κἂν μέχρι τοῦ νῦν ἐν ἁμαρτίαις κατεγήρασας, ἐὰν θερμῶς προσέλθῃς, τῶν αὐτῶν τοῖς ἐκ νεότητος ἀγωνισαμένοις ἀξιωθήσῃ γερῶν. Πολλὰ δὲ καὶ ἕτερα περὶ μετανοίας λαλήσας ὁ θειότατος νεανίας τῷ παλαιωθέντι ἐν κακοῖς Ναχώρ, καὶ ἵλεων γενέσθαι τὸν Χριστὸν ὑποσχόμενος καὶ ἐγγυησάμενος τὴν ἄφεσιν, καὶ πληροφορήσας αὐτὸν ὡς ἕτοιμός ἐστιν ὁ ἀγαθὸς ἀεὶ τοῦ δέχεσθαι τὴν μετάνοιαν, τὴν νενοσηκυῖαν ψυχὴν αὐτοῦ οἷά τισι φαρμάκοις καταμαλάξας, καθαρὰν ἐχαρίσατο τὴν ὑγίειαν. ἔφη γὰρ εὐθὺς ὁ Ναχὼρ πρὸς αὐτόν· Σὺ μέν, ὦ εὐγενέστατε τὴν ψυχὴν μᾶλλον ἢ τὸ σῶμα, καλῶς μεμυημένος τὰ θαυμαστὰ μυστήρια ταῦτα, μένοις ἐν τῇ καλῇ ὁμολογίᾳ μέχρι τέλους, καὶ μηδεὶς ταύτην χρόνος ἢ τρόπος τῆς σῆς ἐκτέμοι καρδίας· ἐγὼ δὲ πορεύσομαι ἐξ αὐτῆς τὴν ἐμὴν ζητῶν σωτηρίαν, καὶ διὰ μετανοίας τὸν Θεὸν ἐξιλεωσόμενος ὃν παρώργισα. οὐκ ἔτι γὰρ τὸ τοῦ βασιλέως ὄψομαι πρόσωπον, εἰ σύ μόνον θελήσειας. περιχαρὴς δὲ γενόμενος ὁ τοῦ βασιλέως υἱὸς καὶ ἀσμένως τὸν λόγον δεξάμενος, περιλαβὼν αὐτὸν κατεφίλει, καὶ ἐντενῶς πρὸς τὸν Θεὸν εὐξάμενος ἐκπέμπει τοῦ παλατίου. Ἐξελθὼν δὲ ὁ Ναχὼρ κατανενυγμένος τὴν ψυχήν ἐπὶ τὴν βαθυτάτην ἅλλεται ὡς ἔλαφος ἔρημον, καὶ μοναχοῦ τινος, ἱερωσύνης περικειμένου ἀξίαν, καταλαμβάνει σπήλαιον, ἔνθα ἐκέκρυπτο ἐκεῖνος διὰ τὸν ἐπικείμενον φόβον. τούτῳ δὲ θερμότατα προσπίπτει, πλύνει τοὺς πόδας δάκρυσι, τήν ποτε μιμούμενος πόρνην, καὶ τὸ θεῖον ἐξαιτεῖται βάπτισμα.ὁ τοίνυν ἱερεύς, θείας ὢν χάριτος πεπληρωμένος, ἥσθη τε λίαν, καὶ παραχρῆμα, ὥσπερ ἔθος, κατηχήσας αὐτόν, δι’ ἡμερῶν οὐκ ὀλίγων τελειοῖ τῷ βαπτίσματι εἰς ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Ὑἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. ἔμεινε δὲ Ναχὼρ μετ’ αὐτοῦ μετανοῶν ἀεὶ ἐφ’ οἷς ἥμαρτε, καὶ εὐλογῶν τὸν Θεὸν τὸν μὴ βουλόμενον ἀπολέσθαι τινά, ἀλλὰ πάντων τὴν ἐπιστροφὴν ἐκδεχόμενον καὶ μετανοοῦντας φιλανθρώπως δεχόμενον. Ἕωθεν δὲ μαθὼν τὰ κατὰ τὸν Ναχὼρ ὁ βασιλεύς, καὶ ἀπογνοὺς ἧς εἶχεν ἐλπίδος ἐπ’ αὐτῷ, ἰδὼν δὲ καὶ τοὺς σοφοὺς αὐτοῦ καὶ παράφρονας ῥήτορας οὕτως ἀνὰ κράτος ἡττηθέντας, ἐν ἀμηχανίᾳ ἦν. καὶ ἐκείνους μὲν ὕβρεσι δειναῖς καὶ ἀτιμίαις βαλών, οὓς δὲ καὶ βουνεύροις σφοδρῶς μαστιγώσας καὶ ἀσβόλῃ τὰς ὄψεις περιχρίσας, ἐξέβαλε τοῦ ἰδίου προσώπου· αὐτὸς δὲ καταγινώσκειν ἤρξατο τῆς τῶν ψευδωνύμων θεῶν ἀσθενείας, εἰ καὶ μὴ τελείως τῷ φωτὶ Χριστοῦ προσβλέψαι τέως ἠθέλησε. τὸ γὰρ τῆς περικειμένης αὐτῷ ἀχλύος παχὺ νέφος κατεῖχεν ἔτι τὰς ὁράσεις αὐτοῦ τῆς καρδίας. ἀλλ’ οὖν οὐκ ἔτι τοὺς νεωκόρους ἐτίμα, οὔτε μὴν ἑορτὰς ἦγε καὶ σπονδὰς ἐπετέλει τοῖς εἰδώλοις· ἀλλὰ σαλευομένην εἶχε τὴν διάνοιαν ἀμφοτέρωθεν, ἔνθεν μὲν τῆς ἀσθενείας καταγινώσκων τῶν θεῶν αὐτοῦ, ἐκεῖθεν δὲ τὴν ἀκρίβειαν δεδοικὼς τῆς εὐαγγελικῆς πολιτείας καὶ δυσαποσπάστως τῶν πονηρῶν ἔχων ἐθῶν.πάνυ γὰρ ταῖς ἡδοναῖς κατεδουλοῦτο τοῦ σώματος, καὶ ὅλος ἦν πρὸς τὰ πάθη αἰχμαλώτου δίκην ἀγόμενος, καὶ μεθύων, ὅ φησιν Ἠσαῖας, ἄνευ οἴνου, καὶ ὥσπερ ὑπὸ κημοῦ τῆς πονηρᾶς συνηθείας ἑλκόμενος. Οὕτως οὖν τοῦ βασιλέως δυσὶ παλαίοντος λογισμοῖς, ὁ εὐγενέστατος αὐτοῦ υἱός, καὶ τῷ ὄντι βασιλικωτάτην κεκτημένος ψυχήν, ἠρεμῶν ἦν ἐν τῷ παλατίῳ αὐτοῦ, τὸ τῆς φύσεως αὐτοῦ γενναῖον κόσμιόν τε καὶ βεβηκὸς διὰ τῶν ἔργων πᾶσι παριστῶν. θέατρα γὰρ καὶ ἀγῶνες ἵππων καὶ κυνηγεσίων μελέτη, καὶ πᾶσαι αἱ τῆς νεότητος κεναὶ σχολαὶ καὶ ἀπάται, τὰ τῶν ἀφρόνων ψυχῶν δελεάσματα, παρ’ οὐδὲν ἐλογίζοντο αὐτῷ· ἀλλ’ ὅλος τῶν τοῦ Χριστοῦ ἐξήρτητο ἐντολῶν, καὶ αὐτὸν ἐπόθει τρωθεὶς τὴν ψυχὴν ἔρωτι θείῳ· αὐτὸν ἐπόθει τὸν ὄντως ποθητόν, ὅς ἐστιν ὅλος γλυκασμὸς καὶ ἐπιθυμία, καὶ ἀκόρεστος ἔφεσις. Εἰς μνήμην δὲ ἐρχόμενος τοῦ διδασκάλου Βαρλαάμ, καὶ τὸν ἐκείνου ἐνοπτριζόμενος βίον, ἔρωτι τὴν ψυχὴν ἐθέλγετο, καὶ ὅπως αὐτὸν ἴδοι ἐφρόντιζεν ἐπιμελέστατα, καί, τοὺς λόγους αὐτοῦ ἐν τῇ καρδίᾳ περιφέρων ἀλήστως, οἱονεὶ ξύλον ἦν πεφυτευμένον παρὰ τοῖς ψαλμικοῖς ὕδασιν, ἀρδευόμενον ἀδιαλείπτως καὶ ὡραίους προσάγον καρποὺς τῷ Κυρίῳ. πολλὰς γὰρ ψυχὰς τῶν τοῦ διαβόλου ἐρρύσατο ἀρκύων καὶ τῷ Χριστῷπροσήγαγε σεσωσμένας· πολλοὶ γὰρ εἰς αὐτὸν φοιτῶντες λόγων ἀπήλαυον σωτηρίων, ἐξ ὧν οὐκ ὀλίγοι, τὴν πλάνην φυγόντες, τῷ σωτηρίῳ προσέδραμον λόγῳ· ἄλλοι δέ, μακρὰν τοῖς τοῦ βίου χαίρειν εἰπόντες, τὴν ἀσκητικὴν ὑπεισῆλθον παλαίστραν. αὐτὸς δὲ εὐχαῖς ἐσχόλαζε καὶ νηστείαις, καὶ συχνῶς ταύτην ἀνέπεμπε τὴν φωνήν, Ὦ Κύριε, λέγων, Κύριέ μου καὶ Βασιλεῦ, ᾧ ἐγὼ ἐπίστευσα, ἐφ’ ὃν ἐγὼ κατέφυγον καὶ τῆς πλάνης ἐρρύσθην, ἀπόδος μισθὸν ἄξιον τῷ θεράποντί σου Βαρλαάμ, ἀνθ’ ὧν μοι τῷ πλανηθέντι σὲ ὑπέδειξε, τὴν ὁδὸν τῆς ἀληθείας καὶ τῆς ζωῆς· καὶ μὴ στερήσῃς με αὖθις ἰδεῖν τὸν ἐν σώματι ἄγγελον ἐκεῖνον, οὗ οὐκ ἔστιν ὁ κόσμος ἐπάξιος, καὶ σὺν αὐτῷ τελέσαι τὸ λοιπὸν τῆς ζωῆς μου, ἵνα, κατ’ ἴχνος τῆς αὐτοῦ πολιτείας περιπατήσας, εὐαρεστήσω σοι τῷ Θεῷ καὶ Δεσπότῃ.