Οὕτως οὖν ἀλλήλοις συνόντες Βαρλααμ τε καὶἸωάσαφ, καὶ τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενοι, ἐκτὸς πάσης μερίμνης καὶ πάσης βιωτικῆς ὄντες ταραχῆς, ἀνεπιθόλωτόν τε τὸν νοῦν κεκτημένοι καὶ ἀμιγῆ πάσης συγχύσεως, μετὰ τοὺς πολλοὺς δὲ αὐτῶν ὑπὲρ εὐσεβείας καμάτους, ἐν μιᾷ τῶν ἡμερῶν προσκαλεσάμενος τὸν πνευματικὸν υἱόν, ὃν διὰ τοῦ Εὐαγγελίου ἐγέννησε, λόγου ἥπτετο καὶ ὁμιλίας πνευματικῆς, Πάλαι, λέγων, ὦ φίλτατε Ἰωάσαφ, ἐν ταύτῃ σε τῇ ἐρήμῳ κατοικεῖν ἔδει· καὶ τοῦτό μοι ὁ Χριστὸς προσευχομένῳ περὶ σοῦ ἐπηγγείλατο πρὸ τῆς τοῦ βίου τελευτῆς ὄψεσθαι. εἶδον οὖν ὡς ἐπεθύμουν· εἶδόν σε ἀπορραγέντα μὲν κόσμου καὶ τῶν ἐν κόσμῳ, συναφθέντα δὲ τῷ Χριστῷ ἀδιστάκτῳ τῇ γνώμῃ, καὶ εἰς μέτρον ἐλθόντα τελειότητος τοῦ πληρώματος αὐτοῦ. νῦν οὖν ἐπειδή μοι ὁ τῆς ἀναλύσεως καιρὸς ἐπὶ θύραις, καὶ ἡ σύντροφος καὶ ἡλικιῶτις ἐπιθυμία τοῦ συνεῖναι τῷ Χριστῷ διὰ παντὸς ἤδη πληροῦται, σὲ μὲν δεῖ καλῦψαί μου τὸ σῶμα τῇ γῇ καὶ τὸν χοῦν ἀποδοῦναι τῷ χοΐ, μεῖναι δὲ τοῦ λοιποῦ ἐν τῷδε τῷ τόπῳ τῆς πνευματικῆς ἐχόμενον πολιτείας καὶ τῆς ἐμῆς μνείαν ποιούμενον μετριότητος. δέδοικα γὰρ μή ποτε ἡ ζοφερὰ τῶν δαιμόνων πληθὺς τῇ ψυχῇ μου ἐμποδὼν καταστῇ διὰ τὸ πλῆθος τῶν ἐμῶν ἀγνοημάτων. Σὺ οὖν, τέκνον, μὴ ὀλιγωρήσῃς τὸ ἐπίπονον τῆς ἀσκήσεως, μηδὲ δειλιάσῃς τὸ μῆκος τοῦ χρόνου καὶ τὰς ἐπιβουλὰς τῶν δαιμόνων· ἀλλὰ τούτων μὲν τῆς ἀσθενείας, τῇ τοῦ Χριστοῦ ῥωννύμενος χάριτι, τολμηρῶς καταγέλα, πρὸς δὲ τὴν σκληρότητα τῶν πόνων καὶ τὸ τοῦ χρόνου διάστημαοὕτως ἔσο, ὡς καθ’ ἡμέραν τὴν ἐντεῦθεν ἀνάλυσιν προσδοκῶν, καὶ ὡς ἀρχὴν εἶναί σοι τῆς ἀσκήσεως τὴν αὐτὴν ἡμέραν καὶ τέλος. οὕτως ἀεὶ τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, πρὸς τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατασκοπῶν δίωκε τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, καθάπερ ὁ θεῖος Ἀπόστολος παρακελεύεται, Μὴ ἐκκακῶμεν, λέγων· ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Ταῦτα λογιζόμενος, ἀγαπητέ, ἀνδρίζου καὶ ἴσχυε, καὶ ὡς καλὸς στρατιώτης σπούδαζε τῷ στρατολογήσαντι ἀρέσαι. κἂν λογισμούς σοι ὀλιγωρίας ὁ πονηρὸς φέρῃ καὶ τὸν τόνον ὑποχαλᾶν τῆς προθέσεως σπεύδῃ, μὴ φοβοῦ αὐτοῦ τὰς ἐπιβουλάς, τὸ Δεσποτικὸν ἐννοῶν πρόσταγμα, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, λέγοντος· ἀλλὰ θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον. διὸ χαῖρε ἐν Κυρίῳ πάντοτε, ὅτι ἐξελέξατό σε καὶ διεχώρισεν ἐκ τοῦ κόσμου, καὶ ἔθετο ὡς ἐν προσώπῳ αὐτοῦ. αὐτὸς δέ, ὁ καλέσας σε κλήσει ἁγίᾳ, ἐγγύς ἐστιν ἀεί. μηδὲν μερίμνα· ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματάσου γνωριζέσθω πρὸς τὸν Θεόν. αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω. οὕτως μὲν οὖν ἐν τῇ σκληρότητι τῆς ἀγωγῆς καὶ τῇ ὀλιγωρίᾳ τῆς ἀσκήσεως τοιούτους κτώμενος λογισμούς, εὐφραίνου, μεμνημένος Κυρίου τοῦ Θεοῦ ἡμῶν· Ἐμνήσθην γάρ, φησί, τοῦ Θεοῦ, καὶ εὐφράνθην. Ὅταν δὲ πάλιν ὁ ἐξ ἐναντίας ἄλλον σοι τρόπον ἐπινοῇ πολέμων, ὑψηλόφρονας προβάλλων λογισμούς, καὶ τὴν δόξαν ὑποδεικνύων τῆς τοῦ κόσμου βασιλείας ἧς κατέλιπες, καὶ τὰ λοιπὰ τὰ ἐν τῷ κόσμῳ, τὸν σωτήριον προβαλοῦ λόγον, ὡς θυρεόν, τὸν φάσκοντα· Ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν. ἀλλὰ καὶ τίς ἐξ ἡμῶν δύναται τὴν ὀφειλὴν ἐκτῖσαι ἣν ὀφείλομεν τῷ Δεσπότῃ, ὑπὲρ ὧν δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ ἔπαθεν ὁ ἀπαθὴς ἵνα τῶν παθῶν ἡμᾶς ἐλευθερώσῃ; ποία γὰρ χάρις δούλῳ ὅμοια τῷ Δεσπότῃ παθεῖν; ἡμεῖς δὲ πολλὰ τῶν αὐτοῦ ὑστερούμεθα παθημάτων.ταῦτα ἐννόει, λογισμοὺς καθαίρων καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· καί ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὴν καρδίαν καὶ τὰ νοήματά σου ἐν Χριστῷ Ἰησοῦ. Τούτων ὑπὸ τοῦ μακαρίου Βαρλαὰμ λεχθέντων, ἡ ῥοὴ τῶν δακρύων τοῦ Ἰωάσαφ μέτρον οὐκ εἶχεν, ἀλλ’, ὡς ἐκ πηγῆς πολυχεύμονος βρύουσα, ὅλον αὐτὸν καὶ τὴν γῆν ἐν ᾗ ἐκάθητο κατέβρεχεν. ὀδυρόμενος δὲ τὸν χωρισμόν, ἠξίου μάλα θερμῶς συνοδοιπόρος αὐτῷ τῆς τελευταίας πορείας γενέσθαι, καὶ μηκέτι παραμεῖναι τῷ βίῳ μετὰ τὴν ἐκείνου ἐκδημίαν, Διὰ τί, λέγων, τὸ σεαυτοῦ ζητεῖς μόνον, ὦ Πάτερ, καὶ μὴ καὶ τὸ τοῦ πλησίου; πῶς δὲ τὴν τελείαν ἐν τούτῳ πληροῖς ἀγάπην κατὰ τὸν εἰπόντα, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, πρὸς ἀνάπαυσιν μὲν καὶ ζωὴν αὐτὸς ἀπαίρων, εἰς θλῖψιν δὲ καὶ ταλαιπωρίαν ἐμὲ καταλιμπάνων, καί, πρὶν καλῶς ἐγγυμνασθῆναι τοῖς ἄθλοις τῆς ἀσκήσεως καὶ τῶν πολεμίων μαθεῖν τὰς πολυτρόπους ἐφόδους, πρὸς μονομαχίαν με τῆς αὐτῶν παρατάξεως προβαλλόμενος; ἱνατί γένηται ἄλλο, εἰ μὴ βληθῆναί με ταῖς κακοτρόποις αὐτῶν μηχαναῖς, καὶ ἀποθανεῖν οἴμοι τὸν ψυχικὸν ὄντως καὶ αἰώνιον θάνατον; ὅπερ τοῖς ἀπείροις καὶ δειλοῖς συμβαίνειν πέφυκε μοναχοῖς. ἀλλὰ δεήθητι τοῦ Κυρίου,