οἱ αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου, οὓς ἀνωτέρω εἴρηκα, ὅτι μαθητὰς καὶ ἀποστόλους ὁ Σωτὴρ ἡμῶν Χριστὸς ἐξελέξατο· καὶ παρέδωκαν ἡμῖν ἐγγράφως, μετὰ τὴν ἔνδοξον τοῦ Δεσπότου εἰς οὐρανοὺς ἄνοδον, τῆς ἐπὶ γῆς αὐτοῦ πολιτείας τάς τε διδασκαλίας αὐτοῦ καὶ τὰ θαύματα, κατὰ τὸ ἐγχωροῦν γραφῇ παραδοῦναι. οὕτω γὰρ πρὸς τῷ τέλει τοῦ λόγου ὁ ἐξαίρετος τῶν θείων ἐκείνων εὐαγγελιστῶν εἴρηκεν· Ἔστι, φησί, καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἓν οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἐν τούτῳ οὖν τῷ θειοτάτῳ Εὐαγγελίῳ ἐμφέρεται τῆς τε σαρκώσεως, τῆς τε ἀναδείξεως, τῶν τε θαυμάτων, τῶν τε πραγμάτων αὐτοῦ ἡ ἱστορία Πνεύματι Θεοῦ γεγραμμένη, ἔπειτα καὶ περὶ τοῦ ἀχράντου πάθους οὗπερ ὑπέμεινε δι’ ἡμᾶς ὁ Κύριος, τῆς τε ἁγίας καὶ τριημέρου ἐγέρσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, πρὸς δὲ καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς αὐτοῦ δευτέρας παρουσίας. μέλλει γὰρ πάλιν ὁ Υἱὸς τοῦ Θεοῦ ἐλθεῖν ἐπὶ τῆς γῆς, μετὰ δόξης ἀρρήτου καὶ πλήθους τῆς οὐρανίου στρατιᾶς, κρῖναι τὸ γένος ἡμῶν καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. τὸν γὰρ ἄνθρωπον ἐξ ἀρχῆς ὁ Θεὸς ἐκ γῆς διαπλάσας, καθὰ δὴ καὶ προλαβὼν εἶπόν σοι, ἐνεφύσησεν εἰς αὐτὸν πνοήν,ἥτις ψυχὴ λογική τε καὶ νοερὰ προσαγορεύεται· ἐπεὶ δὲ θάνατον κατεκρίθημεν, ἀποθνήσκομεν πάντες, καὶ οὐκ ἔστι τὸ ποτήριον τοῦτό τινα τῶν ἀνθρώπων παραδραμεῖν· ἔστι δὲ ὁ θάνατος χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος. ἐκεῖνο μὲν οὖν τὸ ἐκ γῆς διαπλασθὲν σῶμα, χωρισθὲν τῆς ψυχῆς, εἰς γῆν ὑποστρέφει, ἐξ ἧσπερ καὶ ἐλήφθη, καὶ φθειρόμενον διαλύεται· ἡ δὲ ψυχή, ἀθάνατος οὖσα, πορεύεται ἔνθα κελεύει ὁ Δημιουργός, μᾶλλον δὲ καθὼς αὐτὴ προητοίμασεν ἑαυτῇ κατάλυμα ἔτι τῷ σαρκίῳ συνοῦσα. καθὼς γάρ τις πολιτεύσηται ἐνταῦθα, μέλλει ἀπολαμβάνειν ἐκεῖθεν. Εἶτα μετὰ πλείστους χρόνους ἐλεύσεται Χριστὸς ὁ Θεὸς ἡμῶν κρῖναι τὸν κόσμον ἐν δόξῃ φοβερᾷ καὶ ἀνεκδιηγήτῳ, οὗ τῷ φόβῳ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ πᾶσαι αἱ στρατιαὶ τῶν ἀγγέλων τρόμῳ παρίστανται ἐνώπιον αὐτοῦ. τότε ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ ἀναστήσονται οἱ νεκροί, καὶ παραστήσονται τῷ φοβερῷ αὐτοῦ θρόνῳ. ἔστι δὲ ἡ ἀνάστασις συνάφεια πάλιν ψυχῆς τε καὶ σώματος. αὐτὸ οὖν τὸ σῶμα, τὸ φθειρόμενον καὶ διαλυόμενον, αὐτὸ ἀναστήσεται ἄφθαρτον. καὶ μηδαμῶς σοι ἀπιστίας λογισμὸς περὶ τούτου ἐπέλθοι· οὐκ ἀδυνατεῖ γὰρ τῷ ἐξ ἀρχῆς ἐκ τῆς γῆς διαπλάσαντιαὐτό, εἶτα ἀποστραφὲν εἰς γῆν ἐξ ἧς ἐλήφθη, κατὰ τὴν τοῦ Δημιουργοῦ ἀπόφασιν, αὖθις ἀναστῆσαι. εἰ γὰρ ἐννοήσεις πόσα ἐξ οὐκ ὄντων ἐποίησεν ὁ Θεός, ἱκανή σοι ἔσται αὕτη ἀπόδειξις. καὶ γὰρ γῆν λαβὼν ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρότερον· πῶς οὖν ἡ γῆ γέγονεν ἄνθρωπος; πῶς δὲ αὕτη οὐκ οὖσα παρήγετο; ποίαν δὲ ὑποβάθραν ἔχει; πῶς δὲ ἐξ αὐτῆς παρήχθησαν τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν; ἀλλὰ καὶ νῦν κατανόησον ἐπὶ τῆς γεννήσεως τῆς ἡμετέρας· οὐ σπέρμα βραχὺ ἐνίεται εἰς τὴν ὑποδεχομένην μήτραν αὐτό; πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις; Τῷ οὖν ταῦτα πάντα δημιουργήσαντι ἐκ μὴ ὄντων καὶ ἔτι δημιουργοῦντι οὐκ ἀδύνατον ἐκ γῆς τὰ νενεκρωμένα καὶ διαφθαρέντα σώματα ἀναστῆσαι, ἵνα ἕκαστος ἀπολάβῃ κατὰ τὰ ἔργα αὐτοῦ· Ἐργασίας γάρ, φησίν, ὁ παρὼν καιρός, ὁ δὲ μέλλων ἀνταποδόσεως. ἐπεὶ ποῦ τὸ δίκαιον τοῦ Θεοῦ, εἰ μὴ ἀνάστασις ἦν; πολλοὶ γάρ, δίκαιοι ὄντες, πολλὰ ἐν τῷ παρόντι βίῳ κακουχηθέντες καὶ τιμωρηθέντες βιαίως ἀνῃρέθησαν· ἔνιοι δέ, ἀσεβεῖς ὄντες καὶ παράνομοι, ἐν τρυφῇ καὶ εὐημερίᾳ τὴν παροῦσαν ζωὴν ἀνήλωσαν· ὁ δὲ Θεός, ἐπειδὴ ἀγαθός ἐστι καὶ δίκαιος, ὥρισεν ἡμέραν ἀναστάσεως καὶ ἐτάσεως, ἵνα, ἀπολαβοῦσα ἑκάστη ψυχὴ τὸ ἴδιον σῶμα, ὁ μὲν κακός,ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβών, ἐκεῖ περὶ ὧν ἥμαρτε κολασθῇ, ὁ δὲ ἀγαθός, ἐνταῦθα τιμωρηθεὶς περὶ ὧν ἥμαρτεν, ἐκεῖ τῶν ἀγαθῶν κληρονόμος γένηται· Ἀκούσονται γάρ, φησὶν ὁ Κύριος, οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, ἡνίκα καὶ θρόνοι τεθήσονται, καὶ ὁ Παλαίος τῶν ἡμερῶν καὶ πάντων Δημιουργὸς προκαθίσει, καὶ βίβλοι ἀνοιγήσονται πάντων ἡμῶν τὰς πράξεις, τοὺς λόγους, τὰς ἐνθυμήσεις ἐγγεγραμμένας ἔχουσαι, καὶ ποταμὸς πυρὸς ἕλκεται, καὶ πάντα τὰ κεκρυμμένα ἀνακαλύπτονται. οὐδεὶς ἐκεῖ συνήγορος, ἢ πιθανότης ῥημάτων, ἢ ψευδὴς ἀπολογία, ἢ πλούτου δυναστεία, ἢ ἀξιωμάτων ὄγκος, ἢ δώρων ἄφθονοι δόσεις, κλέψαι τὴν ὀρθὴν κρίσιν ἰσχύουσιν· ἀλλ’ ὁ ἀδέκαστος ἐκεῖνος καὶ ἀληθινὸς δικαστὴς ζυγοῖς δικαιοσύνης πάντα διακρινεῖ, καὶ πρᾶξιν καὶ λόγον καὶ διανόημα. καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ζωὴν αἰώνιον, εἰς τὸ φῶς τὸ ἀνεκφράστου, μετὰ ἀγγέλων εὐφραινόμενοι, τῶν ἀπορρήτων ἀγαθῶν ἀπολαύοντες, καὶ τῇἁγίᾳ Τριάδι καθαρῶς παριστάμενοι· οἱ δὲ τὰ φαῦλα πράξαντες καὶ πάντες οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ εἰς κόλασιν αἰώνιον, ἥτις γέεννα λέγεται καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, καὶ βρυγμὸς ὀδόντων, καὶ ἄλλα μυρία κολαστήρια, μᾶλλον δέ, τὸ πάντων χαλεπώτατον, τὸ ἀλλοτριωθῆναι ἀπὸ Θεοῦ καὶ ἀπερρῖφθαι τοῦ γλυκυτάτου προσώπου αὐτοῦ, καὶ τῆς δόξης ἐκείνης στερηθῆναι τῆς ἀνεκδιηγήτου, καὶ τὸ παραδειγματισθῆναι ἐπὶ πάσης τῆς κτίσεως, καὶ τὸ αἰσχυνθῆναι αἰσχύνην πέρας οὐκ ἔχουσαν. μετὰ γὰρ τὸ δοθῆναι τὴν φρικτὴν ἐκείνην ἀπόφασιν, πάντα ἄτρεπτα μενεῖ καὶ ἀναλλοίωτα, μήτε τῆς τῶν δικαίων φαιδρᾶς διαγωγῆς ἐχούσης τέλος, μήτε τῆς τῶν ἁμαρτωλῶν ταλαιπωρίας καὶ κολάσεως λαμβανούσης πέρας· οὔτε γὰρ κριτὴς μετ’ ἐκεῖνον ὑψηλότερος, οὔτε ἀπολογία δι’ ἔργων δευτέρων, οὐ προθεσμία μεταποιήσεως, οὐκ ἄλλη τις μέθοδος τοῖς κολαζομένοις, συνδιαιωνιζούσης αὐτοῖς τῆς τιμωρίας. Τούτων οὕτως ἐχόντων, ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβέσι πολιτείαις, ἵνα καταξιωθῶμεν ἐκφυγεῖν τὴν μέλλουσαν ἀπειλὴν καὶ σταθῆναι ἐκ δεξιῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ; αὕτη γὰρ ἡ στάσις τῶν δικαίων· τοῖς δὲ ἁμαρτωλοῖς ἡ ἐξ εὐωνύμων ἀποκεκλήρωται παναθλία μερίς.