Ὁ δέ γε βασιλεύς, τούτων οὕτως ἀποβάντων, πάντοθεν ἐξαπορηθείς, δῆλος ἦν ἰσχυρῶς ἀνιώμενος καὶ πολὺν τὸν σάλον φέρων ἐν τῇ ψυχῇ. συγκαλέσας δὲ αὖθις ὅσοι τῆς συγκλήτου βουλῆς ἐτύγχανον, ἐσκέπτετο τί λοιπὸν τῷ ἰδίῳ ποιήσειν υἱῷ. πολλὰς δὲ βουλὰς τῶν πολλῶν ὑποθεμένων, ὁ ἀνωτέρω μνημονευθεὶς Ἀραχὴς ἐκεῖνος, ἐπιφανέστερος τὴν ἡγεμονίαν καὶ πρῶτος τῆς βουλῆς ὑπάρχων, ἔφη τῷ βασιλεῖ· Τί ἔδει, βασιλεῦ, ποιῆσαι τῷ υἱῷ σου καὶ οὐ πεποιήκαμεν, τοῦ πεῖσαι αὐτὸν τοῖς ἡμετέροις ἕπεσθαι δόγμασι καὶ τοῖς θεοῖς ἡμῶν λατρεύειν; ἀλλ’, ὡς ὁρῶ, ἀνηνύτοις ἐπιχειροῦμεν· ἐκ φύσεως γὰρ αὐτῷ, ἢ τῆς τύχης ἴσως, τὸ φιλόνεικόν τε καὶ ἀμείλικτον. εἰ μὲν οὖν βασάνοις αὐτὸν ἐκδοῦναι θελήσειας καὶ τιμωρίαις, σύ τε πολέμιος ἔσῃ τῆς φύσεως καὶ οὐ πατὴρ ἔτι κληθήσῃ, κἀκεῖνον ζημιωθήσῃ ἑτοίμως ἔχοντα ὑπὲρ Χριστοῦ ἀποθανεῖν. λείπεται γοῦν τοῦτο μόνον ποιῆσαι· διελεῖν αὐτῷ τὴν βασιλείαν, καὶ εἰς τὸ ἐπιβάλλον αὐτῷ μέρος βασιλεύειν ἐπιτρέψαι. καί, εἰ μὲν ἡ τῶν πραγμάτων φύσις καὶ ἡ μέριμνα τῶν βιωτικῶν ἑλκύσωσιν αὐτὸν τὸν ἡμέτερον ἀσπάσασθαι σκοπόν τε καὶ βίον, ἔσται ἡμῖν κατὰ σκοπὸν τὸ πρᾶγμα· τὰ γὰρ ἰσχυρῶς βεβαιωθέντα τῇ ψυχῇ ἔθη δυσεξάλειπτά εἰσι καὶ πειθοῖ μᾶλλον ἢ βίᾳ μεταβάλλεται. εἰ δὲ τῇ θρησκείᾳ παραμενεῖ τῶν Χριστιανῶν, αὐτὸ δὴ τοῦτο, τὸ μὴ ζημιωθῆναί σε τὸν υἱόν, ἔσται σοι τῆς ἀθυμίας ποσῶς παραμύθιον. ταῦτα τοῦ Ἀραχῆ εἰπόντος, πάντες συνεμαρτύρουν ἀποδεχόμενοι τὴν γνώμην. συντίθεται τοίνυν καὶ ὁ βασιλεὺς οὕτω ταῦτα διατεθῆναι. Καὶ δὴ προσκαλεσάμενος ἕωθεν ἔφη τῷ υἱῷ·Οὗτός μοι τελευταῖος ἤδη πρὸς σὲ λόγος, υἱέ· οὗπερ εἰ μὴ εὐθὺς κατήκοος γένῃ καὶ κἂν ἐν τούτῳ τὴν ἐμὴν θεραπεύσῃς καρδίαν, οὐκ ἔτι σου, εὖ ἴσθι, φείσομαι. τοῦ δὲ υἱοῦ πυθομένου τίς ἡ τοῦ λόγου δύναμις, Ἐπείπερ, φησί, πολλὰ μογήσας, ἀνένδοτόν σε πρὸς πάντα εὗρον τοῦ πεισθῆναί μου τοῖς λόγοις, δεῦρο δὴ λοιπόν, τὴν βασιλείαν διελών, ἀνὰ μέρος εἶναί σε καὶ βασιλεύειν ποιήσω· καὶ ἔσται σοι λοιπὸν ἐπ’ ἀδείας ἣν ἂν ποθῇς ἰέναι ὁδόν. γνοῦσα δὲ ἡ θεία ψυχὴ ἐκείνη καὶ τοῦτο ἐπ’ ὀλίσθῳ τῆς αὐτοῦ προαιρέσεως προβαλεῖν τὸν βασιλέα, ὅμως ἐπακοῦσαι συνεῖδεν, ἵνα, τὰς αὐτοῦ διαδρὰς χεῖρας, τὴν ἐπιθυμουμένην αὐτῷ πορεύσηται ὁδόν. ὑπολαβὼν οὖν, τῷ βασιλεῖ ἔφη· Ἐγὼ μὲν ἐπόθουν τὸν θεῖον ἐκεῖνον ζητῆσαι ἄνδρα, τὸν ὑποδείξαντά μοι τὴν ὁδὸν τῆς σωτηρίας, καὶ πᾶσι χαίρειν εἰπόντα μετ’ αὐτοῦ τὸ λοιπὸν τῆς ζωῆς μου διανύσαι· ἀλλ’ ἐπεί με, πάτερ, οὐ συγχωρεῖς τὰ καταθύμια πράττειν, πείθομαί σοι ἐν τούτῳ. ἐν οἷς γὰρ οὐ πρόκειται προφανὴς ἀπώλεια καὶ Θεοῦ ἀλλοτρίωσις, καλὸν τῷ πατρὶ πείθεσθαι. Χαρᾶς οὖν ὅτι πλείστης ὁ βασιλεὺς πλησθεὶς διαιρεῖ μὲν τὴν ὑποτελῆ αὐτῷ χώραν πᾶσαν εἰς δύο, χειροτονεῖ δὲ τὸν υἱὸν βασιλέα, κοσμεῖ τῷ διαδήματι, καὶ πάσῃ τοῦτον βασιλικῇ καταλαμπρύνας δόξῃ εἰς τὴν ἀφορισθεῖσαν αὐτῷ ἐκπέμπει βασιλείαν μετὰ λαμπρᾶς δορυφορίας. τοῖς ἄρχουσι δὲ καὶ ἡγεμόσι, στρατηγοῖς τε καὶ σατράπαις κελεύει, παντὶ τῷ βουλομένῳ, ἀπελθεῖν μετὰ τοῦ υἱοῦ αὐτοῦ καὶ βασιλέως. καὶ πόλιν τινὰ μεγάλην καὶ πολυάνθρωπον ἀφορίζει αὐτοῦτῇ βασιλείᾳ, καὶ πάντα δίδωσι τὰ πρέποντα βασιλεῦσιν. τότε δὴ τότε τὴν ἐξουσίαν παραλαβὼν ὁ Ἰωάσαφ τῆς βασιλείας, ἡνίκα τὴν πόλιν κατέλαβεν ἔνθα τὰ τῆς βασιλείας ηὐτρέπιστο αὐτῷ, τὸ τοῦ δεσποτικοῦ μὲν πάθους σημεῖον, τὸν σεβάσμιον σταυρὸν τοῦ Χριστοῦ, ἑκάστῳ ἐφίστησι τῆς πόλεως πύργῳ· τοὺς δὲ εἰδωλικοὺς ναοὺς καὶ βωμοὺς περιστὰς ἐπολιόρκει, κατέσειεν ἀνώρυττε τὸ ἔδαφος, ἐξεκάλυπτε τοὺς θεμελίους, μηδὲν λείψανον τῆς ἀσεβείας καταλιπών. Κατὰ δὲ μέσης τῆς πόλεως ναὸν μέγαν τε καὶ περικαλλῆ τῷ Δεσπότῃ ἀνεγείρει Χριστῷ. καὶ κελεύει τὸ πλῆθος ἐκεῖ συνεχὲς ἐπιχωριάζοντας προσάγειν τῷ Θεῷ τὸ σέβας διὰ τῆς τοῦ σταυροῦ προσκυνήσεως, εἰς μέσον πρὸ πάντων αὐτὸς παρελθὼν καὶ ἐκτενεστάτῃ διδοὺς ἑαυτὸν δεήσει. πάντας δὲ τοὺς ὑπὸ τὴν αὐτοῦ χεῖρα γενομένους ἐνουθέτει, παρεκάλει, πάντα ἐποίει τοῦ ἀποσπάσαι τῆς δεισιδαίμονος πλάνης καὶ τῷ Χριστῷ οἰκειῶσαι· τὴν ἀπάτην δὲ ὑπεδείκνυ τῆς εἰδωλομανίας καὶ τὸ κήρυγμα κατήγγελλε τοῦ Εὐαγγελίου, τὰ περὶ τῆς τοῦ Θεοῦ Λόγου διεξῄει συγκαταβάσεως, τὰ θαυμάσια ἐκήρυττε τῆς αὐτοῦ παρουσίας, τὸ πάθος ἐγνώριζε τοῦ σταυροῦ δι᾽ οὗ σεσώσμεθα, τὴν τῆς ἀναστάσεως δύναμιν καὶ τὴν πρὸς οὐρανοὺς ἄνοδον, τὴν φοβερὰν ἐπὶ τούτοις διήγγελλεν ἡμέραν τῆς φρικτῆς αὐτοῦ δευτέρας παρουσίας, τά τε ἀποκείμενα τοῖς πιστοῖς ἀγαθὰ καὶ τὰ ἐκδεχόμενα τοὺς ἁμαρτωλοὺς κολαστήρια. ταῦτα πάντα ἤθει χρηστῷ καὶ μειλιχίοις διεξῄει ῥήμασιν· οὐ τοσοῦτον γὰρ ἀπὸ τοῦ ὄγκου τῆς ἐξουσίας καὶ τῆς βασιλικῆς μεγαλοπρεπείαςἤθελεν αἰδέσιμος εἶναι καὶ φοβερός, ὅσον ἀπὸ τῆς ταπεινοφροσύνης καὶ πραότητος· ᾧ καὶ μᾶλλον εἷλκε πάντας πρὸς ἑαυτόν, τῷ εἶναι τοῖς ἔργοις μὲν θαυμάσιος, ἐπιεικὴς δὲ καὶ μέτριος τῷ φρονήματι. ὅθεν ἡ ἐξουσία, τὴν μετριοφροσύνην καὶ ἐπιείκειαν μέγαν συνεργὸν λαβοῦσα, πάντας εἴκειν αὐτοῦ τοῖς λόγοις πεποίηκεν. Ἀμέλει οὕτως ἐν ὀλίγῳ χρόνῳ πᾶς ὁ ὑποτελὴς αὐτῷ λαὸς πολίτης τε καὶ ἐγχώριος τοῖς θεοφθόγγοις αὐτοῦ ἐμυσταγωγήθη λόγοις, ὡς ἐξαρνήσασθαι μὲν τὴν πολύθεον πλάνην καὶ ἀπορραγῆναι τῶν εἰδωλικῶν σπονδῶν τε καὶ βδελυγμάτων,