Πάλιν οὖν ἀθυμία κατεσχε τὸν βασιλέα· πάλιν ἀπελέγετο ὅλην αὐτοῦ τὴν ζωήν, καὶ δεινὰ στρέφων ἐν ἑαυτῷ εἰς τὸ ἴδιον ἀπῄει παλάτιον. τὰ δὲ παρὰ τοῦ Θευδᾶ ἀποσταλέντα τῆς πονηρίας πνεύματα κατὰ τοῦ θείου παιδός, ἐπανελθόντα πρὸς αὐτόν, κατῃσχυμμένα τὴν ἧτταν ἀνωμολόγει, καίτοι φιλοψευδῆ ὄντα· σύμβολα γὰρ σαφῆ τῆς ἥττης ἔφερον ἐπὶ τῆς πονηρᾶς αὐτῶν ὄψεως. ὁ δέ, Καὶ οὕτω, φησίν, ἀσθενεῖς ὑμεῖς καὶ ταλαίπωροι, ὡς ἑνὸς μειρακίου μὴ περιγενέσθαι; τότε τὰ πονηρὰ πνεύματα, θείᾳ δυνάμει τιμωρούμενα, εἰς φῶς ἄκοντα τὴν ἀλήθειαν ἦγεν, Οὐχ ὑπομένομεν, λέγοντα, οὐδὲ ἀντοφθαλμῆσαι ὅλως τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τῷ συμβόλῳ τοῦ πάθους αὐτοῦ, ὃν σταυρὸν καλοῦσιν. ἐκείνου γὰρ τυπουμένου, φθάνομεν ἀνακράτος φεύγοντές τε καὶ διωθούμενοιπάντες οἱ τοῦ ἀέρος ἄρχοντες καὶ κοσμοκράτορες τοῦ σκότους, πρὶν ἢ τελείως αὐτὸ τυπωθῆναι. ὅθεν καὶ τῷ νεανίσκῳ τούτῳ ἐπιπεσόντες δεινῶς ἐταράξαμεν· ὁ δέ, τὸν Χριστὸν ἐπικαλεσάμενος εἰς συμμαχίαν καὶ τῷ σημείῳ τοῦ σταυροῦ καθοπλίσας ἑαυτόν, ἡμᾶς τε διώσατο μετ’ ὀργῆς καὶ ἀσφάλειαν ἑαυτῷ ἔθετο. μὴ μελλήσαντες οὖν εὕρομεν ὄργανον, δι’ οὗ καὶ τῷ πρωτοπλάστῳ ὁμιλήσας ποτὲ ὁ ἄρχων ἡμῶν τοῦτον ἐχειρώσατο. καὶ δὴ παρ’ οὐδὲν ἐθέμεθα ἂν καὶ ἡμεῖς κενὴν τὴν ἐλπίδα τοῦ νέου, ἀλλ’ ἐπικληθεὶς αὖθις ὁ Χριστὸς εἰς συμμαχίαν, πυρὶ τῆς ἄνωθεν ὀργῆς ἡμᾶς καταφλέξας, φυγάδας εἰργάσατο. καὶ ἔγνωμεν μηκέτι πλησιάσαι αὐτῷ. οὕτω μὲν οὖν τὰ πονηρὰ πνεύματα σαφῶς ἐγνώρισε τῷ Θευδᾷ τὰ γεγενημένα. Ὁ δὲ βασιλεύς, πάντοθεν ἀπορούμενος, τὸν Θευδᾶν αὖθις προσκαλεῖται, καί φησι· Τὰ μὲν δεδογμένα σοι, σοφώτατε, πάντα πληρώσαντες, οὐδεμίαν τὴν ὠφέλειαν εὕρομεν· νυνὶ δέ, εἴ τίς σοι ἑτέρα ὑπολέλειπται ἐπίνοια,κἀκείνης πεῖραν ληψόμεθα· ἴσως εὕρω τινὰ τοῦ κακοῦ λύσιν. Αἰτησαμένου δὲ τοῦ Θευδᾶ εἰς ὁμιλίαν ἐλθεῖν τοῦ υἱοῦ, ἕωθεν συμπαραλαβὼν αὐτόν, ὁ βασιλεὺς εἰς ἐπίσκεψιν ἀπέρχεται τοῦ υἱοῦ. καὶ καθίσας λόγους ἐκίνησεν ὁ βασιλεύς, ὀνειδίζων αὐτὸν καὶ μεμφόμενος ἐπὶ τῇ ἀνηκοΐᾳ αὐτοῦ καὶ ἀνενδότῳ γνώμῃ. ἐκείνου δὲ τὰ αὐτὰ αὖθις βεβαιοῦντος καὶ μηδὲν προτιμᾶν τῆς Χριστοῦ ἀγάπης βοῶντος, παρελθὼν εἰς μέσον, ὁ Θευδᾶς ἔφη· Τί κατέγνως, ὦ Ἰωάσαφ, τῶν ἀθανάτων ἡμῶν θεῶν, ὅτι τῆς αὐτῶν ἀπέστης λατρείας, καί, τὸν σὸν πατέρα καὶ βασιλέα οὕτως παροργίζων, μισητὸς παντὶ γέγονας τῷ λαῷ; οὐχὶ παρ’ αὐτῶν σοι τὸ ζῆν; οὐκ αὐτοὶ παρέσχον σε τῷ πατρί, τῆς αὐτοῦ ἀκούσαντες εὐχῆς καὶ τῶν τῆς ἀτεκνίας δεσμῶν λυτρωσάμενοι; πολλὰς δὲ ματαιολογίας καὶ ἀνωφελεῖς προτάσεις ὁ ἐν κακοῖς γηράσας προβαλλόμενος, καὶ συλλογισμοὺς ῥάπτων περὶ τοῦ κηρύγματος τοῦ Εὐαγγελίου, βουλόμενος τοῦτο μὲν χλευάζειν, τὰ δὲ τῶν εἰδώλων κρατύνειν, ὀλίγον ἐπισχὼν ὁ τῆς ἄνω βασιλείας υἱός, καὶ τῆς πόλεως ἐκείνης πολίτης ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, φησὶ πρὸς τὸν Θευδᾶν. Ἄκουσον, ὦ πλάνης βυθὲ καὶ ψηλαφητοῦ σκότους ζοφωδέστερε, τὸ Βαβυλώνιον σπέρμα, τὸ τῆς Χαλανικῆς πυργοποιΐας ἔκγονον, δι’ ἧς ὁ κόσμος συνεχύθη, ματαιόφρον καὶ ἄθλιε γέρον,οὗπερ καὶ ἡ πυρὶ καὶ θείῳ κατακαυθεῖσα πεντάπολις ἐλαφροτέρα τοῖς ἁμαρτήμασι γέγονε. τί χλευάζειν ἐπιχειρεῖς τὸ τῆς σωτηρίας κήρυγμα, δι’ ἧς τὰ ἐσκοτισμένα ἐφωτίσθη, δι᾽ ἧς οἱ πεπλανημένοι τὴν ὁδὸν εὗρον, δι’ ἧς οἱ ἀπολωλότες καὶ δεινῶς αἰχμαλωτισθέντες ἀνεκλήθησαν; τί κρεῖττον, εἰπέ μοι, Θεῷ λατρεύειν παντοκράτορι σὺν Υἱῷ μονογενεῖ καὶ Πνεύματι Ἁγίῳ, Θεῷ ἀκτίστῳ καὶ ἀθανάτῳ, τῇ ἀρχῇ καὶ πηγῇ τῶν ἀγαθῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, ᾧ παρειστήκεισαν χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγελικῶν ταγμάτων καὶ οὐρανίων, καὶ πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ, δι’ οὗ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος παρήχθη, δι’ οὗ κρατεῖται τὸ πᾶν καὶ συνέχεται καὶ τῇ προνοίᾳ αὐτοῦ διοικεῖται, τούτῳ βέλτιον λατρεύειν, ἢ δαίμοσι ὀλεθρίοις καὶ ἀψύχοις εἰδώλοις, ὧν ἡ δόξα καὶ ὁ ἔπαινος μοιχεία ἐστὶ καὶ παιδοφθορία καὶ τὰ λοιπὰ τῆς ἀνομίας ἔργα, ἃ περὶ τῶν ὑμετέρων ἀναγέγραπται θεῶν ἐν τοῖς συντάγμασι τῆς δεισιδαιμονίας ὑμῶν; οὐκ αἰδεῖσθε, ταλαίπωροι, πυρὸς ἀκοιμήτου βορά, ὁμοίωμα γένους Χαλδαϊκοῦ,οὐκ αἰσχύνεσθε νεκρὰ ξόανα προσκυνοῦντες, χειρὸς ἀνθρωπίνης ἔργα; λίθον γὰρ λαξεύσαντες ἢ ξύλον τεκτονεύσαντες, θεὸν προσηγορεύσατε· εἶτα τὸν κάλλιστον ἐκ βουκολίων ταῦρον λαβόντες, ἢ ἄλλο τυχὸν τῶν εὐπρεπεστάτων ζῴων, νεκρῷ σεβάσματι θύετε ἀνόητοι. τιμιώτερόν ἐστί σου τοῦ σεβάσματος τὸ θῦμα· τὸ μὲν γὰρ ξόανον ἄνθρωπος ἐποίησε, τὸ δὲ ζῷον ὁ Θεὸς ἐδημιούργησε. καὶ πόσον σοῦ μᾶλλον τοῦ λογικοῦ συνετώτερόν ἐστι τὸ ἄλογον ζῷον; τὸ μὲν γὰρ οἶδε τὸν τρέφοντα· σὺ δὲ τὸν Θεὸν ἠγνόησας, δι’ οὗ ἐκ τοῦ μὴ ὄντος παρήχθης, δι’ οὗ ζῇς καὶ συντετήρησαι, καὶ καλεῖς θεόν, ὃν πρὸ μικροῦ ἔβλεπες σιδήρῳ τυπτόμενον καὶ πυρὶ καιόμενόν τε καὶ χωνευόμενον, καὶ σφύραις ἐλαυνόμενον, ὃν ἄργυρον καὶ χρυσὸν περιέθηκας καὶ χαμόθεν ὑψώσας ἐφ’ ὑψηλοῦ μετεώρισας· εἶτα, πεσὼν ἐπὶ τῆς γῆς, τοῦ ταπεινοῦ λίθου κεῖσαι ταπεινότερος, προσκυνῶν οὐ Θεὸν ἀλλὰ τὰ ἔργα τῶν χειρῶν σου τὰ νεκρὰ καὶ ἄψυχα.