γάρ, φησὶν ἡ Γραφή σου, γίνεται ἐν οὐρανῷ ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. εἰ οὖν χαρὰ γίνεται ἐν οὐρανῷ δι’ ἐπιστροφὴν ἁμαρτωλοῦ, τῷ προξένῳ τῆς ἐπιστροφῆς οὐ μέγας ἐποφείλεται μισθός; ναί, οὕτως ἔχει, καὶ μὴ ἀμφίβαλλε. οὐ πολλὰ δὲ καὶ οί ἀρχηγοὶ τῆς θρησκείας ὑμῶν ἀπόστολοι κατ’ οἰκονομίαν ἐποίουν, παραβαίνοντες ἔσθ’ ὅτε ἐντολήν ἕνεκα μείζονος ἐντολῆς; οὐ τὸν Παῦλον λέγεται περιτεμεῖν τὸν Τιμόθεον, ἕνεκα κρείττονος οἰκονομίας; καίτοι παράνομον Χριστιανοῖς ἡ περιτομὴ λεγόγισται· ἀλλ’ ὅμως ἐκεῖνος οὐ παρῃτήσατο τοῦτο ποιῆσαι. καὶ πολλὰ τοιαῦτα ἐν ταῖς Γραφαῖς σου εὑρήσεις. εἰ οὖν κατὰ ἀλήθειαν, καθὼς λέγεις, σῶσαί μου τὴν ψυχὴν ζητεῖς, τὴν μικράν μου ταύτην ἐπιθυμίαν πλήρωσον. καὶ ἐγὼ μὲν τελείᾳ σοι κοινωνίᾳ γάμου συναφθῆναι ζητοῦσα, ἐπεί σοι οὐ καταθύμιόν ἐστι τοῦτο, οὐκ ἔτι σε καταναγκάζω, τὰ ἀρεστά σοι πάντα ποιοῦσα· λοιπὸν καὶ αὐτὸς μὴ πάντη βδελύξῃ· ἀλλ’, ὑπακούσας μου τὸ ἅπαξ τοῦτο, σώσεις με, τῆς δεισιδαίμονος πλάνης ῥυσάμενος, τὰ δεδογμένα δέ σοι εἰς τὸ ἑξῆς ποιήσεις διὰ βίου παντός. Οὕτω λέγουσα ʽκαὶ γὰρ εἶχε τὸν εἰσηγούμενον, ᾧ καὶ τὰ ὦτα ὐπεῖχεν αὕτη κρυφίως· καὶ Γραφῶν ἔμπειρος ὁ λῃστὴς ἦν, ὁ τῆς κακίας ὄντως δημιουργὸς καὶ διδάσκαλοσ̓, τοιαῦτα τοιγαροῦν λέγουσα καὶ ὑποσαίνουσα, δίκτυά τε καὶ παγίδας ἐκ δεξιῶν τε καὶ ἐξ εὐωνύμων αὐτῷ περιπλέκουσα, τὸν πύργον αὐτοῦ τῆς ψυχῆς διασαλεύειν ἤρχετο, τὸν τόνον τε ὑποχαλᾶν αὐτοῦ τῆς προθέσεως, καὶ τὴν γνώμην μαλακωτέραν ποιεῖν.ὁ δὲ σπορεὺς τῆς κακίας καὶ τῶν δικαίων ἐχθρός, σαλευομένην αὐτοῦ τὴν καρδίαν ἰδὼν χαρᾶς ἔμπλεως γεγονὼς φωνεῖ παρευθὺ τὰ σὺν αὐτῷ παραγενόμενα τῆς πονηρίας πνεύματα, Ὁρᾶτε, κράζων, ὅπως ἡ κόρη αὕτη διανῦσαι ἐπείγεται ἃ οὐκ ἠδυνήθημεν ἡμεῖς ἀνῦσαι. δεῦτε οὖν, ἰσχυρῶς νῦν ἐπιπέσωμεν αὐτῷ· οὐχ εὑρήσομεν γὰρ ἄλλον καιρὸν οὑτωσὶ ἐπιτήδειον τὸ θέλημα πληρῶσαι τοῦ πέμψαντος ἡμᾶς. ταῦτα συλλαλήσας ὁ δολιόφρων τοῖς ἑαυτοῦ κυσίν, ἐπεμβαίνουσι τῷ Χριστοῦ στρατιώτῃ, πάσας αὐτοῦ τῆς ψυχῆς τὰς δυνάμεις ταράξαντες, καὶ δεινὸν ἔρωτα τῆς κόρης ὑποθέμενοι, πῦρ τε σφοδρότατον ἐπιθυμίας ἐκκαύσαντες ἐν αὐτῷ. Ὁρῶν δὲ ἑαυτὸν ἐκεῖνος ἰσχυρῶς φλεγόμενον καὶ πρὸς τὴν ἁμαρτίαν αἰχμαλωτιζόμενον, καὶ τοὺς λογισμοὺς αὐτοῦ τὴν σωτηρίαν τῆς κόρης καὶ πρὸς Θεὸν ἐπιστροφήν, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ προκειμένῃ πράξει περιτιθεμένους, καὶ ὀχλοῦντας αὐτῷ τῇ τοῦ ἐχθροῦ ὑποβολῇ μὴ ἁμαρτίαν εἶναι τὸ ἐπὶ σωτηρίᾳ ψυχῆς ἅπαξ γυναικὶ συγγενέσθαι, στενάξας ἐν ἀπορίᾳ ψυχῆς βύθιον τι καὶ τετηκός, ἑαυτὸν εὐθὺς πρὸς εὐχὴν συντείνει, καὶ ὀχετοὺς δακρύων ἐξ ὀφθαλμῶν δαψιλῶς προχέων ἐβόα πρὸς τὸν δυνάμενον σώζειν τοὺς ἐπ’ αὐτῷ πεποιθότας· Ἐπὶ σοί, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου, τὸν τῆς σῆς ἐχόμενον δεξιᾶς· ἀλλὰ παράστηθί μοι ἐν τῇὥρᾳ ταύτῃ, καὶ κατὰ τὸ σὸν θέλημα εὔθυνον τὰς ὁδούς μου, ἵνα δοξασθῇ τὸ ὄνομά σου τὸ ἔνδοξον καὶ φοβερὸν ἐπ’ ἐμοὶ τῷ οἰκέτῃ σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. ἀμήν. Ἐφ’ ἱκανὰς δὲ ὥρας μετὰ δακρύων εὐξάμενος καὶ πολλὰ γονυκλιτήσας, καθῆκεν ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους. καὶ ὑπνώσας μικρόν, ὁρᾷ ἑαυτὸν ὑπό τινων φοβερῶν ἁρπαγέντα, καὶ τόπους οὓς οὐδέποτε ἑωράκει διελθόντα, καὶ ἔν τινι γενόμενον μεγίστῃ πεδιάδι ὡραίοις ἄνθεσι καὶ λίαν εὐώδεσι κομώσῃ, ἔνθα φυτὰ μὲν ἑώρα παντοδαπὰ καὶ ποικίλα, καρποῖς ξένοις τισὶ καὶ θαυμασίοις βρίθοντα, ἰδεῖν τε ἡδίστοις καὶ ἅψασθαι ποθεινοῖς. τά τε φύλλα τῶν δένδρων λιγυρὸν ὑπήχει αὔρᾳ τινὶ λεπτοτάτῃ, καὶ ἀκόρεστον καὶ χαριεστάτην ἐκπέμποντα εὐωδίαν κινούμενα, θρόνοι τε ἀνέκειντο ἐκ καθαρωτάτου χρυσίου καὶ λίθων τιμίων κατεσκευασμένοι, λαμπρὰν οἵαν αἴγλην ἀφιέντες, καὶ κλῖναι ἐν ἐξάλλοις τισὶ στρωμναῖς καὶ τῷ κάλλει τὴν διήγησιν νικώσαις κατηγλαϊσμέναι. ὕδατά τε παρέρρει διαυγῆ λίαν καὶ αὐτὰς εὐφραίνοντα τὰς ὁράσεις. τὴν δὲ θαυμαστὴν ταύτην καὶ μεγάλην πεδιάδα οἱ φοβεροὶ ἐκεῖνοι διαγαγόντες αὐτὸν εἰς πόλιν εἰσήγαγον ἀρρήτῳ τινὶ λαμπρότητι ἀποστίλβουσαν, ἐκ χρυσίου μὲν διαυγοῦς τὰ τείχη, λίθων δὲ ὧν οὐδεὶς πώποτε ἑώρακε τὰς ἐπάλξεις ἔχουσαν ἀνεγηγερμένας. ὦ τίς ἂν ἐκείνης εἴποι τὸ κάλλος τῆς πόλεως καὶ τὴν φαιδρότητα;φῶς ἄνωθεν πυκνὰ ταῖς ἀκτῖσι διᾷττον πάσας αὐτῆς τὰς πλατείας ἐπλήρου· καὶ ὑπόπτεροί τινες στρατιαί, αὐτὴ ἑκάστη φῶς οὖσαι, ταύτῃ ἐπεδήμουν, μέλος ᾅδουσαι ἀκοῇ βροτείᾳ μηδέποτε ἀκουσθέν. καὶ φωνῆς ἤκουσε λεγούσης· Αὕτη ἡ ἀνάπαυσις τῶν δικαίων· αὕτη ἡ εὐφροσύνη τῶν εὐαρεστησάντων τῷ Κυρίῳ. ἐκεῖθεν οὖν ἐξαγαγόντες οἱ φρικωδέστατοι ἄνδρες ἐκεῖνοι, εἰς τοὐπίσω ἄγειν ἔλεγον. ὁ δέ, τῆς τερπνότητος ἐκείνης καὶ θυμηδίας ὅλος γενόμενος, Μὴ στερήσητέ με, ἔλεγε, μὴ στερήσητε, δυσωπῶ, τῆς ἀρρήτου χαρᾶς ταύτης· ἀλλὰ δότε κἀμοὶ ἐν μιᾷ τῆς μεγίστης ταύτης πόλεως γωνίᾳ διαιτᾶσθαι. οἱ δέ, Ἀδύνατόν ἐστι νῦν, ἔλεγον, εἶναί σε ἐνταῦθα. ἀλλὰ κόπῳ πολλῷ καὶ ἱδρῶτι ἐλεύσῃ ὧδε, εἴπερ ἑαυτὸν βιάσῃ. Ταῦτα εἶπον· καί, τὴν μεγίστην αὖθις πεδιάδα διελθόντες, εἰς τόπους ἀπήνεγκαν σκοτεινοὺς καὶ πάσης ἀηδίας πεπληρωμένους, ἰσόρροπον τῆς ὁραθείσης φαιδρότητος τὸ λυπηρὸν κεκτημένους. σκότος γὰρ ἦν ἀφεγγὲς καὶ ζοφερὸν παντελῶς· θλίψεως δὲ καὶ ταραχῆς τὸ πᾶν ἐπεπλήρωτο. ἔνθα κάμινος ἐξῆπτε πυρὸς ἀναφλεγομένη· καὶ σκωλήκων γένος ἦν κολαστικῶν ἕρπον ἐκεῖσε. δυνάμεις δὲ τιμωρητικαὶ ἐφεστῶσαι τῇ καμίνῳ,