τῇ ἀπλανεῖ δὲ προστεθῆναι πίστει, καὶ ταῖς αὐτοῦ μεταπλασθέντας διδασκαλίαις τῷ Χριστῷ οἰκειωθῆναι. πάντες δέ, οἱ ἐν ὄρεσι καὶ σπηλαίοις διὰ τὸν φόβον τοῦ πατρὸς αὐτοῦ ἐγκεκλεισμένοι, ἱερεῖς τε καὶ μονάζοντες καὶ τῶν ἐπισκόπων ὀλίγοι, ἐξελθόντες τῶν καταδύσεων, πρὸς αὐτὸν χαίροντες ἐχώρουν. αὐτὸς δὲ τοὺς διὰ Χριστὸν ἐν τοιούτοις περιπεσόντας ἀνιαροῖς καὶ οὕτω ταλαιπωρήσαντας προσυπαντῶν ἐντίμως ἐδέχετο, καὶ εἰς τὸ ἑαυτοῦ εἰσῆγε παλάτιον, πόδας ῥύπτων, κόμην ῥυπῶσαν ἀποπλύνων, καὶ παντοίως αὐτοὺς θεραπεύων. εἶτα τὴν νεουργηθεῖσαν αὐτῷ ἐνθρονίζει ἐκκλησίαν, καί τινα τῶν ἐπισκόπων, πολλὰ διὰ τὴν εἰς Χριστὸν πίστιν κακοπαθήσαντα καὶ τὸν ἴδιον ἀπολέσαντα τῆς ἐπισκοπῆς θρόνον, ἀρχιερέα ἐν ταύτῃ καθίστησιν, ἄνδρα ἅγιον καὶ τῶν ἐκκλησιαστικῶν κανόνων ἐπιστήμονα, ζήλου τε θείου τὴν ψυχὴν πεπληρωμένον. κολυμβήθραν δὲ εὐθὺς σχεδιάσας, βαπτίζειν τοὺς πρὸς Χριστὸν ἐπιστρέφοντας κελεύει. καὶ δὴ βαπτίζονται οἱ ἄρχοντες πρῶτον καὶ ὅσοι ἐν τέλει, οἱ ἐν στρατείᾳ τε αὖθις καὶ ο λοιπὸς ὄχλος. καὶ οἱ βαπτιζόμενοι οὐ μόνον τὴν ψυχικὴν ἀπελάμβανον ὑγίειαν, ἀλλὰ δὴ καὶ ὅσοι νόσοις ἦσαν σωματικαῖς καὶ πηρώσεσι πιεζόμενοι, πάντα ἀποθέμενοι, καθαροὶ τὰς ψυχάς,ἄρτιοι δὲ τὰ σώματα, τῆς θείας ἀνήρχοντο κολυμβήθρας, θεραπείαν τρυγήσαντες ψυχῶν τε ὁμοῦ καὶ σωμάτων. Ἔνθεν τοι καὶ συνέρρει πρὸς τὸν βασιλέα Ἰωάσαφ πανταχόθεν τὰ πλήθη, μυηθῆναι τὴν εὐσέβειαν ὑπ’ αὐτοῦ ζητοῦντες. καὶ πάντα μὲν κατεσκάπτετο εἰδωλικὰ σεβάσματα, ἀφῄρητο δὲ πᾶς ὁ πλοῦτος καὶ τὰ ἀποκείμενα τοῖς εἰδωλείοις χρήματα· καὶ ἱερὰ τεμένη τῷ Θεῷ ἀντῳκοδομεῖτο. καὶ τὸν ἐκεῖνον πλοῦτον αὐτοῖς καὶ τὰς πολυτελεῖς ἐσθῆτας ὁ βασιλεὺς Ἰωάσαφ καὶ τοὺς θησαυροὺς ἀνετίθει, τὴν ἄτιμον ἐκείνην καὶ περιττὴν ὕλην ἐνεργὸν ἐντεῦθεν ποιῶν καὶ ὠφέλιμον. οἱ δὲ τοῖς βωμοῖς ἐκείνοις καὶ ναοῖς διατρίβοντες μιαροὶ δαίμονες διωγμῷ χαλεπωτάτῳ ἠλαύνοντο, καὶ τὴν ἐπελθοῦσαν αὐτοῖς συμφορὰν εἰς πολλῶν ἐπήκοον ἀνεβόων. καὶ ἠλευθεροῦτο ἡ περίχωρος πᾶσα ἐκείνη τῆς ζοφερᾶς αὐτῶν ἀπάτης, τῷ φωτί τε περιελάμπετο τῆς ἀμωμήτου τῶν Χριστιανῶν πίστεως. Ἀμέλει καὶ βασιλεὺς ἀγαθὸν πᾶσιν ὑπόδειγμα ἦν, καὶ πολλοὺς ἐπὶ τὴν ὁμοίαν γνώμην ἀνέφλεγε καὶ ἐξῆπτε. τοιοῦτον γὰρ ἡ ἐξουσία· συμμορφοῦται ταύτῃ ἀεὶ τὸ ὑποχείριον, τῶν αὐτῶν τε φιλεῖ ἐρᾶν, κἀκεῖνα ἐπιτηδεύειν οἷσπερ ἂν τὸν ἄρχοντα αἴσθηται χαίροντα.ἐντεῦθεν, τοῦ Θεοῦ συνεργοῦντος, ἡ εὐσέβεια ηὐξάνετο ἐν αὐτοῖς καὶ ἐπεδίδου. καὶ ὅλως ἦν τῶν τοῦ Χριστοῦ ἐντολῶν καὶ τῆς αὐτοῦ ἀγάπης ἐξηρτημένος ὁ βασιλεύς, οἰκονόμος τε τοῦ λόγου τῆς χάριτος, καὶ ψυχῶν κυβερνήτης πολλῶν, εἰς τὸν λιμένα τοῦ Θεοῦ ταύτας καθορμίζων. ᾔδει γὰρ τοῦτο εἶναι πρὸ πάντων βασιλέως ἔργον, ἵνα τοὺς ἀνθρώπους διδάξῃ τὸν Θεὸν φοβεῖσθαι καὶ τὸ δίκαιον τηρεῖν. ὃ δὴ καὶ ἐποίει· ἑαυτόν τε εἰς τὸ βασιλεῦσαι τῶν παθῶν καταρτίζων, καὶ τοῖς ὑπ’ αὐτὸν ὡς κυβερνήτης ἄριστος διακατέχων ἀκριβῶς τῆς εὐνομίας τοὺς οἴακας. τοῦτο γὰρ ὅρος ἀληθινῆς βασιλείας, τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἡδονῶν· ὅπερ ἐκεῖνος ἐποίει. ἐπὶ προγόνων μέντοι εὐγενείᾳ καὶ τῇ περὶ αὐτὸν οὔσῃ βασιλικῇ δόξῃ μηδόλως ἐναβρυνόμενος, εἰδὼς ὅτι πήλινον ἔχομεν πάντες τοῦ γένους προπάτορα, καὶ τοῦ αὐτοῦ φυράματος ἐσμὲν πλούσιοί τε καὶ πένητες, ἐν ἀβύσσῳ δὲ ταπεινοφροσύνης ἀεὶ τὸν νοῦν ἐμβάλλων, καὶ τῆς ἐκεῖθεν μακαριότητος μεμνημένος, πάροικον μὲν ἑαυτὸν τῶν ἐνταῦθα ἐλογίζετο, ἐκεῖνα δὲ ἐγίνωσκεν ἴδια εἶναι ὧν ἂν μετὰ τὴν ἐνθένδε τύχοι ἐκδημίαν. ἐπεὶ δὲ πάντα καλῶς εἶχεν αὐτῷ,καὶ, πάντας τοὺς ὑπὸ χεῖρα τῆς παλαιᾶς ἀπαλλάξας πλάνης πατροπαραδότου, δούλους εἰργάσατο τοῦ ἐξαγοράσαντος ἡμᾶς τῆς πονηρᾶς δουλείας τῷ τιμίῳ αὐτοῦ αἵματι, δεύτερον ἐννοεῖ ἔργον, τὴν τῆς εὐποιΐας ἀρετήν. σωφροσύνη γὰρ καὶ δικαιοσύνη ἤδη προκατώρθωτο αὐτῷ, ὡς τὸν στέφανον τῆς σωφροσύνης ἀναδησαμένῳ καὶ τὴν πορφύραν τῆς δικαιοσύνης ἀμφιασαμένῳ. ἐνενόει οὖν τοῦ ἐπιγείου πλούτου τὸ ἄστατον ποταμίων ὑδάτων μιμεῖσθαι τὸν δρόμον. ἐκεῖ τοίνυν ἔσπευδε τοῦτον ἀποθέσθαι, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσι. καὶ δὴ ἤρξατο πάντα τοῖς πένησι διανέμειν τὰ χρήματα, μηδόλως αὐτῶν φειδόμενος. ᾔδει γὰρ ὡς ὁ μεγάλης ἐξουσίας ἐπιλαβόμενος τὸν δοτῆρα τῆς ἐξουσίας ὀφείλει μιμεῖσθαι κατὰ δύναμιν, ἐν τούτῳ δὲ μάλιστα τὸν Θεὸν μιμήσεται, ἐν τῷ μηδὲν ἡγεῖσθαι τοῦ ἐλεεῖν προτιμότερον. ὑπὲρ χρυσίον οὖν καὶ λίθον τίμιον τῆς εὐποιΐας τὸν πλοῦτον ἑαυτῷ συναθροίζων ἦν, τὸν καὶ ὧδε κατευφραίνοντα τῇ ἐλπίδι τῆς μελλούσης ἀπολαύσεως, κἀκεῖ καταγλυκαίνοντα τῇ πείρᾳ τῆς ἐλπισθείσης μακαριότητος. ἐντεῦθεν ἠρευνῶντο αὐτῷ φυλακαί, οἱ ἐν μετάλλοις κατακεκλεισμένοι, οἱ ὑπὸ δανειστῶν συμπνιγόμενοι· καί, πᾶσιν ἀφθόνως ἐπιχορηγῶν πάντα, πατὴρ ἦν ἁπάντων τῶν ὀρφανῶν τε καὶ χηρῶν καὶ πενήτων,