Ταῦτα ὁρῶν ὁ βασιλεὺς Ἀβεννὴρ, ὀψὲ καὶ μόλις εἰς συναίσθησιν ἐλθών, τῶν ἑαυτοῦ κατεγίνωσκε ψευδωνύμων θεῶν τῆς ἀσθενείας καὶ κενῆς ἀπάτης. καὶ ἐκκλησιάσας αὖθις τοὺς πρώτους τῆς βουλῆς τὰ μελετώμενα αὐτῷ εἰς φῶς ἐξῆγε. πάντων δὲ τὰ αὐτὰ βεβαιούντων ʽἐπεσκέψατο γὰρ αὐτοὺς ἀνατολὴ ἐξ ὕψους, ὁ Σωτὴρ τῆς δεήσεως ἀκούσας τοῦ θεράποντος αὐτοῦ Ἰωάσαφ̓, ἔδοξε τῷ βασιλεῖ δῆλα ταῦτα τῷ υἱῷ ποιῆσαι. γράφει οὖν τῇ ἑξῆς ἐπιστολὴν τῷ Ἰωάσαφ περιέχουσαν οὕτως· Βασιλεὺς Ἀβεννὴρ τῷ ποθεινοτάτῳ υἱῷ Ἰωάσαφ, χαίρειν. Λογισμοὶ πολλοί, εἰς τὴν ἐμὴν ὑπεισερχόμενοι ψυχήν, δεινῶς, φίλτατε, τυραννοῦσιν, υἱέ. τὰ γὰρ ἡμέτερα πάντα ἐκλείποντα ὁρῶν, ὃν τρόπον καπνὸς ἐκλείπει, τὰ τῆς σῆς δὲ θρησκείας λάμποντα ὑπὲρ ἥλιον, εἰς αἴσθησιν δὲ ἐλθών, ἀληθῆ τὰ παρὰ σοῦ μοὶ ἀεὶ λεγόμενα ἔγνωκα εἶναι, καὶ ὅτι σκότος ἡμᾶς βαθὺ τῶν ἁμαρτιῶν καὶ τῆς ἀσεβείας ἐκάλυπτεν, ὡς ἐντεῦθεν οὐδὲ πρὸς τὴν ἀλήθειαν διαβλέψαι καὶ τὸν ἁπάντων Δημιουργὸν καταμαθεῖν ἠδυνάμεθα· ἀλλὰ καὶ φῶς οὕτω τηλαυγέστερον διὰ σοῦ ἀναδειχθὲν ἡμῖν, τοὺς ὀφθαλμοὺς μύσαντες, ἡμεῖς ὁρᾶν οὐκ ἠθελήσαμεν,πολλὰ μέν σοι κακὰ ἐνδειξάμενοι, ἐλεεινῶς δὲ φεῦ καὶ τῶν Χριστιανῶν οὐκ ὀλίγους ἀνελόντες, οἵτινες, τῇ συνεργούσῃ αὐτοῖς ἀμάχῳ δυνάμει κραταιούμενοι, διὰ τέλους πρὸς τὴν ἡμετέραν ὠμότητα ὑπερέσχον. νυνὶ δέ, τὴν παχεῖαν ἐκείνην ἀχλὺν τῶν ἡμετέρων ὀμμάτων περιελόντες, αὐγήν τινα μικρὰν τῆς ἀληθείας ὁρῶμεν, καὶ τῶν προτέρων μεταμέλεια εἰσέρχεται κακῶν. ἀλλὰ καὶ ταύτην τὴν αὐγὴν νέφος ἄλλο δεινῆς ἀπογνώσεως ἐπιπολάζον σκοτίζειν πειρᾶται, τὸ πλῆθος προβαλλόμενον τῶν ἐμῶν κακῶν, καὶ ὅτι βδελυκτὸς ἤδη ἐγὼ τῷ Χριστῷ καὶ ἀπρόσδεκτός εἰμι, ὡς ἀποστάτης καὶ πολέμιος αὐτοῦ γεγονώς. τί οὖν πρὸς ταῦτα, τέκνον γλυκύτατον, λέγεις αὐτός, δῆλά μοι τάχιστα ποίησον, καὶ τί δεῖ ποιεῖν με τὸν σὸν πατέρα δίδαξον, καὶ πρὸς ἐπίγνωσιν χειραγώγησον τοῦ συμφέροντος. Ταύτην τὴν ἐπιστολὴν ὁ Ἰωάσαφ δεξάμενος, καὶ τὰ ἐμφερόμενα ἐπελθών, ἡδονῆς ὁμοῦ καὶ θαύματος τὴν ψυχὴν ἐπληροῦτο. εἰς τὸ ἑαυτοῦ δὲ ταμιεῖον εἰσελθὼν εὐθὺς καὶ ἐπὶ πρόσωπον πεσὼν ἐνώπιον τοῦ Δεσποτικοῦ χαρακτῆρος, δάκρυσι τὴν γῆν κατέβρεχεν, εὐχαριστῶν ὁμοῦ τῷ δεσπότῃ καὶ ἐξομολογούμενος, καὶ χείλη ἀγαλλιάσεως κινῶν πρὸς ὑμνῳδίαν· Ὑψώσω σε, λέγων, ὁ Θεός μου καὶ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· μέγας εἶ, Κύριε, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης σου οὐκ ἔστι πέρας. καὶ τίς λαλήσει τὰς δυναστείας σου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου, τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων;ἰδοὺ γὰρ ἡ ἀκρότομος αὕτη καὶ πέτρας σκληροτέρα καρδία τοῦ ἐμοῦ πατρός, σοῦ θελήσαντος, ὡσεὶ κηρὸς ἐμαλάχθη. δυνατὸν γάρ σοι καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. εὐχαριστῶ σοι, Δέσποτα φιλάνθρωπε, Θεὲ τοῦ ἐλέους, ὅτι ἐμακροθύμησας καὶ μακροθυμεῖς τοῖς παραπτώμασιν ἡμῶν, καὶ ἕως τοῦ νῦν ἀτιμωρήτους ἡμᾶς εἴασας εἶναι. ἡμεῖς μὲν γὰρ ἄξιοι ἦμεν πάλαι ἀπορριφθῆναι ἀπὸ τοῦ προσώπου σου καὶ παραδειγματισθῆναι ἐν τῷ βίῳ τούτῳ, ὡς οἱ τὴν Πεντάπολιν οἰκοῦντες παράνομοι, πυρὶ καὶ θείῳ κατακαυθέντες· ἡ δὲ ἀνείκαστός σου μακροθυμία ἐφιλανθρωπεύσατο εἰς ἡμᾶς. εὐχαριστῶ σοι ὁ εὐτελὴς ἐγὼ καὶ ἀνάξιος, εἰ καὶ μὴ ὑπάρχω αὐτάρκης πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος. καὶ δέομαι τῶν ἀμετρήτων σου οἰκτιρμῶν, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ ἀοράτου Πατρός, ὁ πάντα λόγῳ παραγαγὼν καὶ θελήματι τῷ σῷ συνέχων, ὁ ῥυσάμενος ἡμᾶς τοὺς ἀναξίους δούλους σου τῆς τοῦ ἀρχεκάκου ἐχθροῦ δουλείας, ὁ ταθεὶς ἐπὶ ξύλου καὶ δήσας τὸν ἰσχυρόν, καὶ τοῖς ὑπ’ ἐκείνου δεθεῖσιν αἰώνιον ἐπιβραβεύσας ἐλευθερίαν· αὐτὸς καὶ τὰ νῦν ἔκτεινόν σου τὴν ἀόρατον χεῖρα καὶ παντουργόν, καὶ εἰς τέλος ἐλευθέρωσον τὸν δοῦλόν σου καὶ πατέρα μου τῆς χαλεπῆς ἐκείνης αἰχμαλωσίας τοῦ διαβόλου· καὶ ὑπόδειξον αὐτῷ ἐναργέστατα, ὅτι σὺ εἶ ὁ ἀεὶ ζῶν Θεὸς ἀψευδὴς καὶ βασιλεὺς μόνος αἰώνιος καὶ ἀθάνατος. ἴδε μου, Δέσποτα,τὴν συντριβὴν τῆς καρδίας ἵλεῳ καὶ εὐμενεῖ ὄμματι· καὶ κατὰ τὴν ἀψευδῆ σου ἐπαγγελίαν γενοῦ μετ’ ἐμοῦ τοῦ γινώσκοντος καὶ ὁμολογοῦντός σε ποιητὴν καὶ προνοητὴν πάσης κτίσεως. πηγασάτω ἐν ἐμοὶ τὸ σὸν ἁλλόμενον ὕδωρ· καὶ δοθήτω μοι λόγος ἐν ἀνοίξει τοῦ στόματος, καὶ νοῦς καλῶς ἡδρασμένος ἐν σοὶ τῷ ἀκρογωνιαίῳ λίθῳ, ἵνα δυνήσομαι ὁ ἀχρεῖος οἰκέτης σου καταγγεῖλαι τῷ ἐμῷ γεννήτορι, ὡς δεῖ, τὸ μυστήριον τῆς σῆς οἰκονομίας, καὶ ἀποστῆσαι αὐτὸν τῇ σῇ δυνάμει τῆς ματαίας πλάνης τῶν πονηρῶν δαιμόνων, καὶ προσαγαγεῖν σοι τῷ Θεῷ καὶ δεσπότῃ, τῷ μὴ βουλομένῳ τὸν θάνατον ἡμῶν τῶν ἁμαρτωλῶν, ἀλλ’ ἀναμένοντι τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν, ὅτι δεδοξασμένος εἶ εἰς τοὺς αἰῶνας. ἀμήν. Οὕτως εὐξάμενος καὶ πληροφορίαν λαβὼν μὴ διαμαρτεῖν τοῦ ποθουμένου, τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ θαρρήσας, ἐξάρας ἐκεῖθεν μετὰ τῆς βασιλικῆς δορυφορίας, τὰ βασίλεια καταλαμβάνει τοῦ ἰδίου πατρός. ὡς δὲ τῷ πατρὶ ἀνηγγέλη ἡ ἄφιξις τοῦ υἱοῦ, ἐξέρχεται εὐθὺς εἰς συνάντησιν αὐτῷ, περιπλέκεται, καταφιλεῖ, μεγίστην ποιεῖται χαρὰν καὶ δημοτελῆ ἑορτὴν ἐπὶ τῇ παρουσίᾳ τοῦ υἱοῦ αὐτοῦ. Τί δὲ τὸ μετὰ ταῦτα; συγκαθέζονται καταμόνας ἀλλήλοις. καὶ τί ἄν τις εἴποι ἅπερ διείλεκται τότε τῷ βασιλεῖ ὁ υἱὸς καὶ μεθ’ ὅσης τῆς φιλοσοφίας; Τί δὲ ἄλλο γε ἢ τὰ τῷ θείῳ Πνεύματι αὐτῷ