Εν ὀλίγαις δὲ ἡμέραις τὴν τοιαύτην τελέσας διακονίαν καὶ πάντας τοὺς θησαυροὺς κατακενώσας, ὅπως μέλλοντι τὴν στενὴν εἰσιέναι πύλην μηδὲν αὐτῷ ἐμποδίσειεν ὁ τῶν χρημάτων ὄγκος, τῇ τεσσαρακοστῇ ἡμέρᾳ τῆς τοῦ πατρὸς τελευτῆς, μνήμην αὐτῷ τελῶν, συγκαλεῖ πάντας τοὺς ἐν τέλει καὶ τοὺς στρατιωτικὰ περιεζωσμένους καὶ τοῦ πολιτικοῦ λαοῦ οὐκ ὀλίγους.καὶ προκαθίσας, ὡς ἔθος, φησὶν εἰς ἐπήκοον πάντων· Ἰδού, καθὼς ὁρᾶτε, Ἀβεννὴρ πατήρ μου καὶ βασιλεὺς τέθνηκεν ὡς εἷς τῶν πενήτων, καὶ οὐδὲν αὐτῷ οὔτε ὁ πλοῦτος οὔτε ἡ βασιλικὴ δόξα, οὔτε μὴν ἐγὼ ὁ φιλοπάτωρ υἱός, οὔτε τις τῶν λοιπῶν αὐτοῦ φίλων καὶ συγγενῶν, βοηθῆσαι ἴσχυσεν αὐτῷ καὶ τῆς ἀπαραιτήτου ψήφου ἐξελέσθαι. ἀλλ’ ὑπάγει πρὸς τὰ ἐκεῖθεν δικαιωτήρια, λόγον ὑφέξων τῆς πολιτείας τοῦ παρόντος βίου, μηδένα τῶν ἁπάντων συνεργὸν ἐπαγόμενος, ἀλλ’ ἢ μόνα τὰ αὐτῷ πεπραγμένα ὁποῖα ἂν ᾖ. τὸ αὐτὸ δὲ τοῦτο καὶ πᾶσι τοῖς τὴν βρότειον λαχοῦσι φύσιν συμβαίνειν πέφυκε, καὶ ἄλλως οὐκ ἔστι. νῦν οὖν ἀκούσατέ μου, φίλοι καὶ ἀδελφοί, λαὸς Κυρίου καὶ κλῆρος ἅγιος, οὓς ἐξηγόρασε Χριστὸς ὁ Θεὸς ἡμῶν τῷ τιμίῳ αὐτοῦ αἵματι καὶ ἐρρύσατο τῆς παλαιᾶς πλάνης καὶ δουλείας τοῦ ἀντικειμένου. αὐτοὶ οἴδατε τὴν ἐν ὑμῖν ἀναστροφήν μου, ὡς ἐξότε τὸν Χριστὸν ἔγνων καὶ δοῦλος αὐτοῦ ἠξιώθην γενέσθαι, πάντα μισήσας, αὐτὸν ἐπεπόθησα μόνον, καὶ τοῦτό μοι ἦν καταθύμιον, τῆς ζάλης τοῦ βίου καὶ ματαίας τύρβης ὑπεξελθόντα, μόνον μόνῳ αὐτῷ συνεῖναι καὶ ἐν ἀταράχῳ γαλήνῃ ψυχῆς δουλεῦσαι τῷ Θεῷ μου καὶ δεσπότῃ. ἀλλά με κατέσχεν ἡ τοῦ πατρός μου ἔνστασις, καὶ ἐντολὴ ἡ τιμᾶν τοὺς γεννήτορας κελεύουσα. ὅθεν, Θεοῦ Χάριτι καὶ συνεργείᾳ, οὐκ εἰς μάτην ἐκοπίασα, οὐδ’ εἰς κενὸν τὰς τοιαύτας ἀνηλωσά ἡμέρας·ἀλλ’ ἐκεῖνόν τε ᾠκείωσα Χριστῷ καὶ πάντας ὑμᾶς τοῦτον μόνον γινώσκειν Θεὸν ἀληθινὸν καὶ Κύριον τοῦ παντὸς ἐδίδαξα, οὐκ ἐγὼ τοῦτο ποιήσας, ἀλλ’ ἡ χάρις αὐτοῦ ἡ σὺν ἐμοί, ἥτις κἀμὲ τῆς δεισιδαίμονος πλάνης καὶ λατρείας τῶν εἰδώλων ἐξείλετο, καὶ ὑμᾶς, λαός μου, τῆς χαλεπῆς ἠλευθέρωσεν αἰχμαλωσίας. καιρὸς οὖν ἤδη λοιπὸν τὰ ἐπηγγελμένα τῷ Θεῷ ἔργα πληρῶσαι· καιρὸς ἀπελθεῖν ὅπου ἂν αὐτὸς ὁδηγήσῃ με καὶ ἀποδοῦναι τὰς εὐχάς μου ἃς ηὐξάμην αὐτῷ. νῦν οὖν σκέψασθε ὑμεῖς ὃν ἂν βούλοισθε ἀφηγεῖσθαι ὑμῶν καὶ βασιλεύειν· ἤδη γὰρ κατηρτισμένοι ἐστὲ εἰς τὸ θέλημα τοῦ Κυρίου, καὶ οὐδὲν ἀποκέκρυπται ὑμῖν τῶν αὐτοῦ προσταγμάτων. ἐν τούτοις πορεύεσθε· μὴ ἐκκλίνητε δεξιὰ ἢ ἀριστερά· καὶ ὁ Θεὸς τῆς εἰρήνης εἴη μετὰ πάντων ὑμῶν. Ταῦτα ὡς ἤκουσεν ὁ λαὸς ἐκεῖνος καὶ δῆμος, θόρυβος εὐθὺς καὶ πάταγος καὶ βοὴ πλείστη καὶ σύγχυσις ἦν, κλαιόντων πάντων καὶ ὀδυρομένων τὴν ὀρφανίαν. τοιαῦτα θρηνοῦντες, πρὸς τοῖς θρήνοις καὶ ὅρκοις ἐβεβαίουν μὴ μεθήσειν ὅλως, ἀλλ’ ἀνθέξεσθαι, καὶ τὴν ὑποχώρησιν αὐτῷ μὴ τοπαράπαν παραχωρῆσαι. οὕτω βοῶντος τοῦ δήμου καὶ τῶν ἐν τέλει πάντων, ὑπολαβὼν ὁ βασιλεὺς κατασείει τὸν ὄχλον, καὶ σιγᾶν αὐτοῖς διακελεύεται. καὶ εἴκειν τῇ ἐκείνων ἐνστάσει εἰπών, λυπουμένους ὅμως καὶ τὰ τῆς οἰμωγῆς σημεῖα ἐπὶ τῶν παρειῶν φέροντας οἴκαδε ἐκπέμπει. αὐτὸς δὲ ἕνα τῶν ἀρχόντων, ὃς ἦν πρόκριτος αὐτῷ,ἐπ’ εὐσεβείᾳ καὶ σεμνότητι βίου θαυμαζόμενος, Βαραχίας τοὔνομα ʽὅνπερ καὶ ἀνωτέρω ἐδήλωσεν ὁ λόγος, ἡνίκα Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος φιλοσόφοις διελέγετο, καὶ μόνος ὁ Βαραχίας ἡτοιμάσθη συμπαραστῆναι αὐτῷ καὶ συναγωνίσασθαι, ζήλῳ θείῳ ἐκκαυθεὶς τὴν καρδίαν, τοῦτον καταμόνας λαβὼν ὁ βασιλεύς, προσηνῶς διελέγετο, καὶ θερμότατα ἐδεῖτο παραλαβεῖν τὴν βασιλείαν, καὶ ἐν φόβῳ Θεοῦ τὸν λαὸν αὐτοῦ ποιμᾶναι, ὡς ἂν αὐτὸς τὴν ποθουμένην αὐτῷ πορεύσηται ὁδόν. Ὡς δὲ αὐτὸν ἀπαναινόμενον εἶδε καὶ πάντη ἀπαγορεύοντα, καί, Ὦ βασιλεῦ, λέγοντα, ὡς ἄδικός σου ἡ κρίσις· ὡς οὐ κατ’ ἐντολὴν σοῦ ὁ λόγος· εἰ γὰρ ἀγαπῆσαι τὸν πλησίον ὡς ἑαυτὸν ἐδιδάχθης, τίνι λόγῳ ὅπερ αὐτὸς ἀπορρίψαι βάρος σπουδάζεις, ἐμοὶ ἐπιθεῖναι ἐπείγῃ; εἰ μὲν γὰρ καλὸν τὸ βασιλεύειν, αὐτὸς τὸ καλὸν κάτεχε· εἰ δὲ πρόσκομμα τοῦτο ψυχῆς καὶ σκάνδαλον, τί μοι προτίθης καὶ ὑποσκελίζειν βούλει; ὡς οὖν τοιαῦτα λέγοντα καὶ διαβεβαιούμενον εἶδεν, ἐπαύσατο τῆς ὁμιλίας.καὶ δὴ ὑπὸ νύκτα βαθεῖαν ἐπιστολὴν μὲν διαχαράττει πρὸς τὸν λαόν, πολλῆς γέμουσαν φιλοσοφίας καὶ πᾶσαν ὑπαγορεύουσαν τὴν εὐσέβειαν, ὁποίαν τε ὀφείλουσι περὶ Θεοῦ δόξαν ἔχειν, οἷον δὲ βίον αὐτῷ προσφέρειν, οἵους δὲ ὕμνους, οἵας εὐχαριστίας· εἶτα μὴ ἄλλον ἢ τὸν Βαραχίαν δέξασθαι εἰς τὴν βασίλειον κελεύει ἀρχήν. καί, εἰς τὸν ἑαυτοῦ κοιτῶνα τὸν χάρτην ἐν ᾧ ἡ ἐπιστολὴ καταλιπών, λαθὼν ἅπαντας ἐξέρχεται τοῦ παλατίου. ἀλλ’ οὐκ ἠδυνήθη λαθεῖν εἰς τέλος. ἅμα γὰρ πρωῒ τοῦτο ἀκουσθὲν τάραχον εὐθὺς καὶ ὀδυρμὸν τῷ λαῷ ἐνεποίησε· καὶ πάντες τάχει πολλῷ εἰς ζήτησιν αὐτοῦ ἐξέρχονται, προκαταλαβεῖν αὐτῷ τὴν φυγὴν ἐκ παντὸς τρόπου διανοούμενοι· ὅθεν οὐδὲ εἰς μάτην αὐτοῖς ἐχώρησεν ἡ σπουδή. ὡς γὰρ πάσας προκατελάμβανον τὰς ὁδούς, ὄρη δὲ πάντα περιεκύκλουν καὶ ἀτριβεῖς περιήρχοντο φάραγγας, ἐν χειμάρρῳ τινὶ τοῦτον εὑρίσκουσι, χεῖρας εἰς οὐρανὸν ἐκτεταμένας ἔχοντα, καὶ τὴν εὐχὴν τῆς ἕκτης ἐπιτελοῦντα ὥρας. Ἰδόντες δὲ αὐτὸν περιεχύθησαν δάκρυσι δυσωποῦντες καὶ τὴν ἀποδημίαν ὀνειδίζοντες. ὁ δέ· Τί, φησί, μάτην κοπιᾶτε; μηκέτι γὰρ ἐμὲ βασιλέα ἔχειν ἐλπίζετε.