Ἔμεινε δὲ Ἰωάσαφ διετίαν ὅλην κατὰ τὸ πέλαγος τῆς ἐρήμου ταύτης ἀλώμενος καὶ μὴ εὑρίσκων τὸν Βαρλαάμ, τοῦ Θεοῦ κἀνταῦθα τὸ στερρὸν τοῦ λογισμοῦ αὐτοῦ καὶ τὸ τῆς ψυχῆς γενναῖον δοκιμάζοντος. καὶ ἦν οὕτως αἴθριος συγκαιόμενος τῷ καύσωνι καὶ τῷ κρύει πηγνύμενος καὶ ἀπαύστως ζητῶν ὥσπερ τινὰ θησαυρὸν πολύτιμον τὸν τιμιώτατον γέροντα. πολλοὺς δὲ ὑπέμεινε πειρασμοὺς καὶ πολέμους τῶν πονηρῶν πνευμάτων, καὶ πολλοὺς ὑπήνεγκε πόνους τῆς τῶν βοτανῶν ἐνδείας, ἃς εἰς τροφὴν ἐκέχρητο, ὅτι καὶ ταύτας ξηρὰ οὖσα ἡ ἔρημος ἐνδεῶς ἐβλάστανεν.ἀλλὰ τῷ πόθῳ τοῦ Δεσπότου φλεγομένη ἡ ἀδαμαντίνη ψυχὴ ἐκείνη καὶ ἀήττητος ῥᾷον ἤνεγκε τὰ λυπηρὰ ταῦτα ἢ τὰς ἡδονὰς ἕτεροι. διὸ τῆς ἄνωθεν οὐ διήμαρτε συμμαχίας, ἀλλά, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν αὐτοῦ καὶ πόνων, αἱ παρὰ τοῦ ποθουμένου Χριστοῦ ἐγγινόμεναι παρακλήσεις καθ’ ὕπνους τε καὶ καθ’ ὕπαρ εὔφραναν τὴν ψυχὴν αὐτοῦ. συμπληρουμένης δὲ τῆς διετίας, Ἰωάσαφ μὲν ἀπαύστως περιῄει ζητῶν τὸν ποθούμενον, καὶ ἐποτνιᾶτο πρὸς τὸν Θεὸν δάκρυα ποταμηδὸν τῶν ὀφθαλμῶν προχεόμενος, καί, Δεῖξόν μοι, Δέσποτα, βοῶν, δεῖξόν μοι τὸν αἴτιόν μοι τῆς σῆς ἐπιγνώσεως καὶ τῶν τοσούτων ἀγαθῶν γενόμενόν μοι πρόξενον· καὶ μή, διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου, καλοῦ με τοσούτου στερήσῃς. ἀλλ’ ἀξίωσόν με ἰδεῖν τε αὐτὸν καὶ ἴσον αὐτῷ τὸν ἀγῶνα τῆς ἀσκήσεως θέσθαι. Εὑρίσκει δὲ Θεοῦ χάριτι σπήλαιον, ἰχνηλατήσας τῶν ἐκεῖσε πορευομένων τὴν τρίβον. καὶ μοναχῷ τινι ἐντυγχάνει τὸν ἐρημικὸν μετιόντι βίον.καὶ τούτῳ θερμότατα περιχυθεὶς καὶ ἀσπασάμενος, τοῦ Βαρλαὰμ ἠρώτα τὸ σκήνωμα εὑρεῖν, καὶ τὰ καθ’ ἑαυτὸν διεξῄει, δῆλα τῷ ἀνδρὶ θέμενος. δι’ αὐτοῦ τοίνυν τὸν τόπον διδαχθεὶς τῆς τοῦ ζητουμένου οἰκήσεως, καταλαμβάνει τάχιστα, ὡς ὅταν θηρευτὴς ἐμπειρότατος ἴχνεσιν ἐπιτύχῃ τοῦ θηράματος. καὶ φθάσας τινὰ σημεῖα τὰ παρὰ τοῦ ἄλλου γέροντος διδαχθέντα αὐτῷ, ἐπορεύετο χαίρων καὶ τῇ ἐλπίδι ῥωννύμενος, ὡς νήπιος ἐκ μακροῦ χρόνου τὸν πατέρα ἐλπίζων θεάσασθαι. ὅταν γὰρ ὁ κατὰ Θεὸν πόθος εἰς ψυχὴν ῥαγῇ, πολλῷ τοῦ φυσικοῦ δείκνυται θερμότερός τε καὶ βιαιότερος. Ἐφίσταται τοίνυν τῇ θύρᾳ τοῦ σπηλαίου, καὶ κρούσας, Εὐλόγησον, εἶπε, Πάτερ, εὐλόγησον. ὡς δὲ τῆς φωνῆς ἀκούσας ἐξῆλθεν ὁ Βαρλαὰμ τοῦ σπηλαίου, ἐγνώρισε τῷ πνεύματι τόν, κατά γε τὴν ἔξω θέαν, οὐκ εὐχερῶς γνωρισθῆναι δυνάμενον, διὰ τὴν θαυμαστὴν ἐκείνην μεταβολὴν καὶ ἀλλοίωσιν ἣν ἠλλοίωτο καὶ μετεβέβλητο τῆς ὄψεως ἐκείνης τῆς προτέρας καὶ τῆς ὡραῖον ἀνθούσης νεότητος, μεμελανωμένος μὲν ἐκ τῆς ἡλιακῆς καύσεως, κατάκομος δὲ ταῖς θριξίν, ἐκτετηκυίας δὲ τὰς παρειὰς καὶ τοὺς ὀφθαλμοὺς ἔσω που εἰς βάθος δεδυκότας καὶ τὰ βλέφαρα περιπεφλεγμένα ἔχων ταῖς ῥοαῖς τῶν δακρύων καὶ τῇ πολλῇ τῆς ἐνδείας ταλαιπωρίᾳ. ἔγνω δὲ καὶ Ἰωάσαφ τὸν πνευματικὸν πατέρα. τοὺς χαρακτῆρας μάλιστα τῆς ὄψεως ἔχοντα τοὺς αὐτούς. στὰς οὖν εὐθὺς κατὰ ἀνατολάς, ὁ γέρων εὐχὴν ἀνέπεμψε τῷ Θεῷ εὐχαριστήριον.καὶ μετὰ τὴν εὐχὴν ἐπειπόντες τὸ ἀμήν, περιλαβόντες τε καὶ περιπτυξάμενοι θερμοτάταις ἠμείβοντο ἀλλήλους περιπλοκαῖς, χρονίου πόθου ἐμφορούμενοι ἀκορέστως. Ἐπεὶ δὲ ἀρκούντως περιέλαβον καὶ προσηγόρευσαν, καθίσαντες διωμίλουν. λόγου δὲ ἀρξάμενος ὁ Βαρλαάμ, Καλῶς ἦλθες, ἔλεγε, τέκνον ἠγαπημένον, τέκνον Θεοῦ καὶ κληρονόμε τῆς ἐπουρανίου βασιλείας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃν ἠγάπησας, ὃν ἐπόθησας δικαίως ὑπὲρ τὰ πρόσκαιρα καὶ φθαρτά· καί, ὡς ἐχέφρων ἔμπορος καὶ σοφός, πάντα πωλήσας, τὸν ἀτίμητον ἐξωνήσω μαργαρίτην, καὶ τῷ ἀσύλῳ ἐντυχὼν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ τῶν ἐντολῶν τοῦ Κυρίου,πάντα δέδωκας μηδενὸς φεισάμενος τῶν ὅσον οὔπω παρερχομένων, ἵνα τὸν ἀγρὸν ἐκεῖνον ἀγοράσῃς ἑαυτῷ. δῴη σοι Κύριος ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα καὶ μὴ παλαιούμενα. Εἰπὲ γοῦν μοι, φίλτατε, πῶς ἐνταῦθα παρεγένου, πῶς μετὰ τὴν ἐμὴν ἄφιξιν γέγονε τὰ κατὰ σέ, καὶ εἰ ἔγνω τὸν Θεὸν ὁ σὸς πατήρ, ἢ καὶ εἰσέτι, τῇ προτέρᾳ φερόμενος ἀφροσύνῃ, ὑπὸ τῆς τῶν δαιμόνων ἀπάτης αἰχμαλωτίζεται. Ταῦτα τοῦ Βαρλαὰμ ἐρομένου, ἀναλαβὼν ὁ Ἰωὰσαφ τὸν λόγον, ὅσα μετὰ τὴν ἐκείνου ἀποδημιαν γέγονεν αὐτῷ, καὶ ὅσα Κύριος εὐώδωσε μέχρι τῆς αὖθις συνελεύσεως αὐτῶν, πάντα κατὰ μέρος διῄει. Ὁ δὲ γέρων, ἀκούων σὺν ἡδονῇ καὶ θαύματι, θερμῶς δακρύων, ἔλεγε· Δόξα σοι, ὁ Θεὸς ἡμῶν, ὁ ἀεὶ παριστάμενος καὶ βοηθῶν τοῖς ἀγαπῶσί σε. δόξα σοι, Χριστέ, Βασιλεῦ τῶν ἁπάντων καὶ Θεὲ πανάγαθε, ὅτι εὐδόκησας τὸν σπόρον, ὃν ἐν τῇ ψυχῇ κατέβαλον τοῦ δούλου σου Ἰωάσαφ, οὕτως ἑκατοστεύοντα καρπὸν ἐνεγκεῖν, ἐπάξιον σοῦ τοῦ γεωργοῦ καὶ Δεσπότου τῶν ἡμετέρων ψυχῶν. δόξα σοι, Παράκλητε ἀγαθέ, τὸ πανάγιον Πνεῦμα, ὅτι ἧς ἔδωκας χάριτος τοῖς ἁγίοις σου ἀποστόλοις, ταύτης μετασχεῖν κατηξίωσας τοῦτον, καὶ πολυάνθρωπα πλήθη τῆς δεισιδαίμονος δι’ αὐτοῦ ἠλευθέρωσας πλάνης καὶ τῇ ἀληθινῇ ἐφώτισας θεογνωσίᾳ. Οὕτω παρ’ ἀμφοτέρων ηὐχαριστεῖτο ὁ Θεός. καὶ τοιαῦτα ὁμιλούντων καὶ τῇ τοῦ Θεοῦ ἀγαλλιωμένων χάριτι, κατελάμβανεν ἡ ἑσπέρα.