε, ἄνοιξον ἡμῖν· ὁ δέ, φησίν, ἀποκριθεὶς εἶπεν· Ἀμήν, λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς· διὰ τούτων οὖν ἁπάντων δῆλόν ἐστιν ἀνταπόδοσιν εἶναι οὐ μόνον τῶν ἐναντίων πράξεων, ἀλλὰ καὶ ῥημάτων καὶ αὐτῶν τῶν ἐνθυμήσεων. εἶπεν γὰρ ὁ Σωτήρ· Λέγω ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. καὶ αὖθις· Ὑμῶν δέ, φησί, καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί· διὰ τῶν τριχῶν τὰ λεπτότατα τῶν διαλογισμῶν καὶ ἐνθυμήσεων παραδηλώσας.συνῳδὰ δὲ τούτοις καὶ ὁ μακάριος διδάσκει Παῦλος· Ζῶν γάρ, φησίν, ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Ταῦτα καὶ οἱ προφῆται πρὸ χρόνων πολλῶν τῇ τοῦ Πνεύματος λαμπόμενοι χάριτι ἀριδηλότατα κατήγγειλαν. φησὶ γὰρ ὁ Ἠσαΐας· Ἐγὼ τὰ ἔργα αὐτῶν καὶ τοὺς λογισμοὺς ἐπίσταμαι καὶ ἀνταποδώσω αὐτοῖς· ἰδοὺ συναγαγεῖν ἔρχομαι πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου. καὶ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ μὲν ἐνώπιόν μου· καὶ ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου, λέγει Κύριος, καὶ ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων, τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. καὶ αὖθις περὶ τῆς ἡμέρας ἐκείνης λέγει· Καὶ εἰληθήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσοῦνται ὡς φύλλα ἐξ ἀμπέλου· ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται, ἀνίατος θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς· οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ