περὶ σοῦ τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, ὅτι καὶ τὸν λίθον ὄψει τὸν ἀτίμητον, καὶ τῇ αἴγλῃ τοῦ φωτὸς αὐτοῦ φῶς καὶ αὐτὸς ἀξιωθήσῃ γενέσθαι, καὶ καρπὸν ἐνέγκῃς ἑκατοστεύοντα. διὰ σὲ γὰρ ἔργον ἐθέμην καὶ μακρὰν διήνυσα ὁδόν, τοῦ ὑποδεῖξαί σοι ἃ οὐχ ἑώρακας πώποτε καὶ διδάξαι ἃ οὐκ ἀκήκοας. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Ἐγὼ μέν, πρεσβύτα τίμιε, πόθῳ τινὶ καὶ ἔρωτι ἀκατασχετῳ ζητῶ λόγον ἀκοῦσαι καινόν τινα καὶ ἀγαθόν, καὶ πῦρ ἔνδοθεν ἐν τῇ καρδίᾳ μου ἐκκέκαυται δεινῶς φλέγον με καὶ παρορμῶν μαθεῖν ἀναγκαίας τινὰς συζητήσεις· οὐκ ἔτυχον δὲ μέχρι τοῦ νῦν ἀνθρώπου δυναμένου πληροφορῆσαί με περὶ τούτων. εἰ δὲ τύχω σοφοῦ τινος καὶ ἐπιστήμονος, καὶ ἀκούσω λόγον σωτηρίας, οὔτε πετεινοῖς, ὡς οἶμαι, τοῦτον ἐκδώσω, οὔτε θηρίοις, οὔτε μὴν πετρώδης φανήσομαι, ὡς ἔφης, οὔτε ἀκανθώδης, ἀλλὰ καὶ εὐγνωμόνως δέξομαι καὶ εἰδημόνως τηρήσω. σὺ δέ, εἴ τι τοιοῦτον ἐπίστασαι, μὴ διακρύψῃς ἀπ’ ἐμοῦ, ἀλλ’ ἀνάγγειλόν μοι. ὡς γὰρ ἤκουσα ἐκ μακρᾶς ἀφικέσθαι σε γῆς, ἥσθη μου ἡ ψυχή, καὶ εὔελπις ἐγενόμην διὰ σοῦ τοῦ ποθουμένου ἐπιτυχεῖν. διὰ τοῦτο καὶ θᾶττον εἰσήγαγόν σε πρός με καὶ προσηνῶς ἐδεξάμην, ὥσπερ τινὰ τῶν συνήθων μοι καὶ ἡλικιωτῶν, εἴπερ οὐ ψευσθήσομαι τῆς ἐλπίδος. καὶ ὁ Βαρλαὰμ ἔφη· Καλῶς ἐποίησας τοῦτο καὶ ἀξίως τῆς σῆς βασιλικῆς μεγαλοπρεπείας,ὅτι μὴ τῇ φαινομένῃ προσέσχες εὐτελείᾳ, ἀλλὰ τῆς κεκρυμμένης ἐγένου ἐλπίδος. Ἦν γάρ τις βασιλεὺς μέγας καὶ ἔνδοξος, καὶ ἐγένετο, διερχομένου αὐτοῦ ἐφ’ ἅρματος χρυσοκολλήτου καὶ τῆς βασιλεῖ πρεπούσης δορυφορίας, ὑπαντῆσαι δύο ἄνδρας, διερρωγότα μὲν ἠμφιεσμένους καὶ ῥερυπωμένα, ἐκτετηκότας δὲ τὰ πρόσωπα καὶ λίαν κατωχριωμένους· ἦν δὲ γινώσκων τούτους ὁ βασιλεὺς τῷ ὑπωπιασμῷ τοῦ σώματος καὶ τοῖς τῆς ἀσκήσεως ἱδρῶσι τὸ σαρκίον ἐκδεδαπανηκότας. ὡς οὖν εἶδεν αὐτούς, καταπηδήσας εὐθὺς τοῦ ἅρματος καὶ ἐπὶ τὴν γῆν πεσών, προσεκύνησε, καὶ ἀναστὰς περιεπλάκη αὐτοῖς προσφιλέστατα κατασπαζόμενος. οἱ δὲ μεγιστᾶνες αὐτοῦ καὶ ἄρχοντες ἐδυσχέραναν ἐπὶ τούτῳ, ἀνάξια τῆς βασιλικῆς δόξης πεποιηκέναι αὐτὸν νομίζοντες· μὴ τολμῶντες δὲ κατὰ πρόσωπον ἐλέγχειν, τὸν γνήσιον αὐτοῦ ἀδελφὸν ἔλεγον λαλῆσαι τῷ βασιλεῖ, μὴ τὸ ὕψος τοῦ διαδήματος οὑτωσὶ καθυβρίζειν. τοῦ δὲ εἰπόντος ταῦτα τῷ ἀδελφῷ καὶ καταμεμψαμένου τὴν ἄκαιρον αὐτοῦ σμικρολογίαν, δέδωκεν αὐτῷ ἀπόκρισιν ὁ βασιλεύς, ἣν οὐ συνῆκεν ὁ ἀδελφὸς αὐτοῦ. Ἔθος γὰρ ἦν ἐκείνῳ τῷ βασιλεῖ, ὅταν ἀπόφασιν θανάτου κατά τινος ἐδίδου, κήρυκα εἰς τὴν αὐτοῦ θύραν ἀποστέλλειν μετὰ σάλπιγγος τεταγμένης εἰς τοῦτο· καὶ τῇ φωνῇ τῆς σάλπιγγος ἐκείνης ᾔσθοντο πάντες θανάτου ἔνοχον ἐκεῖνον ὑπάρχειν.ἑσπέρας οὖν καταλαβούσης, ἀπέστειλεν ὁ βασιλεὺς τὴν σάλπιγγα τοῦ θανάτου σαλπίζειν ἐπὶ τῇ θύρᾳ τοῦ οἴκου τοῦ ἀδελφοῦ αὐτοῦ. ὡς οὖν ἤκουσεν ἐκεῖνος τὴν σάλπιγγα τοῦ θανάτου, ἀπέγνω τῆς ἑαυτοῦ σωτηρίας καὶ διέθετο τὰ κατ’ αὐτὸν ὅλην τὴν νύκτα· ἅμα δὲ πρωΐ, ἀμφιασάμενος μέλανα καὶ πενθήρη, μετὰ γυναικὸς καὶ τέκνων ἀπέρχεται εἰς τὴν θύραν τοῦ παλατίου κλαίων καὶ ὀδυρόμενος. εἰσαγαγὼν δὲ αὐτὸν ὁ βασιλεύς, καὶ οὕτως ἰδὼν ὀλοφυρόμενον, ἔφη· Ὦ ἀσύνετε καὶ ἄφρον, εἰ σὺ οὕτως ἐδειλίασας τὸν κήρυκα τοῦ ὁμοτίμου σου ἀδελφοῦ, πρὸς ὃν οὐδὲν ὅλως ἑαυτὸν ἡμαρτηκέναι γινώσκεις, πῶς ἐμοὶ μέμψιν ἐπήγαγες ἐν ταπεινώσει ἀσπασαμένῳ τοὺς κήρυκας τοῦ Θεοῦ μου, τοὺς εὐηχέστερον σάλπιγγος μηνύοντάς μοι τὸν θάνατον καὶ τὴν φοβερὰν τοῦ Δεσπότου ὑπάντησιν, ᾧ πολλὰ καὶ μεγάλα ἐμαυτὸν ἡμαρτηκέναι ἐπίσταμαι; ἰδοὺ τοίνυν τὴν σὴν ἐλέγχων ἄνοιαν τούτῳ δὴ τῷ τρόπῳ ἐχρησάμην, ὥσπερ οὖν καὶ τοὺς ὑποθεμένους σου τὴν κατ’ ἐμοῦ μέμψιν θᾶττον ἀνοηταίνειν ἐλέγξω. καὶ οὕτω θεραπεύσας τὸν ἀδελφὸν αὐτοῦ καὶ ὠφελήσας οἴκαδε ἀπέστειλεν. Ἐκέλευσε δὲ γενέσθαι ἐκ ξύλων βαλάντια τέσσαρα. καὶ τὰ μὲν δύο περικαλύψας πάντοθεν χρυσίῳ, καὶ ὀστᾶ νεκρῶν ὀδωδότα βαλὼν ἐν αὐτοῖς, χρυσαῖς περόναις κατησφαλίσατο· τὰ δὲ ἄλλα πίσσῃ καταχρίσας καὶ ἀσφαλτώσας, ἐπλήρωσε λίθων τιμίων καὶ μαργαρίτων πολυτίμων καὶ πάσης μυρεψικῆς εὐωδίας.σχοινίοις τε τριχίνοις ταῦτα περισφίγξας, ἐκάλεσε τοὺς μεμψαμένους αὐτῷ μεγιστᾶνας ἐπὶ τῇ τῶν ἀνδρῶν ἐκείνων συναντήσει, καὶ προέθετο αὐτοῖς τὰ τέσσαρα βαλάντια, τοῦ ἀποτιμήσασθαι πόσου μὲν ταῦτα, πόσου δὲ ἐκεῖνα τιμήματός εἰσιν ἄξια. οἱ δὲ τὰ μὲν δύο τὰ κεχρυσωμένα τιμῆς ὅτι πλείστης εἶναι διωρίζοντο. ἔξεστι γάρ, φησίν, ἐν αὐτοῖς βασιλικὰ διαδήματα καὶ ζώνας ἀποκεῖσθαι· τὰ δὲ τῇ πίσσῃ κατακεχρισμένα καὶ τῇ ἀσφάλτῳ εὐτελοῦς τινὸς καὶ οἰκτροῦ τιμήματος ὑπάρχει. ὁ δὲ βασιλεὺς ἔφη πρὸς αὐτούς· Οἶδα κἀγὼ τοιαῦτα λέγειν ὑμᾶς· τοῖς αἰσθητοῖς γὰρ ὀφθαλμοῖς τὴν αἰσθητὴν ὄψιν κατανοεῖτε· καὶ μὴν οὐχ οὕτως δεῖ ποιεῖν. ἀλλὰ τοῖς ἔνδον ὄμμασι τὴν ἐντὸς ἀποκειμένην χρὴ βλέπειν εἴτε τιμὴν εἴτε ἀτιμίαν. καὶ ἐκέλευσεν ἀνοιγῆναι τὰ κεχρυσωμένα βαλάντια. διανοιχθέντων δέ, δεινή τις ἔπνευσε δυσωδία καὶ ἀηδεστάτη ὡράθη θέα. Φησὶν οὖν ὁ βασιλεύς· Οὗτος ὁ τύπος τῶν τὰ λαμπρὰ μὲν καὶ ἔνδοξα ἠμφιεσμένων, πολλῇ δόξῃ καὶ δυναστείᾳ σοβαρευομένων, καὶ ἔσωθεν ἀποζόντων νεκρῶν καὶ πονηρῶν ἔργων. εἶτα καὶ τὰ πεπισσωμένα καὶ κατησφαλτωμένα κελεύσας ἀνακαλυφθῆναι, πάντας εὔφρανε τοὺς παρόντας τῇ τῶν ἐν αὐτοῖς ἀποκειμένων φαιδρότητι καὶ εὐωδίᾳ. ἔφη δὲ πρὸς αὐτούς· Οἴδατε τίνι ὅμοια ταῦτα; τοῖς ταπεινοῖς ἐκείνοις καὶ εὐτελῆ περικειμένοις ἐνδύματα, ὧν ὑμεῖς τὸ ἐκτὸς ὁρῶντες σχῆμα,