Ὁ δὲ Ἰωάσαφ, περιχυθεὶς τῷ πατρὶ μεθ’ ὅσης ἂν εἴποις τῆς εὐλαβείας καὶ οἰμωγῆς, δάκρυσί τε τὸ λείψανον λούσας, καὶ τῷ τριχίνῳ ῥακίῳ, ὅπερ αὐτὸς ἐν τῷ παλατίῳ παρέσχεν, περιελίξας, τοὺς νενομισμένους ἐπιλέγει ψαλμούς, διὰ πάσης τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὅλης ψάλλων ἅμα καὶ δάκρυσι τὸ τίμιον τοῦ μάκαρος βρέχων σῶμα. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ, τάφον ποιήσας ἐχόμενον τοῦ σπηλαίου,καὶ εὐλαβῶς ἄγαν τὸ ἱερὸν λείψανον διαβαστάσας, ἐν τῷ μνήματι κατέθετο τὸν πνευματικὸν πατέρα ὁ καλὸς υἱὸς καὶ τιμιώτατος. καὶ θερμότερον ἐκκαυθεὶς τὴν ψυχήν, εἰς ἐκτενεστέραν τε συντείνας εὐχὴν ἑαυτόν, ἔφη· Κύριε, ὁ Θεός μου, εἰσάκουσον τῆς φωνῆς μου ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου, ὅτι σε ἐκ καρδίας μου ζητῶ. ἐξεζήτησέ σε ἡ ψυχή μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. βοηθός μου γενοῦ· μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· σὺ δέ, Κύριε, προσλαβοῦ με. νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ, ἕνεκα τῶν ἐχθρῶν μου. μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σύ· μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι πλὴν σοῦ οὐκ ἔστιν ὁ βοηθῶν μοι. ἰδοὺ γὰρ εἰς τὸ πέλαγος τῶν οἰκτιρμῶν σου τὴν ἐλπίδα ἐθέμην τῆς ψυχῆς μου· κυβέρνησόν μου τὴν ζωήν, ὁ πᾶσαν τὴν κτῆσιν ἀρρήτῳ σοφίας προνοίᾳ κυβερνῶν, καὶ γνώρισόν μοι ὁδὸν ἐν ᾗ πορεύσομαι. καὶ σῶσόν με, ὡς ἀγαθὸς Θεὸς καὶ φιλάνθρωπος, εὐχαῖς καὶ πρεσβείαις τοῦ θεράποντός σου Βαρλαάμ,ὅτι σὺ εἶ ὁ Θεός μου, καὶ σὲ δοξάζω τὸν Πατέρα, καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ταῦτα εὐξάμενος, πλησίον τοῦ μνήματος ἐκάθισε κλαίων. καὶ καθεζόμενος ὕπνωσε. καὶ ὁρᾷ τοὺς φοβεροὺς ἄνδρας ἐκείνους, οὓς καὶ πρότερον ἑωράκει, ἐλθόντας πρὸς αὐτόν, καὶ ἀπαγαγόντας αὐτὸν εἰς τὴν μεγίστην καὶ θαυμαστὴν ἐκείνην πεδιάδα, καὶ πρὸς τὴν δεδοξασμένην καὶ ὑπέρλαμπρον εἰσαγαγόντες πόλιν. εἰσερχομένῳ δὲ αὐτῷ τὴν πύλην ἕτεροι ὑπήντουν πολλῷ κατηγλαϊσμένοι φωτί, στεφάνους ἔχοντες ἐν χερσὶν ἀρρήτῳ διαλάμποντας κάλλει καὶ οἵους ὀφθαλμοὶ οὐδέποτε βρότειοι ἐθεάσαντο. ἐρομένου δὲ τοῦ Ἰωάσαφ, Τίνος οἱ στέφανοι τῆς δόξης οἱ ὑπέρλαμπροι, οὓς ὁρῶ; Σὸς μὲν ὁ εἷς, ἔφησαν, ὑπὲρ τῶν πολλῶν σοι ψυχῶν ὧν ἔσωσας κατασκευασθείς, κοσμηθεὶς δὲ νυνὶ πλέον ὑπὲρ τῆς ἀσκήσεως ᾗ μετέρχῃ, εἴπερ ἀνδρείως ταύτην ἕως τέλους διέλθῃς· ὁ δὲ ἕτερος σὸς μὲν καὶ αὐτός· ἀλλὰ τῷ πατρί σου δεῖ σε τοῦτον παρασχεῖν, τῷ διὰ σοῦ τῆς ὁδοῦ ἐκκλίναντι τῆς πονηρᾶς καὶ μετανοήσαντι γνησίως τῷ Κυρίῳ. ὁ δὲ Ἰωάσαφ δυσχεραίνοντι ἐῴκει· καί, Πῶς δυνατόν, φησίν, ἴσων ἐμοῦ, τοῦ τοσαῦτα κοπιάσαντος, τυχεῖν τὸν πατέρα μου δωρεῶν ὑπὲρ μόνης τῆς μετανοίας; εἶπε ταῦτα, καὶ τὸν Βαρλαὰμ εὐθὺς ἐδόκει βλέπειν ὀνειδίζοντα οἱονεὶ καὶ λέγοντα· Οὗτοι οἱ λόγοι μου, Ἰωάσαφ, οὕς ποτέ σοι, Ὅταν ὑπερπλουτήσῃς, ἔλεγον, οὐκ εὐμετάδοτος ἔσῃ· καὶ αὐτὸς ἠπόρεις ἐπὶ τῷ ῥήματι. νυνὶ δὲ πῶς ἐδυσχέρανας ἐπὶ τῇ ἰσοτιμίᾳ τοῦ πατρός σου,καὶ οὐ μᾶλλον εὐφράνθης τὴν ψυχὴν ὅτι εἰσηκούσθη σου ἡ πολλὴ περὶ αὐτοῦ δέησις; ὁ δὲ Ἰωάσαφ, ὡς εἴθιστο ἀεὶ λέγειν αὐτῷ, Συγχώρησον, ἔφη, Πάτερ, συγχώρησον. ποῦ δὲ αὐτὸς οἰκεῖς γνώρισόν μοι. Ἐν ταύτῃ, φησί, τῇ μεγάλῃ καὶ περικαλλεῖ πόλει· οἰκεῖν ἔλαχον ἐν μεσαιτάτῃ τῆς πόλεως πλατείᾳ φωτὶ καταστραπτομένῃ ἀπλέτῳ. ἀξιοῦν δὲ αὖθις ὁ Ἰωάσαφ ἐδόκει τὸν Βαρλαὰμ εἰς τὸ ἑαυτοῦ ἀπαγαγεῖν αὐτὸν σκήνωμα καὶ φιλοφρόνως ξεναγῆσαι. ἀλλ’ οὔπω τὸν καιρὸν ἥκειν, ἔλεγεν ἐκεῖνος, πρὸς ἐκεῖνά σε τὰ σκηνώματα ἐλθεῖν, ἔτι τῷ φορτίῳ τοῦ σώματος ὑποκείμενον. Εἴπερ οὖν ἀνδρείως καρτερήσεις, καθάπερ σοι ἐνετειλάμην, ἥξεις μικρὸν ὕστερον, καὶ τῶν αὐτῶν ἀξιωθήσῃ σκηνωμάτων, τῆς αὐτῆς τεύξῃ χαρᾶς τε καὶ δόξης, καὶ συνδιαιωνίζων ἔσῃ μοι. ἔξυπνος δὲ ἐπὶ τούτοις γενόμενος, ὁ Ἰωάσαφ τοῦ φωτὸς ἐκείνου καὶ τῆς ἀρρήτου δόξης εἶχε τὴν ψυχὴν ἔτι πεπληρωμένην, καὶ σὺν πολλῷ τῷ θαύματι τῷ Δεσπότῃ χαριστήριον ἀνέπεμπεν ὕμνον. Ἔμεινε δὲ μέχρι τέλους τὴν ἀγγελικὴν ἀληθῶς ἐπὶ γῆς ἀνύων διαγωγήν, καὶ σκληροτέρᾳ ἀσκήσει μετὰ τὴν παρέλευσιν τοῦ γέροντος χρώμενος· πέμπτῳ μὲν καὶ εἰκοστῷ τῆς ἡλικίας ἔτει τὴν ἐπίγειον καταλιπὼν βασιλείαν καὶ τὸν ἀσκητικὸν ὑπελθὼν ἀγῶνα, πέντε δὲ καὶ τριάκοντα χρόνους ἐν τῇ πανερήμῳ ταύτῃ ἀσκήσας, ὥσπερ τις ἄσαρκος,τὴν ὑπὲρ ἄνθρωπον ἄσκησιν, πολλὰς μὲν πρότερον ψυχὰς ἀνθρώπων τοῦ ψυχοφθόρου δράκοντος ἀποσπάσας καὶ τῷ Θεῷ προσαγαγὼν σεσωσμένας, καὶ ἀποστολικῆς ἐν τούτῳ χάριτος ἀξιωθείς, μάρτυς δὲ τῇ προαιρέσει γενόμενος, καὶ παρρησίᾳ τὸν Χριστὸν ἐνώπιον βασιλέων ὁμολογήσας καὶ τυράννων, καὶ κήρυξ μεγαλοφωνότατος τῆς αὐτοῦ μεγαλειότητος ἀναφανείς, πολλὰ δ’ αὖ πάλιν πνεύματα πονηρίας ἐν τῇ ἐρήμῳ καταπαλαίσας, καὶ πάντων τῇ τοῦ Χριστοῦ περιγενόμενος δυνάμει, καὶ τῆς ἄνωθεν πλουσίως μετασχὼν δωρεᾶς τε καὶ χάριτος, ἐντεῦθεν κεκαθαρμένον τὸ τῆς ψυχῆς ὄμμα πάσης περιγείου ἀχλύος εἶχεν, ὡς παρόντα δὲ τὰ μέλλοντα προεθεώρει, καὶ Χριστὸς ἦν αὐτῷ ἀντὶ πάντων, Χριστὸν ἐπόθει, Χριστὸν ὡς παρόντα ἑώρα, Χριστοῦ τὸ κάλλος διὰ παντὸς ἐνωπτρίζετο, κατὰ τὸν Προφήτην τὸν λέγοντα· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μοῦ ἐστιν ἵνα μὴ σαλευθῶ· καὶ αὖθις· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. ἐκολλήθη γὰρ ὄντως ἡ ψυχὴ αὐτοῦ ὀπίσω τοῦ Χριστοῦ, συναρμοσθεῖσα αὐτῷ ἀρραγεῖ συναφείᾳ. οὐ μετετράπη τῆς θαυμαστῆς ταύτης ἐργασίας, οὐκ ἠλλοίωσε τὸν κανόνα τῆς ἀσκήσεως ἑαυτοῦ, ἀπ’ ἀρχῆς μέχρι τέλους, ἴσην τηρήσας τὴν προθυμίαν ἐκ νεωτέρας μέχρι τῆς τοσαύτης ἡλικίας, μᾶλλον δὲ καὶ εἰς ὑψηλοτέραν ὁσημέραι προκόπτων τὴν ἀρετὴν καὶ καθαρωτέρας ἀξιούμενος θεωρίας. Ἀμέλει τοιαύτην πολιτευσάμενος πολιτείαν καὶ οὕτως ἀξίαν τῆς ἑαυτοῦ κλήσεως ἐργασίαν ἀποδεδωκὼς