τῷ καλέσαντι, σταυρώσας τὸν κόσμον ἑαυτῷ καὶ ἑαυτὸν τῷ κόσμῳ, ἐν εἰρήνῃ πρὸς τὸν τῆς εἰρήνης ἀναλύει Θεόν, καὶ πρὸς τὸν ἀεὶ ποθούμενον ἐκδημεῖ Δεσπότην, καὶ τῷ προσώπῳ Κυρίου ἀμέσως καὶ καθαρῶς ἐμφανίζεται, τῷ τῆς ἐκεῖθέν τε δόξης ἤδη προηυτρεπισμένῳ αὐτῷ στεφάνῳ κοσμεῖται, καὶ Χριστὸν βλέπειν καταξιοῦται, Χριστῷ συνεῖναι, Χριστοῦ τῷ κάλλει διὰ παντὸς ἐναγάλλεσθαι, οὗπερ εἰς χεῖρας τὴν ἑαυτοῦ ψυχὴν παραθέμενος, ἐν τῇ τῶν ζώντων μετεφοίτησε χώρᾳ, ἔνθα ἦχος ἑορταζόντων, ἔνθα τῶν εὐφραινομένων ἡ κατοικία. Τὸ δέ γε τίμιον αὐτοῦ σῶμα ἐκ γειτόνων αὐτῷ τὰς οἰκήσεις ποιούμενός τις ἀνὴρ ἅγιος, ὃς καὶ τὴν πρὸς βαρλαάμ πορείαν ἐκείνῳ ποτὲ ὑπέδειξε, θείᾳ τινὶ μυηθεὶς ἀποκαλύψει κατ’ αὐτὴν τὴν ὥραν τῆς τελειώσεως αὐτοῦ παραγίνεται, καὶ ὕμνοις ἱεροῖς τιμήσας, δάκρυά τε κατασπείσας, σύμβολον τοῦ πρὸς αὐτὸν πόθου, τἄλλα δὴ τὰ νενομισμένα Χριστιανοῖς πάντα τελέσας, ἐν τῷ τοῦ πατρὸς ἔθετο Βαρλαάμ μνήματι. συνεῖναι γὰρ ἔδει τὰ σώματα ὧν αἱ ψυχαὶ συνδιαιωνίζειν ἔμελλον ἀλλήλαις. Προστάγματι δέ τινος φοβερωτάτου κατ’ ὄναρ κραταιῶς ἐπισκήπτοντος πεισθείς,ὁ τοῦτον κηδεύσας ἀναχωρητὴς τὰ βασίλεια καταλαμβάνει Ἰνδῶν, καὶ τῷ βασιλεῖ Βαραχίᾳ προσελθὼν πάντα αὐτῷ δῆλα τὰ περὶ τοῦ Βαρλαὰμ καὶ τοῦ μακαρίου τούτου τίθησιν Ἰωάσαφ. ὁ δέ, μηδὲν μελλήσας, ἀπέρχεται αὐτὸς μετὰ δυνάμεως ὄχλου, καὶ τῷ σπηλαίῳ ἐφίσταται, τὸ μνῆμά τε θεωρεῖ, καί, τούτῳ θερμότατα ἐπιδακρύσας, αἴρει τὸ κάλυμμα. καὶ ὁρᾷ τόν τε Βαρλαὰμ καὶ τὸν Ἰωάσαφ ἔχοντας τὰ μέλη κατὰ σχῆμα κείμενα, καὶ τὰ σώματα οὐδὲν τοῦ προτέρου χρωτὸς παραλλάττοντα, ὁλόκληρα δὲ καὶ ἀκριβῶς ὑγιῆ σὺν τοῖς ἐνδύμασι. ταῦτα τοίνυν τὰ ἱερὰ τῶν ἁγίων ψυχῶν σκηνώματα, πολλὴν ἐκπέμποντα τὴν εὐωδίαν καὶ οὐδὲν ὅλως ἀηδὲς ἐπιδεικνύμενα, θήκαις ἐνθεὶς ὁ βασιλεὺς τιμίαις, εἰς τὴν ἑαυτοῦ πατρίδα μετακομίζει. Ὡς δὲ εἰς τὰς ἀκοὰς ἔπιπτε τοῦ λαοῦ τὸ γεγονός, πλῆθος ἀριθμοῦ κρεῖττον ἐκ πάντων τε τῶν πόλεων καὶ τῶν περιχώρων εἰς προσκύνησιν καὶ θέαν συνέρρεον τῶν μακαρίων σωμάτων ἐκείνων. ἔνθεν τοι καὶ ὕμνους ἐπ’ αὐτοῖς τοὺς ἱεροὺς ᾅσαντες, καὶ λαμπάδας φιλοτίμως ἀνάψαντες ʽἀκολούθως, ἄν τις εἶπεν, ἐκεῖ καὶ λίαν οἰκείως τὰ φῶτα περὶ τοὺς τοῦ φωτὸς υἱούς τε καὶ κληρονόμουσ̓, λαμπρῶς δὲ ὁμοῦ καὶ μεγαλοπρεπῶς ἐν τῇ ἐξ αὐτῶν κρηπίδων παρὰ τοῦ Ἰωάσαφ ἀνεγηγερμένῃ κατέθεντο ἐκκλησίᾳ. πολλὰ δὲ θαύματα καὶ ἰάσεις ἔν τε τῇ μετακομιδῇ, ἔν τε τῇ καταθέσει,καὶ ἐν τοῖς ἑξῆς χρόνοις διὰ τῶν ὁσίων αὐτοῦ θεραπόντων ἐποίησε Κύριος. καὶ εἶδεν ὁ βασιλεύς τε Βαραχίας καὶ πᾶς ὁ ὄχλος τὰς δι᾽ αὐτῶν γενομένας δυνάμεις, καὶ πολλοὶ τῶν πέριξ ἐθνῶν, ἀπιστίαν νοσοῦντες καὶ τοῦ θεοῦ ἄγνοιαν, διὰ τῶν γινομένων ἐν τῷ μνήματι σημείων ἐπίστευσαν. καὶ πάντες οἱ ὁρῶντές τε καὶ ἀκούοντες τὴν ἀγγελομίμητον τοῦ Ἰωάσαφ πολιτείαν καὶ τὸν ἐξ ἁπαλῶν ὀνύχων διάπυρον αὐτοῦ πρὸς τὸν Θεὸν πόθον, ἐθαύμαζον δοξάζοντες ἐν πᾶσι τὸν θεόν, τὸν ἀεὶ συνεργοῦντα τοῖς ἀγαπῶσιν αὐτὸν καὶ μεγίσταις τούτους ἀμειβόμενον δωρεαῖς. Ἕως ὧδε τὸ πέρας τοῦ παρόντος λόγου, ὃν παρὰ τῶν ἀψευδῶς παραδεδωκότων μοι τιμίων ἀνδρῶν. γένοιτο δὲ ἡμᾶς, τοὺς ἀναγινώσκοντάς τε καὶ ἀκούοντας τὴν ψυχωφελῆ διήγησιν ταύτην, τῆς μερίδος ἀξιωθῆναι τῶν εὐαρεστησάντων τῷ Κυρίῳ, εὐχαῖς καὶ πρεσβείαις Βαρλαάμ τε καὶ Ἰωάσαφ τῶν μακαρίων, περὶ ὧν ἡ διήγησις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει τιμή, κράτος, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.