Ὡς δὲ εἶδεν ἑαυτὸν ὁ ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν ἐκείνου πρόθεσιν ʽτὸν Χριστὸν γὰρ αὐτὸς ἐνθυμούμενος καὶ τῷ ἐκείνου πόθῳ φλεγόμενος, ῥωννύμενός τε καλῶς τῇ ἐλπίδι καὶ τῇ πίστει στηριζόμενος, εἰς οὐδὲν τὰς ἐκείνου ὑπερβολὰς ἐλογίζετὀ, κατῃσχύνθη ὁ πολέμιος ἐκ πρώτης, ὃ λέγεται, προσβολῆς πεσών. ἑτέραν οὖν ἔρχεται ὁδόν ʽπολλαὶ γὰρ αὐτῷ αἱ τῆς κακίας τρίβοἰ, καὶ φαντάσμασι ποικίλοις ἀνατρέπειν αὐτὸν ἐπειρᾶτο καὶ εἰς δειλίαν ἐμβαλεῖν, ποτὲ μὲν μέλας αὐτῷ φαινόμενος, οἷός ἐστι· ποτὲ δέ, ῥομφαίαν ἐσπασμένην κατέχων, ἐπεπήδα αὐτῷ, καὶ πατάξαι ἠπείλει, εἰ μὴ θᾶττον εἰς τὰ ὀπίσω στραφῇ· ἄλλοτε θηρίων ὑπήρχετο παντοδαπῶν μορφάς, βρυχῶν κατ’ αὐτοῦ καὶ δεινότατον ἀποτελῶν μυκηθμὸν καὶ ψόφον· εἶτα καὶ εἰς δράκοντα μετεμορφοῦτο καὶ ἀσπίδα καὶ βασιλίσκον. ὁ δὲ καλὸς ἐκεῖνος καὶ γενναιότατος ἀθλητὴς ἀτρέμας ἦν τὴν ψυχήν, ἅτε δὴ τὸν ὕψιστον ἑαυτοῦ καταφυγὴν θέμενος. νήφων δὲ τῇ διανοίᾳ καὶ κατεγγελῶν τοῦ πονηροῦ, ἔλεγεν· Οὐκ ἔλαθές με, ὦ ἀπατεών, ὅστις εἶ, ὁ ταῦτά μοι ἐγείρων, ὁ ἐξ ἀρχῆς κακὰ τεκταινόμενος τῶν ἀνθρώπων τῷ γένει, καὶ ἀεί ποτε πονηρὸς ὢν καὶ τὸ βλάπτειν οὐδαμῶς ἀπολείπων. ἀλλ’ ὡς προσῆκόν σοι τὸ σχῆμα καὶ οἰκειότατον, αὐτῷ δὴ τούτῳ τῷ θηρίοις καὶ ἑρπετοῖς ὁμοιοῦσθαι,τὸ θηριῶδές σου τῆς γνώμης καὶ σκολιόν, ἰοβόλον τε καὶ βλαπτικὸν τῆς προαιρέσεως ἐνδεικνυμένῳ. τί οὖν ἀνηνύτοις ἐπιχειρεῖς, ἄθλιε; ἐξότε γὰρ ἔγνων τῆς σῆς εἶναι κακίας τὰ μηχανήματα ταῦτα καὶ φόβητρα, οὐδεμία μοι λοιπὸν ἔτι ἐστὶ φροντὶς περὶ σοῦ. Κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου, καὶ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον σε ἐπιβήσομαι οἷς ὁμοιοῦσαι, καὶ καταπατήσω σε τὸν λέοντα καὶ δράκοντα, τῇ δυνάμει τοῦ Χριστοῦ κραταιούμενος. αἰσχυνθείησαν καὶ ἐντραπείησαν τραπείησαν πάντες οἱ ἐχθροί μου· ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους. Ταῦτα λέγων, καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἑαυτῷ περιβαλὼν ὅπλον ἀκαταγώνιστον, πάσας τὰς τοῦ διαβόλου φαντασίας κατήργησεν. εὐθὺς γὰρ τά τε θηρία καὶ τὰ ἑρπετά, ὡς ἐκλείπει καπνός, ἐξέλιπον, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός· αὐτὸς δέ, τῇ τοῦ Χριστοῦ δυνάμει ἰσχύων, ἐπορεύετο χαίρων καὶ εὐχαριστῶν τῷ Κυρίῳ. ἀλλὰ καὶ θηρία πολλὰ καὶ ποικίλα καὶ ὄφεων παντοδαπὰ καὶ δρακοντόμορφα γένη ἡ ἔρημος ἐκείνη τρέφει, ἅτινα συναντῶντα αὐτῷ οὐκ ἔτι φαντασίᾳ, ἀλλ’ ἀληθείᾳ ἐδείκνυτο, ὡς ἐντεῦθεν φόβου μὲν ἦν πλήρης ἡ ὁδὸς καὶ πόνου·αὐτὸς δὲ ἀμφοτέρων ὑπερίπτατο τῷ λογισμῷ, τὸν μὲν φόβον τῆς ἀγάπης, ὥς φησιν ἡ Γραφή, ἔξω βαλλούσης, τὸν πόνον δὲ τοῦ πόθου ἐπικουφίζοντος. οὕτως οὖν πολλαῖς καὶ ποικίλαις συμφοραῖς καὶ ταλαιπωρίαις πυκτεύσας, δι᾽ ἡμερῶν οὐκ ὀλίγων κατέλαβε τὴν ἔρημον ἐκείνην τῆς Σενααρίτιδος γῆς, ἐν ᾗ ὁ Βαρλαὰμ ᾤκει· ἔνθα καὶ ὕδατος τυχὼν τὴν φλόγα κατέσβεσε τῆς δίψης.