τοὺς γὰρ ἐν τοῖς πάλαι χρόνοις ἢ ἀνδρείας ἢ φιλίας, ἤ τινος ἑτέρας ἀνδραγαθίας ἔργον μνήμης ἄξιον ἐπιδειξαμένους ἀνδριάσι λέγεται καὶ στήλαις τιμῆσαι. οἱ δὲ μετὰ ταῦτα τὴν τῶν προγόνων ἀγνοήσαντες γνώμην, καὶ ὅτι, μνήμης ἕνεκα μόνον, τοῖς ἐπαινετόν τι ποιήσασιν ἀνδριάντας καὶ στήλας ἀνέστησαν, κατὰ μικρὸν πλανώμενοι τῇ τοῦ ἀρχεκάκου δαίμονος ἐνεργείᾳ, ὡς ἀθανάτοις θεοῖς τοῖς ὁμοιοπαθέσι καὶ φθαρτοῖς ἀνθρώποις προσετέθησαν, καὶ θυσίας αὐτοῖς καὶ σπονδὰς ἐπενοήσαντο, τῶν δαιμόνων δηλονότι τοῖς ξοάνοις ἐνοικησάντων, καὶ πρὸς ἑαυτοὺς τὴν τιμὴν καὶ τὰς θυσίας μεθελκυσάντων. ἐκεῖνοι τοίνυν τοὺς μὴ δοκιμάζοντας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει πείθουσι θεοὺς αὐτοὺς ἡγεῖσθαι, δυοῖν χάριν· ἵν’ αὐτοὶ μὲν τῇ προσηγορίᾳ δοξάζοιντο ταύτῃ ʽἥδονται γάρ, ἅτε πλήρεις ἀλαζονείας ὄντες, ὡς θεοὶ τιμᾶσθαἰ, αὐτοὺς δὲ οὓς ἠπατήκασιν εἰς τὸ ἡτοιμασμένον αὐτοῖς ἄσβεστον ἑλκύσωσι πῦρ. ὅθεν πᾶσαν αὐτοὺς ἐδίδαξαν παρανομίαν καὶ αἰσχρότητα, ὡς ἅπαξ ὑποταγέντας τῇ ἐκείνων ἀπάτῃ. ἐπὶ τοῦτον οὖν τὸν κολοφῶνα τῶν κακῶν ἐλθόντες οἱ ἄνθρωποι, ἐσκοτισμένοι ὄντες, ἕκαστος τοῦ ἰδίου πάθους καὶ τῆς ἰδίας ἐπιθυμίας ἔστησε στήλην,καὶ θεὸν ὠνόμασε, βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς ἀτοπίας τῶν προσκυνουμένων γενόμενοι, ἕως ἐλθὼν ὁ Κύριος διὰ σπλάγχνα ἐλέους αὐτοῦ ἐλυτρώσατο ἡμᾶς τοὺς πιστεύοντας αὐτῷ τῆς πονηρᾶς ταύτης καὶ ὀλεθρίου πλάνης, καὶ ἐδίδαξε τὴν ἀληθῆ θεογνωσίαν. οὐκ ἔστι γὰρ σωτηρία, εἰ μὴ ἐν αὐτῷ, καὶ οὐκ ἔστιν ἄλλος θεὸς οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ γῆς, εἰ μὴ αὐτὸς μόνος ὁ τοῦ παντὸς ποιητής, ὁ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Τῷ λόγῳ γάρ, φησί, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· καί, πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ὁ δὲ Θευδᾶς, τούτων ἀκούσας τῶν ῥημάτων, καὶ ὅτι πλήρης ὁ λόγος θεοδιδάκτου σοφίας ἐτύγχανεν, οἷα βροντῆς ἤχῳ καταπλαγείς, ἀφωνίᾳ συνείχετο. ὀψὲ δὲ καὶ μόλις εἰς αἴσθησιν ἐλθὼν τῆς ἑαυτοῦ ἀθλιότητος ʽἥψατο γὰρ τῶν ἐσκοτισμένων ὀφθαλμῶν τῆς καρδίας αὐτοῦ ὁ σωτήριος λόγος, καὶ πολὺς τῶν προτέρων αὐτοῦ εἰσῄει μετάμελοσ̓, καὶ τῆς τῶν εἰδώλων πλάνης καταγνούς, τῷ φέγγει τῆς εὐσεβείας προσέδραμε. καὶ τὸ ἀπ’ ἐκείνου οὕτω τῆς μοχθηρᾶς ἀγωγῆς ἀπέστη καὶ τοσοῦτον ἑαυτὸν τοῖς ἀτίμοις ἐξεπολέμωσε πάθεσι καὶ μαγείαις, ὅσην ἄρα πρὸ τούτου τὴν πρὸς αὐτὰ φιλίαν ἐσπείσατο. τότε μὲν γὰρ ἐν μέσῳ τοῦ συνεδρίου ἑστώς, τοῦ βασιλέως προκαθεζομένου, μεγάλῃ τῇ φωνῇ ἐβόησεν·Ἀληθῶς, ὦ βασιλεῦ, πνεῦμα Θεοῦ οἰκεῖ ἐν τῷ υἱῷ σου· ἀληθῶς ἡττήμεθα, καὶ οὐδεμίαν ἔτι ἀπολογίαν ἔχομεν, οὔτε ἀντοφθαλμῆσαι πρὸς τὰ παρ’ αὐτοῦ λεγόμενα ἰσχύομεν. μέγας οὖν τῷ ὄντι ὁ τῶν Χριστιανῶν Θεός, μεγάλη ἡ πίστις αὐτῶν, μεγάλα τὰ μυστήρια. Ἐπιστραφεὶς δὲ πρὸς τὸν υἱὸν ἔφη τοῦ βασιλέως· Λέγε μοι τοίνυν, ὦ πεφωτισμένε τὴν ψυχήν· δέχεταί με ὁ Χριστός, εἰ, ἐκ τῶν πονηρῶν μου πράξεων ἀποστάς, ἐπιστρέψω πρὸς αὐτόν; Ναί, φησὶν ὁ τῆς ἀληθείας κῆρυξ, ναί, δέχεται καὶ σὲ καὶ πάντας τοὺς εἰς αὐτὸν ἐπιστρέφοντας. δέχεται δὲ οὐχ ἁπλῶς, ἀλλ’, ὡς υἱῷ ἀπὸ μακρᾶς ἐπιδημήσαντι χώρας, προσυπαντᾷ τῷ ἐκ τῆς ὁδοῦ τῶν ἀνομιῶν ἐπιστρέφοντι· καὶ τοῦτον περιλαβὼν κατασπάζεται, καὶ τὸ τῆς ἁμαρτίας αἶσχος περιελών αὐτίκα ἱμάτιον περιτίθησι σωτηρίου, καὶ στολὴν λαμπροτάτης περιβαλὼν δόξης, μυστικὴν ταῖς ἄνω δυνάμεσιν ἐπιτελεῖ εὐφροσύνην, τὴν ἐπιστροφὴν ἑορτάζων τοῦ ἀπολωλότος προβάτου. αὐτὸς γὰρ ἔφη ὁ Κύριος χαρὰν γίνεσθαι ἐν οὐρανῷ μεγίστην ἐπὶ ἑπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. καὶ πάλιν, Οὐκ ἦλθον, φησί, καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. φησὶ δὲ καὶ διὰ τοῦ προφήτου· Ζῶ ἐγώ, λέγει Κύριος·οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ καὶ ἀσεβοῦς, ὡς τὸ ἐπιστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν· ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; ἀνομία γὰρ ἀνόμου οὐ μὴ κακώσῃ αὐτόν· ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ δικαιοσύνην, καὶ ἐν προστάγματι ζωῆς διαπορεύσηται, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ· πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν οὐ μὴ μνησθῶσιν· ὅτι κρῖμα δικαιοσύνης ἐποίησεν, ἐν αὐτῇ ζήσεται. καὶ αὖθις, Λούσασθε, δι’ ἑτέρου βοᾷ προφήτου, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν· μάθετε καλὸν ποιεῖν· καὶ δεῦτε καὶ διαλεχθῶμεν· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. τοιούτων οὖν προκειμένων ἐπαγγελιῶν παρὰ τοῦ Θεοῦ τοῖς ἐπιστρέφουσι, μὴ μέλλε, ὦ ἄνθρωπε, μηδὲ ἀναβάλλου· ἀλλὰ πρόσελθε πρὸς Χριστὸν τὸν φιλάνθρωπον Θεὸν ἡμῶν, καὶ φωτίσθητι, καὶ τὸ πρόσωπόν σον οὐ μὴ καταισχυνθῇ. ἅμα γὰρ τῷ καταδῦναί σε τῇ κολυμβήθρᾳ τοῦ θείου βαπτίσματος, ὅλον τὸ αἶσχος τοῦ παλαιοῦ ἀνθρώπου καὶ ὅλος ὁ φόρτος τῶν πολλῶν ἁμαρτημάτων ἐνθάπτεται τῷ ὕδατι καὶ εἰς τὸ μὴ ὂν χωρεῖ, νέος δὲ σὺ ἐκεῖθεν καὶ παντὸς ῥύπου καθαρὸς ἀνέρχῃ,