Ταῦτα ὡς διεξῆλθεν ὁ Ναχώρ, ὁ μὲν βασιλεὺς τῷ θυμῷ ἠλλοιοῦτο· οἱ δὲ ῥήτορες αὐτοῦ καὶ νεωκόροι ἄφωνοι ἵσταντο, μὴ δυνάμενοι ἀντιλέγειν ἀλλ’ ἢ σαθρά τινα καὶ οὐδαμινὰ λογίδια. ὁ δὲ τοῦ βασιλέως υἱὸς ἠγαλλιᾶτο τῷ πνεύματι, καὶ φαιδρῷ τῷ προσώπῳ ἐδόξαζε τὸν Κύριον, τὸν ἐξ ἀπόρου πόρον διδόντα τοῖς πεποιθόσιν ἐπ’ αὐτόν, ὃς καὶ διὰ τοῦ πολεμίου καὶ ἐχθροῦ τὴν ἀλήθειαν ἐκράτυνε· καὶ ὁ τῆς πλάνης ἔξαρχος συνήγορος τοῦ ὀρθοῦ λόγου ἐδεικνυτο. Ὁ μέντοι βασιλεύς, καίπερ δεινῶς ὀργιζόμενος τῷ Ναχώρ, οὐδὲν ὅμως ἐργάσασθαι κακὸν εἰς αὐτὸν ἠδύνατο, διὰ τὸ προλεχθὲν ἐπὶ πάντων θέσπισμα, ἀδεῶς αὐτὸν λέγειν ὑπὲρ τῶν Χριστιανῶν προτρεπόμενον· πολλὰ δὲ αὐτὸς ἀντιλέγων ὑπεμίμνησκε δι’ αἰνιγμάτων ὑπενδοῦναι τῆς ἐνστάσεως καὶ ἡττηθῆναι τῇ διαλέξει τῶν ῥητόρων. ὁ δὲ μειζόνως ὑπερίσχυε, διαλύων πάσας αὐτῶν τὰς προτάσεις καὶ συλλογισμούς, καὶ ἐλέγχων τὸ ἀπατηλὸν τῆς πλάνης. σχεδὸν δὲ μέχρις ἑσπέρας παραταθείσης τῆς διαλέξεως, ἐκέλευσεν ὁ βασιλεὺς διαλυθῆναι τὸ συνέδριον, ὡς τῇ ἐπιούσῃ βουλόμενος αὖθις περὶ τούτου διασκέψασθαι. Ὁ δὲ υἱὸς ἔφη τῷ βασιλεῖ· Ὡς ἐν ἀρχῇ δικαίαν ἐκέλευσας κρίσιν γενέσθαι, δέσποτα, δικαιοσύνην καὶ τῷ τέλει ἐπίθες, τῶν δύο τὸ ἕτερον ποιῶν· ἢ τὸν ἐμὸν διδάσκαλον ἐπίτρεψον μεῖναι μετ’ ἐμοῦ τῇ νυκτὶ ταύτῃ,ὡς ὁμοῦ διασκεψώμεθα περὶ ὧν χρὴ τὴν αὔριον λαλῆσαι τοῖς πολεμοῦσιν ἡμᾶς, τοὺς σοὺς δὲ πάλιν σὺ μεθ̓ ἑαυτοῦ λαβὼν τὰ εἰκότα μελετήσατε καθὼς βούλεσθε· ἤ, τοὺς σοὺς ἐμοὶ παραχωρήσας τῇ νυκτὶ ταύτῃ, λάβε τὸν ἐμὸν πρὸς ἑαυτόν. εἰ δὲ ἀμφότεροι ὦσι παρὰ σοί, ὁ μὲν ἐμὸς ἐν θλίψει καὶ φόβῳ, οἱ δὲ σοὶ ἐν χαρᾷ καὶ ἀνέσει, οὔ μοι δοκεῖ δικαίαν εἶναι κρίσιν, ἀλλὰ δυναστείαν τῆς ἐξουσίας καὶ παράβασιν τῶν συνθηκῶν. ἡττηθεὶς δὲ ὁ βασιλεὺς τῷ ἀστείῳ τοῦ ῥήματος, τοὺς σοφοὺς αὐτοῦ καὶ ἱερεῖς πρὸς ἑαυτὸν λαβόμενος, τὸν Ναχὼρ παραχωρεῖ τῷ υἱῷ, ἐλπίδας ἔτι κεκτημένος ἐπ’ αὐτὸν καὶ φυλάττειν τὰ ὡμολογημένα δοκῶν. Ἀπέρχεται τοίνυν ὁ τοῦ βασιλέως υἱὸς εἰς τὸ ἑαυτοῦ παλάτιον, ὥσπερ τις Ὀλυμπιονίκης τῶν ἀντιπάλων κρατήσας, ἔχων μεθ’ ἑαυτοῦ τὸν Ναχώρ. καὶ κατὰ μόνας καλέσας αὐτὸν ἔφη· Μὴ νομίσῃς λανθάνειν ἐμὲ τὰ κατὰ σέ· οἶδα γάρ σε ἀκριβῶς μὴ τὸν θειότατον εἶναι Βαρλαάμ, ἀλλὰ Ναχὼρ τὸν ἀστρολόγον. καὶ θαυμάζω πῶς ἔδοξεν ὑμῖν τοιαύτην ὑποκριθῆναι ὑπόκρισιν καὶ τοσαύτῃ ἀμβλυωπίᾳ νομίσαι περιβαλεῖν με μέσης ἡμέρας, ἵνα λύκον δέξωμαι ἀντὶ προβάτου. ἀλλὰ καλῶς ὁ λόγος ᾅδεται, ὅτι Καρδία μωροῦ μάταια νοήσει. τὸ μὲν οὖν ἐνθύμημα τοῦτο καὶ βούλευμα ὑμῶν ἕωλον ἦν καὶ πάντη ἀνόητον· τὸ δὲ ἔργον ὃ εἰργάσω πάσης ἐστὶ συνέσεως πεπληρωμένον. διὸ χαῖρε, Ναχώρ, καὶ ἀγαλλιῶ·πολλὰς γάρ σοι χάριτας ὁμολογῶ, ὅτι συνήγορος σήμερον τῆς ἀληθείας γέγονας, καὶ οὐκ ἐμίανας τὰ χείλη σοι λόγοις μιαροῖς καὶ ὑποκρίσει δολίᾳ, ἀλλὰ τῶν πολλῶν μᾶλλον ἐξεκάθαρας μολυσμάτων, τὴν πλάνην τῶν ψευδωνύμων διελέγξας θεῶν καὶ τὴν ἀλήθειαν τῶν Χριστιανικῶν δογμάτων κρατύνας. ἐγὼ δὲ ἐσπούδασα ἀγαγεῖν σε μετ’ ἐμοῦ δυοῖν ἕνεκα· ἵνα μή κατὰ μόνας ὁ βασιλεὺς λαβών σε τιμωρήσηται ἐφ’ ᾧ οὐ τὰ καταθύμια αὐτῷ ἐφθέγξω, καὶ ἵνα τὴν χάριν ταύτην, ἣν σήμερον εἰργάσω, ἀνταμείψωμαι. τίς δὲ ἡ ἀντάμειψις; τὸ ὑποδεῖξαί σοι ἐκκλῖναι τῆς πονηρᾶς ὁδοῦ καὶ ὀλισθηρᾶς ἣν ὥδευσας ἕως νῦν, πορευθῆναι δὲ τὴν εὐθεῖαν καὶ σωτήριον τρίβον, ἣν οὐκ ἀγνοῶν, ἀλλ’ ἐθελοντὶ κακουργῶν, ἐξέφυγες, βαράθροις καὶ κρημνοῖς ἀνομίας σεαυτὸν κατακρημνίσας. σύνες οὖν, ὦ Ναχώρ, συνετὸς ὤν, καὶ προθυμήθητι τὸν Χριστὸν μόνον καὶ τὴν παρ’ αὐτῷ κρυπτομένην ζωὴν κερδᾶναι, τῶν ῥεόντων τούτων καὶ φθειρομένων ὑπεριδών. οὐ γὰρ τὸν πάντα ζήσῃ αἰῶνα· ἀλλά, θνητὸς ὤν, ἀπελεύσῃ ὅσον οὔπω, καθὼς καὶ οἱ πρὸ σοῦ πάντες. Καὶ οὐαί σοι, εἰ τὸν βαρὺν φόρτον τῆς ἁμαρτίας ἐπιφερόμενος ἀπελεύσῃ ἐκεῖ ὅπου κρίσις δικαία καὶ ἀνταπόδοσις τῶν ἔργων ἐστί, καὶ μὴ ἀπορρίψῃς τοῦτον, ῥᾳδίας οὔσης τῆς ἀποθέσεως. Ὁ Ναχὼρ τοίνυν, κατανυγεὶς τὴν ψυχὴν ἐπὶ τοῖς λόγοις τούτοις, ἔφη· Καλῶς εἶπας, ὦ βασιλεῦ, καλῶς. οἶδα γὰρ κἀγὼ τὸν ἀληθινὸν καὶ ἀψευδῆ Θεόν, δι’ οὗ τὰ πάντα γέγονε, καὶ τὴν μέλλουσαν κρίσιν ἐπίσταμαι, ἀπὸ πολλῶν Γραφικῶν ῥημάτων ταύτην ἀκηκοώς· ἀλλ’ ἡ πονηρὰ συνήθεια καὶ ἡ τοῦ παλαιοῦ ἐπήρεια πτερνιστοῦτοὺς ὀφθαλμοὺς ἐτύφλωσε τῆς καρδίας μου, καὶ σκότος βαθὺ περιέχυσέ μου τῷ λογισμῷ· νυνὶ δὲ ἐπὶ τῷ ῥήματί σου, τὸ κάλυμμα τὸ ζοφῶδες ἀπορρίψας, τῷ φωτὶ προσδραμοῦμαι τοῦ προσώπου Κυρίου. ἴσως ἐλεήσει με, καὶ θύραν ἀνοίξει μετανοίας τῷ πονηρῷ δούλῳ καὶ ἀποστάτῃ, εἰ καὶ ἀδύνατον δοκεῖ μοι ἄφεσιν γενέσθαι τῶν ψάμμου βαρυτέρων μου πταισμάτων, ʽ??ʼν ἐν γνώσει καὶ ἀγνοίᾳ ἥμαρτον νηπιόθεν καὶ μέχρι ταύτης μου τῆς ἡλικίας καὶ πολιᾶς. Ταῦτα ὡς ἤκουσεν ὁ τοῦ βασιλέως υἱός, εὐθὺς διανίσταται καὶ θερμότερος τὴν ψυχὴν γίνεται. καὶ τὸν λογισμὸν τοῦ Ναχὼρ πρὸς ἀπόγνωσιν συγκύπτοντα ἀναλαμβάνειν ἄρχεται, καὶ στερρότερον περὶ τὴν Χριστοῦ πίστιν διατιθέναι, Μηδείς, ὦ Ναχώρ, λέγων, μηδεὶς ἔστω σοι περὶ τούτου δισταγμός. γέγραπται γὰρ δυνατὸν εἶναι τῷ Θεῷ καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ· ὅπερ τί ἄλλο ἢ τοῦτό ἐστιν, ὡς ὁ πατὴρ ἔφη Βαρλαάμ, τὸ ἐξ ἀνελπίστων καὶ πάσαις κατακρανθέντων ἀνομίαις δύνασθαι σωθῆναι, καὶ δούλους γενέσθαι Χριστοῦ, ὃς δι᾽ ἄκραν φιλανθρωπίας ὑπερβολὴν πᾶσι τοῖς ἐπιστρέφουσι τὰς οὐρανίους διήνοιξε πύλας, οὐδενὶ τῶν πάντων τὴν τῆς σωτηρίας ἀποκλείσας ὁδόν, ἀλλὰ συμπαθῶς τοὺς μετανοοῦντας δεχόμενος; διὰ ταῦτα γὰρ καὶ τοῖς περὶ πρώτην καὶ τρίτην, ἕκτην τε καὶ ἐννάτην καὶ ἐνδεκάτην ὥραν προσελθοῦσι τῷ ἀμπελῶνι κατ’ ἴσον ἀφορίζεται ὁ μισθός, ὡς τὸ ἅγιόν φησιν Εὐαγγέλιον· ὥστε,