ἀποδέδεικται τοίνυν, ὦ βασιλεῦ, ταῦτα πάντα τὰ πολύθεα σεβάσματα πλάνης ἔργα καὶ ἀπωλείας ὑπάρχειν. οὐ χρὴ οὖν θεοὺς ὀνομάζειν ὁρατοὺς καὶ μὴ ὁρῶντας· ἀλλὰ τὸν ἀόρατον καὶ πάντας δημιουργήσαντα δεῖ σέβεσθαι Θεόν. Ἔλθωμεν οὖν, ὦ βασιλεῦ, καὶ ἐπὶ τοὺς Ἰουδαίους, ὅπως ἴδωμεν τί φρονοῦσι καὶ αὐτοὶ περὶ Θεοῦ. οὗτοι γάρ, τοῦ Ἀβραὰμ ὄντες ἀπόγονοι καὶ Ἰσαάκ τε καὶ Ἰακώβ, παρῴκησαν εἰς Αἴγυπτον. ἐκεῖθεν δὲ ἐξήγαγεν αὐτοὺς ὁ Θεὸς ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ διὰ Μωσέως τοῦ νομοθέτου αὐτῶν καὶ τέρασι πολλοῖς καὶ σημείοις ἐγνώρισεν αὐτοῖς τὴν ἑαυτοῦ δύναμιν. ἀλλ’, ἀγνώμονες καὶ αὐτοὶ φανέντες καὶ ἄχρηστοι, πολλάκις ἐλάτρευσαν τοῖς τῶν ἐθνῶν σεβάσμασι, καὶ τοὺς ἀπεσταλμένους πρὸς αὐτοὺς προφήτας καὶ δικαίους ἀπέκτειναν. εἶτα ὡς εὐδόκησεν ὁ Υἱὸς τοῦ Θεοῦ ἐλθεῖν ἐπὶ τῆς γῆς, ἐμπαροινήσαντες εἰς αὐτόν, προέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι τῶν Ῥωμαίων καὶ σταυρῷ κατεδίκασαν, μὴ αἰδεσθέντες τὰς εὐεργεσίας αὐτοῦ, καὶ τὰ ἀναρίθμητα θαύματα ἅπερ ἐν αὐτοῖς εἰργάσατο. διὸ ἀπώλοντο τῇ ἰδίᾳ παρανομίᾳ. σέβονται γὰρ καὶ νῦν Θεὸν τὸν μόνον παντοκράτορα, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν· τὸν γὰρ Χριστὸν ἀρνοῦνται τὸν Υἱὸν τοῦ Θεοῦ, καί εἰσι παρόμοιοι τοῖς ἔθνεσι, κἂν ἐγγίζειν πως τῇ ἀληθείᾳ δοκῶσιν, ἧς ἑαυτοὺς ἐμάκρυναν. ταῦτα περὶ τῶν Ἰουδαίων. Οἱ δὲ Χριστιανοὶ γενεαλογοῦνται ἀπὸ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. οὗτος δὲ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ὑψίστου ὁμολογεῖται, ἐν ΠνεύματιἉγίῳ ἀπ’ οὐρανοῦ καταβὰς διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων, καὶ ἐκ Παρθένου ἁγίας γεννηθεὶς ἀσπόρως τε καὶ ἀφθόρως σάρκα ἀνέλαβε, καὶ ἀνεφάνη ἀνθρώποις, ὅπως ἐκ τῆς πολυθέου πλάνης αὐτοὺς ἀνακαλέσηται. καί, τελέσας τὴν θαυμαστὴν αὐτοῦ οἰκονομίαν, διὰ σταυροῦ θανάτου ἐγεύσατο ἑκουσίᾳ βουλῇ κατ’ οἰκονομίαν μεγάλην· μετὰ δὲ τρεῖς ἡμέρας ἀνεβίω, καὶ εἰς οὐρανοὺς ἀνῆλθεν. οὗ τὸ κλέος τῆς παρουσίας ἐκ τῆς παρ’ αὐτοῖς καλουμένης εὐαγγελικῆς ἁγίας Γραφῆς ἔξεστί σοι γνῶναι, βασιλεῦ, ἐὰν ἐντύχῃς. οὗτος δώδεκα ἔσχε μαθητάς, οἵ, μετὰ τὴν ἐν οὐρανοῖς ἄνοδον αὐτοῦ, ἐξῆλθον εἰς τὰς ἐπαρχίας τῆς οἰκουμένης, καὶ ἐδίδαξαν τὴν ἐκείνου μεγαλωσύνην· καθάπερ εἷς ἐξ αὐτῶν τὰς καθ’ ἡμᾶς περιῆλθε χώρας, τὸ δόγμα κηρύττων τῆς ἀληθείας. ὅθεν οἱ εἰσέτι διακονοῦντες τῇ δικαιοσύνῃ τοῦ κηρύγματος αὐτῶν καλοῦνται Χριστιανοί. καὶ οὗτοί εἰσιν οἱ ὑπὲρ πάντα τὰ ἔθνη τῆς γῆς εὑρόντες τὴν ἀλήθειαν· γινώσκουσι γὰρ τὸν Θεόν, κτίστην καὶ δημιουργὸν τῶν ἁπάντων ἐν Υἱῷ μονογενεῖ καὶ Πνεύματι Ἁγίῳ, καὶ ἄλλον θεὸν πλὴν τούτου οὐ σέβονται. ἔχουσι τὰς ἐντολὰς αὐτοῦ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐν ταῖς καρδίαις κεχαραγμένας, καὶ ταύτας φυλάττουσι, προσδοκῶντες ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. οὐ μοιχεύουσιν, οὐ πορνεύουσιν, οὐ ψευδομαρτυροῦσιν, οὐκ ἐπιθυμοῦσι τὰ ἀλλότρια, τιμῶσι πατέρα καὶ μητέρα, καὶ τοὺς πλησίον φιλοῦσι, δίκαια κρίνουσιν, ὅσα οὐ θέλουσιν αὐτοῖς γίνεσθαι ἑτέρῳ οὐ ποιοῦσι, τοὺς ἀδικοῦντας αὐτοὺς παρακαλοῦσι καὶ προσφιλεῖς αὐτοὺς ἑαυτοῖς ποιοῦσι, τοὺς ἐχθροὺς εὐεργετεῖν σπουδάζουσι, πραεῖς εἰσι καὶ ἐπιεικεῖς, ἀπὸ πάσης συνουσίας ἀνόμου καὶ ἀπὸ πάσης ἀκαθαρσίας ἐγκρατεύονται,χήραν οὐχ ὑπερορῶσιν, ὀρφανὸν οὐ λυποῦσιν· ὁ ἔχων τῷ μὴ ἔχοντι ἀφθόνως ἐπιχορηγεῖ· ξένον ἐὰν ἴδωσιν, ὑπὸ στέγην εἰσάγουσι, καὶ χαίρουσιν ἐπ’ αὐτῷ ὡς ἐπὶ ἀδελφῷ ἀληθινῷ· οὐ γὰρ κατὰ σάρκα ἀδελφοὺς ἑαυτοὺς καλοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. ἕτοιμοί εἰσιν ὑπὲρ Χριστοῦ τὰς ψυχὰς αὐτῶν προέσθαι· τὰ γὰρ προστάγματα αὐτοῦ ἀσφαλῶς φυλάττουσιν, ὁσίως καὶ δικαίως ζῶντες, καθὼς Κύριος ὁ Θεὸς αὐτοῖς προσέταξεν, εὐχαριστοῦντες αὐτῷ κατὰ πᾶσαν ὥραν ἐν παντὶ βρώματι καὶ ποτῷ καὶ τοῖς λοιποῖς ἀγαθοῖς. ὄντως οὖν αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ἀληθείας, ἥτις τοὺς ὁδεύοντας αὐτὴν εἰς τὴν αἰώνιον χειραγωγεῖ βασιλείαν, τὴν ἐπηγγελμένην παρὰ Χριστοῦ ἐν τῇ μελλούσῃ ζωῇ. Καὶ ἵνα γνῷς, βασιλεῦ, ὅτι οὐκ ἀπ’ ἐμαυτοῦ ταῦτα λέγω, ταῖς Γραφαῖς ἐγκύψας τῶν Χριστιανῶν, εὑρήσεις οὐδὲν ἔξω τῆς ἀληθείας με λέγειν. καλῶς οὖν συνῆκεν ὁ υἱός σου, καὶ δικαίως ἐδιδάχθη λατρεύειν ζῶντι Θεῷ καὶ σωθῆναι εἰς τὸν μέλλοντα ἐπέρχεσθαι αἰῶνα. μεγάλα γὰρ καὶ θαυμαστὰ τὰ ὑπὸ τῶν Χριστιανῶν λεγόμενα καὶ πραττόμενα· οὐ γὰρ ἀνθρώπων ῥήματα λαλοῦσιν, ἀλλὰ τὰ τοῦ Θεοῦ. τὰ δὲ λοιπὰ ἔθνη πλανῶνται καὶ πλανῶσιν ἑαυτούς· ὁδεύοντες γὰρ ἐν σκότει προσρήσσονται ἑαυτοῖς ὡς μεθύοντες. ἕως ὧδε ὁ πρὸς σέ μου λόγες, βασιλεῦ, ὁ ὑπὸ τῆς ἀληθείας ἐν τῷ νοΐ μου ὑπαγορευθείς. διὸ παυσάσθωσαν οἱ ἀνόητοί σου σοφοὶ ματαιολογοῦντες κατὰ τοῦ Κυρίου· συμφέρει γὰρ ὑμῖν Θεὸν κτίστην σέβεσθαι καὶτὰ ἄφθαρτα αὐτοῦ ἐνωτίζεσθαι ῥήματα, ἵνα, κρίσιν ἐκφυγόντες καὶ τιμωρίαν, ζωῆς ἀνωλέθρου δειχθείητε κληρονόμοι.