τρίχινα δὲ ἀμφιεσάμενος, ἅμα πρωὶ πρόσελθε τῷ βασιλεῖ. τοῦ δὲ πυνθανομένου, Τί σοι τὸ σχῆμα τοῦτο βούλεται; ἀποκρίθητι· Περὶ ὧν μοι χθὲς ὡμίλησας, ὦ βασιλεῦ, ἰδοὺ πάρειμι ἐν ἑτοίμῳ τοῦ ἀκολουθῆσαί σοι τὴν ὁδὸν ἣν προεθυμήθης ὁδεῦσαι· εἰ γὰρ καὶ ποθεινή ἐστιν ἡ τρυφὴ καὶ ἡδίστη, ἀλλὰ μή μοι γένοιτο μετὰ σὲ ταύτην ἀναδέξασθαι· ἡ δὲ τῆς ἀρετῆς ὁδός, ἣν μέλλεις βαδίζειν, κἂν δύσκολός ἐστι καὶ τραχεῖα, ἀλλὰ μετὰ σοῦ ὄντι ῥᾳδία μοι αὕτη καὶ εὔκολος καὶ ποθεινή· ὡς γὰρ κοινωνόν με ἔσχες τῶν ἐνταῦθα καλῶν, οὕτω καὶ τῶν λυπηρῶν ἕξεις, ἵνα καὶ τῶν μελλόντων συγκοινωνήσω σοι. ὁ δὲ λαμπρὸς ἐκεῖνος ἀνήρ, ἀποδεξάμενος τὰ ῥήματα τοῦ ἀσθενοῦς, ἐποίησε καθὰ δὴ καὶ αὐτῷ λελάληκεν· ὃν ἰδὼν ὁ βασιλεὺς καὶ ἀκούσας, ἥσθη μὲν ἐπὶ τούτῳ, ἀγάμενος λίαν τὴν εἰς αὐτὸν εὔνοιαν, ψευδῆ δὲ τὰ κατ’ αὐτοῦ λαληθέντα γνούς, πλείονος αὐτὸν τιμῆς καὶ τῆς εἰς αὐτὸν παρρησίας ἀπολαύειν πεποίηκεν· κατὰ δὲ τῶν μοναζόντων ὀργῆς αὖθις ὑπερεπίμπλατο, ἐκείνων εἶναι ταῦτα λέγων τὰ διδάγματα, τὸ ἀπέχεσθαι τοὺς ἀνθρώπους τῶν τοῦ βίου ἡδέων καὶ ἀδήλοις ὀνειροπολεῖσθαι ἐλπίσιν. Ἐξερχόμενος δὲ αὖθις εἰς θήραν, ορᾷ δύο μοναχοὺς κατὰ τὴν ἔρημον διερχομένους, οὓς κρατηθῆναι καὶ τῷ αὐτοῦ προσαχθῆναι ὀχήματι κελεύσας,ὀργίλως τε αὐτοῖς ἐνιδών, καὶ πῦρ, τὸ τοῦ λόγου, πνεύσας, ἔφη· Οὐκ ἠκούσατε, ὦ πλάνοι καὶ ἀπατεῶνες, τῶν κηρύκων διαρρήδην βοώντων μή τινα τῆς ὑμῶν κακοδαιμονίας μετὰ τρεῖς ἡμέρας ἐν πόλει ἢ χώρᾳ τῆς ἐμῆς εὑρεθῆναι ἐξουσίας, ἢ πάντως πυρίκαυστος ἔσται; οἱ δὲ μοναχοί· Ἰδοὺ ʽφασἲ καθὰ δὴ καὶ προσέταξας, ἐξερχόμεθά σου τῶν πόλεων καὶ τῶν χωρῶν· μακρᾶς δὲ ἡμῖν τῆς ὁδοῦ προκειμένης τοῦ ἀπελθεῖν πρὸς τοὺς ἡμετέρους ἀδελφούς, ἐνδεῶς ἔχοντες τροφῆς, ταύτην ἐποριζόμεθα, τοῦ ἔχειν τὰ ἐφόδια καὶ μὴ λιμοῦ παρανάλωμα γενέσθαι. ὁ δὲ βασιλεὺς ἔφη· Ὁ θανάτου δεδοικὼς ἀπειλὴν οὐκ ἀσχολεῖται εἰς πορισμὸν βρωμάτων. λέγουσιν οἱ μονασταί· Καλῶς εἶπας, ὦ βασιλεῦ· οἱ θάνατον δεδοικότες διὰ φροντίδος ἔχουσι πῶς αὐτὸν ἐκφύγωσι. τίνες δέ εἰσιν οὗτοι, ἀλλ’ ἢ οἱ τοῖς ῥευστοῖς προστετηκότες καὶ τούτοις ἐπτοημένοι, οἵτινες, μηδὲν ἀγαθὸν ἐλπίζοντες εὑρεῖν ἐκεῖθεν, δυσαποσπάστως ἔχουσι τῶν παρόντων, καὶ διὰ τοῦτο δεδοίκασι θάνατον; ἡμεῖς δὲ οἱ πάλαι μισήσαντες κόσμον καὶ τὰ ἐν κόσμῳ, καὶ τὴν στενὴν καὶ τεθλιμμένην διὰ Χριστὸν βαδίζοντες ὁδόν, οὔτε θάνατον δεδοίκαμεν, οὔτε τὰ παρόντα ποθοῦμεν, ἀλλὰ τῶν μελλόντων ἐφιέμεθα μόνον. ἐπεὶ οὖν ὁ παρ’ ὑμῶν ἐπαγόμενος ἡμῖν θάνατος διαβατήριον γίνεται τῆςἀϊδίου ζωῆς καὶ κρείττονος, ποθητὸς ἡμῖν μᾶλλον ἢ φοβερός ἐστιν οὗτος. Ἐφ’ οἷς ἐξ ἀγχινοίας δῆθεν ὁ βασιλεὺς ἐπιλαβέσθαι τῶν μοναχῶν βουλόμενος, ἔφη· Τί δέ; οὐ πρὸ μικροῦ εἴπατε ὑποχωρεῖν ὑμᾶς, καθὰ δὴ καὶ προσέταξα; καί, εἰ οὐ δεδοίκατε τὸν θάνατον, πῶς φυγῇ ἐχρήσασθε; ἰδοὺ καὶ ταῦτα μάτην κομπάζοντες διεψεύσασθε. ἀπεκρίθησαν οἱ μοναχοί· Οὐ τὸν παρὰ σοῦ ἀπειλούμενον θάνατον δεδοικότες φεύγομεν, ἀλλ’ ἐλεοῦντές σε, ἵνα μὴ περισσοτέρας κατακρίσεως αἴτιοί σοι γενώμεθα, προεθυμήθημεν ὑποχωρεῖν· ἐπεί, τό γε εἰς ἡμᾶς ἧκον, οὐδόλως σου τὰς ἀπειλάς ποτε δειλιῶμεν. πρὸς ταῦτα ὁ βασιλεὺς ὀργισθεὶς ἐκέλευσεν αὐτοὺς πυρικαύστους γενέσθαι· καὶ ἐτελειώθησαν οἱ τοῦ Χριστοῦ θεράποντες διὰ πυρός, τῶν μαρτυρικῶν τυχόντες στεφάνων. δόγμα τε ἐξέθετο, εἴ πού τις εὑρεθῇ μονάζων, ἀνεξετάστως φονεύεσθαι. καὶ οὐδεὶς ὑπελείφθη ἐν ἐκείνῃ τῇ χώρᾳ τοῦ τοιούτου τάγματος, εἰ μὴ οἱ ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἑαυτοὺς κατακρύψαντες. ταῦτα μὲν οὖν δὴ τοιαῦτα.