Ὁ δὲ Ἰωάσαφ πρὸς αὐτὸν ἔφη. Μεγάλα τινὰ καὶ θαυμαστὰ πράγματα λέγεις μοι, ἄνθρωπε, φόβου πολλοῦ καὶ τρόμου ἄξια, εἰ ταῦτά γε οὕτως ἔχει, καὶ ἔστι πάλιν, μετὰ τὸ ἀποθανεῖν καὶ εἰς τέφραν καὶ κόνιν διαλυθῆναι, ἀνάστασις καὶ παλιγγενεσία, ἀμοιβαί τε καὶ εὔθυναι τῶν βεβιωμένων. ἀλλὰ τίς ἡ τούτων ἀπόδειξις; καὶ πῶς, τὸ τέως μὴ θεαθὲν μαθόντες, οὕτως ἀραρότως καὶ ἀναμφιλέκτως ἐπιστεύσατε; τὰ μὲν γὰρ ἤδη πραχθέντα καὶ ἔργοις φανερωθέντα, κἂν αὐτοὶ οὐκ εἴδετε, ἀλλὰ τῶν ἱστορησάντων ἠκούσατε· πῶς δέ, καὶ περὶ τῶν μελλόντων τοιαῦτα μεγάλα καὶ ὑπέρογκα κηρύττοντες, ἀσφαλῆ τὴν περὶ αὐτῶν κέκτησθε πληροφορίαν; Καί φησιν ὁ Βαρλαάμ· Ἐκ τῶν ἤδη πραχθέντων ἐκτησάμην καὶ τῶν μελλόντων τὴν πληροφορίαν· οἱ γὰρ ταῦτα κηρύξαντες ἐν οὐδενὶ τῆς ἀληθείας διαμαρτόντες, ἀλλὰ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι τὰ λεχθέντα ἐμπεδωσάμενοι, αὐτοὶ καὶ περὶ τῶν μελλόντων εἰσηγήσαντο.ὥσπερ οὖν ἐνταῦθα οὐδὲν σκαιὸν καὶ πεπλασμενον ἐδίδαξαν, ἀλλὰ πάντα φαιδρότερον ἡλίου ἔλαμψαν ὅσα τε εἶπον καὶ ἐποίησαν, οὕτω κἀκεῖ ἀληθινὰ ἐδογμάτισαν· ἅτινα καὶ αὐτὸς ὁ Κύριος ἡμῶν καὶ δεσπότης Ἰησοῦς Χριστὸς λόγῳ τε καὶ ἔργῳ ἐπιστώσατο. Ἀμὴν γάρ, φησί, λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται· καὶ αὖθις· Ἔρχεται ὥρα, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως· καὶ πάλιν περὶ τῆς ἀναστάσεώς φησι τῶν νεκρῶν· Οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος· ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· Ὥσπερ γὰρ συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ αἰῶνος τούτου· ἀποστελεῖ ὁ Υἱὸς τοῦ Θεοῦ τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσι πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. ταῦτα εἰπών, προσέθετο· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Τοιούτοις μὲν λόγοις καὶ ἑτέροις πλείοσι τὴν τῶν σωμάτων ἡμῶν ἀνάστασιν ὁ Κύριοςἐφανέρωσεν· ἔργῳ δὲ τοὺς λόγους ἐπιστώσατο, πολλοὺς ἐγείρας νεκρούς, πρὸς δὲ τῷ τέλει τῆς ἐπὶ γῆς αὐτοῦ πολιτείας, καὶ τεταρταῖον ἤδη καταφθαρέντα καὶ ὀδωδότα Λάζαρόν τινα φίλον ἑαυτοῦ ἐκ τοῦ μνήματος καλέσας, καὶ ζῶντα τὸν ἄπνουν παραστησάμενος. ἐπὶ τούτοις δὲ καὶ αὐτὸς ὁ Κύριος ἀπαρχὴ τῆς τελείας καὶ μηκέτι θανάτῳ ὑποπιπτούσης ἀναστάσεως γέγονε, σαρκὶ τοῦ θανάτου γευσάμενος, ἀναστὰς δὲ τριήμερος καὶ τῶν νεκρῶν πρωτότοκος γενόμενος. ἠγέρθησαν μὲν γὰρ καὶ ἄλλοι ἐκ τῶν νεκρῶν, ἀλλ’ αὖθις ἀπέθανον καὶ οὐκ ἔφθασαν εἰκόνα τῆς μελλούσης ἀληθινῆς ἀναστάσεως παραστῆσαι· μόνος δὲ αὐτὸς τῆς ἀναστάσεως ἐκείνης ἀρχηγὸς ἐγένετο, πρῶτος τὴν ἀθάνατον ἐγερθεὶς ἀνάστασιν. ταῦτα καὶ οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου ἐκήρυξαν. φησὶ γὰρ ὁ μακάριος Παῦλος, οὗ ἡ κλῆσις οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ οὐρανόθεν γέγονε· Γνωρίζω ὑμῖν, ἀδελφοί, τὸ Εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν· παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται,πῶς λέγουσί τινες ὅτι ἀνάστασις οὐκ ἔστιν; εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ἡμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἀνομίαις ὑμῶν· εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος· ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. καὶ μετ’ ὀλίγα· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε πληρωθήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος· ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; καταργεῖται γὰρ τέλεον ἡ τοῦ θανάτου δύναμις τότε καὶ ἀφανίζεται, μηκέτι ὅλως ἐνεργοῦσα, ἀλλ’ ἀθανασία λοιπὸν καὶ ἀφθαρσία δίδοται τοῖς ἀνθρώποις αἰώνιος. Ἔσται οὖν, ἔσται ἀναμφιλέκτως ἡ τῶν νεκρῶν ἀνάστασις, καὶ τοῦτο ἀνενδοιάστως πιστεύομεν· ἀλλὰ καὶ ἀμοιβὰς καὶ εὐθύνας τῶν βεβιωμένων γινώσκομεν κατὰ τὴν φοβερὰν ἡμέραν τῆς τοῦ Χριστοῦ παρουσίας, δι’ ἧς οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται, ὥς φησί τις τῶν θεηγόρων,Καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν, κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν. ὅτι γὰρ ἀμοιβαὶ καὶ εὔθυναι εἰσὶ τῶν ἔργων ἐκεῖ, καὶ οὐδὲν ὅλως τῶν ἀγαθῶν ἢ τῶν πονηρῶν παροφθήσεται, ἀλλὰ καὶ ἔργων καὶ ῥημάτων καὶ ἐνθυμήσεων ἀνταποδόσεις ἀπόκεινται, δῆλον· φησὶ γὰρ ὁ Κύριος· Ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦν μόνον εἰς ὄνομα μαθητοῦ, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. καὶ πάλιν λέγει· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. τί τοῦτο λέγων; τὰς γινομένας παῤ ἡμῶν εἰς τοὺς δεομένους εὐποιΐας ἑαυτῷ οἰκειούμενος. καὶ ἐν ἑτέρῳ λέγει· Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἰδοὺ διὰ πάντων τούτων καὶ ἄλλων πλειόνων ἐδήλωσε βεβαίας εἶναι καὶ ἀσφαλεῖς τὰς ἀμοιβὰς