Ὁ δὲ τοῦ βασιλέως υἱός, περὶ οὗ ὁ λόγος ἀπʼ ἀρχῆς εἰπεῖν ὥρμηται, ἐν τῷ κατασκευασθέντι αὐτῷ παλατίῳ ἀπρόϊτος ὤν,τῆς ἐφήβου ἥψατο ἡλικίας, πᾶσαν τὴν Αἰθιόπων καὶ Περσῶν μετελθὼν παιδείαν, οὐκ ἔλαττον τὴν ψυχὴν ἢ τὸ σῶμα εὐφυὴς ὢν καὶ ὡραῖος, νουνεχής τε καὶ φρόνιμος καὶ πᾶσι διαλάμπων ἀγαθοῖς πλεονεκτήμασι, ζητήματά τε φυσικὰ πρὸς τοὺς διδάσκοντας αὐτὸν προβαλλόμενος, ὡς κἀκείνους θαυμάζειν ἐπὶ τῇ τοῦ παιδὸς ἀγχινοίᾳ καὶ συνέσει, ἐκπλήττεσθαι δὲ καὶ τὸν βασιλέα τό τε χαριέστατον τοῦ προσώπου καὶ τὸ τῆς ψυχῆς κατάστημα. ἐντολάς τε ἐδίδου τοῖς συνοῦσιν αὐτῷ, μηδὲν τὸ παράπαν τῶν τοῦ βίου ἀνιαρῶν αὐτῷ γνώριμον θεῖναι, μηδ’ ὅτι ὅλως θάνατος τὰ παρόντα τερπνὰ διαδέχεται. κεναῖς δὲ ἐπηρείδετο ἐλπίσι, καί, τοῦτο δὴ τὸ τοῦ λόγου, εἰς οὐρανὸν τοξεύειν ἐπιχειρῶν. πῶς γὰρ ἂν καὶ διέλαθεν ἀνθρωπίνῃ φύσει ὁ θάνατος; οὐ μέντοι οὐδὲ τῷ παιδὶ διέλαθε. πάσῃ γὰρ συνέσει κατάκομον ἔχων ἐκεῖνος τὸν λογισμόν, ἐσκόπει καθ’ ἑαυτὸν τίνι λόγῳ αὐτόν τε ἀπρόϊτον εἶναι ὁ πατὴρ κατεδίκασε καὶ παντὶ τῷ βουλομένῳ τὴν εἰς αὐτὸν οὐ συγχωρεῖ εἴσοδον. ἔγνω γὰρ καθ’ ἑαυτὸν μὴ ἄνευ τῆς τοῦ πατρὸς προσταγῆς τοῦτο εἶναι. ὅμως ᾐδεῖτο ἐρωτῆσαι αὐτόν· τοῦτο μὲν ἀπίθανον εἶναι λέγων, μὴ τὰ συμφέροντα αὐτῷ τὸν πατέρα διανοεῖσθαι, τοῦτο δὲ σκοπῶν, ὡς, εἰ κατὰ γνώμην τοῦ πατρός ἐστι τὸ πρᾶγμα, κἂν ἐρωτήσῃ, οὐκ ἂν αὐτῷ τὰ τῆς ἀληθείας γνωριεῖ.ὅθεν παρ’ ἄλλων, καὶ μὴ παρὰ τοῦ πατρός, ταῦτα μαθεῖν διέγνω. ἕνα δὲ τῶν παιδαγωγῶν προσφιλέστατον καὶ οἰκειότατον τῶν λοιπῶν κεκτημένος, ἐπὶ πλεῖον οἰκειωσάμενος καὶ δωρεαῖς φιλοτίμοις δεξιωσάμενος, ἐπυνθάνετο παρ’ αὐτοῦ τί ἂν βούλοιτο τῷ βασιλεῖ ἡ ἐν τῷ περιτειχίσματι ἐκείνῳ τούτου κάθειρξις, καὶ ὡς Εἰ τοῦτο, φησί, σαφῶς διδάξεις με, πρόκριτος πάντων ἔσῃ μοι, καὶ διαθήκην φιλίας διηνεκοῦς διαθήσομαί σοι. ὁ δὲ παιδαγωγός, ἐχέφρων καὶ αὐτὸς ὑπάρχων, καὶ εἰδὼς τὴν τοῦ παιδὸς συνετὴν καὶ τελείαν φρόνησιν, καὶ ὡς οὐκ ἂν αὐτῷ γένοιτο κινδύνου πρόξενος, πάντα αὐτῷ κατὰ μέρος διηγήσατο, τὸν κατὰ τῶν Χριστιανῶν τεθέντα παρὰ τοῦ βασιλέως διωγμὸν καὶ ἐξαιρέτως κατὰ τῶν ἀσκητῶν, ὅπως τε ἀπηλάθησαν καὶ ἐξεβλήθησαν τῆς περιχώρου ἐκείνης, οἷά τε γεννηθέντος αὐτοῦ οἱ ἀστρολόγοι προηγόρευσαν. Ἵν’ οὖν, φησί, μή, ἀκούσας τῆς ἐκείνων διδαχῆς, ταύτην προκρίνῃς τῆς ἡμετέρας θρησκείας, μὴ προσομιλεῖν σοι πολλούς, ἀλλ’ εὐαριθμήτους, ὁ βασιλεὺς ἐπετηδεύσατο, ἐντολάς ἡμῖν δοὺς μηδέν σοι τῶν τοῦ βίου ἀνιαρῶν γνωρίσαι. Ταῦτα ὡς ἤκουσεν ὁ νεανίας οὐδὲν ἕτερον προσέθετο λαλῆσαι· ἥψατο δὲ τῆς καρδίας αὐτοῦ λόγος σωτήριος, καὶ ἡ τοῦ Παρακλήτου χάρις τοὺς νοητοὺς αὐτοῦ ὀφθαλμοὺς διανοίγειν ἐπεχείρησε, πρὸς τὸν ἀψευδῆ χειραγωγοῦσα Θεόν, ὡς προϊὼν ὁ λόγος δηλώσειε. Συχνῶς δὲ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλέως κατὰ θέαν τοῦ παιδὸς ἐρχομένου ʽἀγάπῃ γὰρ ὑπερβαλλούσῃ ἐφίλει αὐτόν̓, ἐν μιᾷ λεγει αὐτῷ ὁ υἱός· Μαθεῖν τι ἐπεθύμησα παρὰ σοῦ, ὦ δέσποτα καὶ βασιλεῦ, ἐφ’ ᾧ λύπη διηνεκὴς καὶ μέριμνα ἀδιάπαυστος κατεσθίει μου τὴν ψυχήν.ὁ δὲ πατήρ, ἐξ αὐτῶν τῶν ῥημάτων ἀλγήσας τὰ σπλάγχνα, ἔφη· Λέγε μοι, τέκνον ποθεινότατον, τίς ἡ συνέχουσά σε λύπη, καὶ θᾶττον αὐτὴν εἰς χαρὰν μεταμεῖψαι σπουδάσω. καὶ φησὶν ὁ παῖς· Τίς ὁ τρόπος τῆς ἐμῆς ἐνθάδε καθείρξεως, ὅτι ἐντὸς τειχέων καὶ πυλῶν συνέκλεισάς με, ἀπρόϊτον πάντη καὶ ἀθέατον πᾶσί με καταστήσας; καὶ ὁ πατὴρ ἔφη· Οὐ βούλομαι, ὦ τέκνον, ἰδεῖν σέ τι τῶν ἀηδιζόντων τὴν καρδίαν σου καὶ ἐγκοπτόντων σοι τὴν εὐφροσύνην. ἐν τρυφῇ γὰρ διηνεκεῖ καὶ χαρᾷ πάσῃ καὶ θυμηδίᾳ ζῆσαί σε τὸν ἅπαντα διανοοῦμαι αἰῶνα. Ἀλλ’ εὖ ἴσθι, ὦ δέσποτα, φησὶν ὁ υἱὸς τῷ πατρί, τῷ τρόπῳ τούτῳ οὐκ ἐν χαρᾷ καὶ θυμηδίᾳ ζῶ, ἐν θλίψει δὲ μᾶλλον καὶ στενοχωρίᾳ πολλῇ, ὡς καὶ αὐτὴν τὴν βρῶσίν τε καὶ πόσιν ἀηδῆ μοι καταφαίνεσθαι καὶ πικράν. ποθῶ γὰρ ὁρᾶν πάντα τὰ ἔξω τῶν πυλῶν τούτων. εἰ οὖν βούλει ἐν ὀδύνῃ μὴ ζῆν με, κέλευσον προέρχεσθαι καθὼς βούλομαι, καὶ τέρπεσθαι τὴν ψυχὴν τῇ θέᾳ τῶν γενομένων τέως ἀθεάτων μοι.Ἐλυπήθη ὁ βασιλεὺς ὡς ἤκουσε ταῦτα, καὶ διεσκόπει ὡς, εἰ κωλύσει τῆς αἰτήσεως, πλείονος αὐτῷ ἀνίας καὶ μερίμνης πρόξενος ἔσται. καὶ Ἐγώ σου, τέκνον, εἰπών, τὰ καταθύμια ποιήσω. ἵππους αὐτίκα ἐκλεκτοὺς καὶ δορυφορίαν τὴν βασιλεῖ πρέπουσαν εὐτρεπισθῆναι κελεύσας, προέρχεσθαι αὐτὸν ὅτε βούλοιτο διωρίσατο, ἐπισκήψας τοῖς συνοῦσιν αὐτῷ μηδὲν ἀηδὲς εἰς συνάντησιν αὐτῷ ἄγειν, ἀλλὰ πᾶν ὅ τι καλὸν καὶ τέρψιν ἐμποιοῦν, τοῦτο ὑποδεικνύειν τῷ παιδί, χορούς τε συγκροτεῖν ἐν ταῖς ὁδοῖς παναρμονίους κροτούντων ᾠδὰς καὶ ποικίλα θέατρα συνιστώντων, ὥστε τούτοις τὸν νοῦν αὐτοῦ ἀπασχολεῖσθαι καὶ ἐνηδύνεσθαι. Ἀμέλει οὑτωσὶ συχνάζων ἐν ταῖς προόδοις ὁ τοῦ βασιλέως υἱὸς εἶδεν ἐν μιᾷ τῶν ἡμερῶν, κατὰ λήθην τῶν ὑπηρετῶν, ἄνδρας δύο, ὧν ὁ μὲν λελωβημένος, τυφλὸς δὲ ὁ ἕτερος ἦν· οὓς ἰδών, καὶ ἀηδισθεὶς τὴν ψυχήν, λέγει τοῖς μετ’ αὐτοῦ· Τίνες οὗτοι, καὶ ποταπὴ ἡ δυσχερὴς αὐτῶν θέα; οἱ δέ, μὴ δυνάμενοι τὸ εἰς ὅρασιν αὐτοῦ ἐλθὸν ἀποκρύψαι, ἔφησαν· Πάθη ταῦτά εἰσιν ἀνθρώπινα, ἅτινα ἐξ ὕλης διεφθαρμένης καὶ σώματος κακοχύμου τοῖς βροτοῖς συμβαίνειν εἴωθε. καί φησιν ὁ παῖς· Πᾶσι τοῖς ἀνθρώποις ταῦτα εἴθισται συμβαίνειν; λέγουσιν ἐκεῖνοι· Οὐ πᾶσιν, ἀλλ’ οἷς ἂν ἐκτραπείη τὸ ὑγιεινὸν ἐκ τῆς τῶν χυμῶν μοχθηρίας. αὖθις οὖν ἐπυνθάνετο ὁ παῖς Εἰ οὐ πᾶσι, φησί, τοῦτο τοῖς ἀνθρώποις συμβαίνειν εἴωθεν, ἀλλά τισιν, ἆρα γνωστοὶ καθεστήκασιν, οὓς μέλλει ταῦτα καταλήψεσθαι τὰ δεινά; ἢ ἀδιορίστως καὶ ἀπροόπτως ὑφίσταται; λέγουσιν ἐκεῖνοι· Καὶ τίς τῶν ἀνθρώπων τὰ μέλλοντα συνιδεῖν δύναται καὶ ἀκριβῶς ἐπιγνῶναι; κρεῖττον γὰρ ἀνθρωπίνης φύσεως τοῦτο, καὶ μόνοις ἀποκληρωθὲν τοῖς ἀθανάτοις θεοῖς.