ὅπως θηρεύσει ἔλαφον ἢ κάπρον. πῶς οὖν ἔσται θεὸς ἡ τοιαύτη γυνὴ καὶ κυνηγὸς καὶ ῥεμβομένη μετὰ τῶν κυνῶν; Ἀφροδίτην δὲ λέγουσι καὶ αὐτὴν θεὰν εἶναι μοιχαλίδα. ποτὲ γὰρ ἔσχε μοιχὸν τὸν Ἄρην, ποτὲ δὲ Ἀγχίσην, ποτὲ δὲ Ἄδωνιν, οὗτινος καὶ τὸν θάνατον κλαίει, ζητοῦσα τὸν ἐραστὴν αὐτῆς· ἣν λέγουσιν καὶ εἰς ᾍδου καταβαίνειν, ὅπως ἐξαγοράσῃ τὸν Ἄδωνιν ἀπὸ τῆς Περσεφόνης. εἶδες, ὧ βασιλεῦ, μείζονα ταύτης ἀφροσύνην; θεὰν παρεισάγειν τὴν μοιχεύουσαν καὶ θρηνοῦσαν καὶ κλαίουσαν; Ἄδωνιν δὲ παρεισάγουσι θεὸν εἶναι κυνηγόν, καὶ τοῦτον βιαίως ἀποθανεῖν πληγέντα ὑπὸ τοῦ ὑός, καὶ μὴ δυνηθέντα βοηθῆσαι τῇ ταλαιπωρίᾳ ἑαυτοῦ. Πῶς οὖν τῶν ἀνθρώπων φροντίδα ποιήσεται ὁ μοιχὸς καὶ κυνηγὸς καὶ βιοθάνατος; Ταῦτα πάντα καὶ πολλὰ τοιαῦτα καὶ πολλῷ πλεῖον αἰσχρότερα καὶ πονηρὰ παρεισήγαγον οἱ Ἕλληνες, βασιλεῦ, περὶ τῶν θεῶν αὐτῶν, ἃ οὔτε λέγειν θέμις, οὔτ’ ἐπὶ μνήμης ὅλως φέρειν· ὅθεν λαμβάνοντες οἱ ἄνθρωποι ἀφορμὴν ἀπὸ τῶν θεῶν αὐτῶν ἔπραττον πᾶσαν ἀνομίαν καὶ ἀσέλγειαν καὶ ἀσέβειαν, καταμιαίνοντες γῆν τε καὶ ἀέρα ταῖς δειναῖς αὐτῶν πράξεσιν.Αἰγύπτιοι δέ, ἀβελτερώτεροι καὶ ἀφρονέστεροι τούτων ὄντες, χεῖρον πάντων τῶν ἐθνῶν ἐπλανήθησαν. οὐ γὰρ ἠρκέσθησαν τοῖς τῶν Χαλδαίων καὶ Ἑλλήνων σεβάσμασιν, ἀλλ’ ἔτι καὶ ἄλογα ζῷα παρεισήγαγον θεοὺς εἶναι χερσαῖά τε καὶ ἔνυδρα, καὶ τὰ φυτὰ καὶ βλαστά, καὶ ἐμιάνθησαν ἐν πάσῃ μανίᾳ καὶ ἀσελγείᾳ χεῖρον πάντων τῶν ἐθνῶν ἐπὶ τῆς γῆς. ἀρχῆθεν γὰρ ἐσέβοντο τὴν Ἴσιν, ἔχουσαν ἀδελφὸν καὶ ἄνδρα τὸν Ὄσιριν, τὸν σφαγέντα ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Τύφωνος. καὶ διὰ τοῦτο φεύγει ἡ Ἴσις μετὰ Ὥρου τοῦ υἱοῦ αὐτῆς εἰς Βύβλον τῆς Συρίας, ζητοῦσα τὸν Ὄσιριν, πικρῶς θρηνοῦσα, ἕως ηὔξησεν ὁ Ὧρος καὶ ἀπέκτεινε τὸν Τύφωνα. οὔτε οὖν ἡ Ἴσις ἴσχυσε βοηθῆσαι τῷ ἰδίῳ ἀδελφῷ καὶ ἀνδρί· οὔτε ὁ Ὄσιρις σφαζόμενος ὑπὸ τοῦ Τύφωνος ἠδυνήθη ἀντιλαβέσθαι ἑαυτοῦ· οὔτε Τύφων ὁ ἀδελφοκτόνος, ἀπολλύμενος ὑπὸ τοῦ Ὥρου καὶ τῆς Ἴσιδος, εὐπόρησε ῥύσασθαι ἑαυτὸν τοῦ θανάτου. καὶ ἐπὶ τοιούτοις ἀτυχήμασι γνωρισθέντες αὐτοὶ θεοὶ ὑπὸ τῶν ἀσυνέτων Αἰγυπτίων ἐνομίσθησαν.Οἵτινες, μηδ’ ἐν τούτοις ἀρκεσθέντες ἢ τοῖς λοιποῖς σεβάσμασι τῶν ἐθνῶν, καὶ τὰ ἄλογα ζῷα παρεισήγαγον θεοὺς εἶναι. τινὲς γὰρ αὐτῶν ἐσεβάσθησαν πρόβατον, τινὲς δὲ τράγον, ἕτεροι δὲ μόσχον καὶ τὸν χοῖρον, ἄλλοι δὲ τὸν κόρακα καὶ τὸν ἱέρακα καὶ τὸν γῦπα καὶ τὸν ἀετόν, καὶ ἄλλοι τὸν κροκόδειλον, τινὲς δὲ τὸν αἴλουρον καὶ τὸν κύνα, καὶ τὸν λύκον καὶ τὸν πίθηκον, καὶ τὸν δράκοντα καὶ τὴν ἀσπίδα, καὶ ἄλλοι τὸ κρόμυον καὶ τὸ σκόροδον καὶ ἀκάνθας, καὶ τὰ λοιπὰ κτίσματα. καὶ οὐκ αἰσθάνονται οἱ ταλαίπωροι περὶπάντων τούτων ὅτι οὐδὲν ἰσχύουσιν. ὁρῶντες γὰρ τοὺς θεοὺς αὐτῶν βιβρωσκομένους ὑπὸ ἑτέρων ἀνθρώπων καὶ καιομένους καὶ σφαττομένους καὶ σηπομένους, οὐ συνῆκαν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί. Πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἵ τε Αἰγύπτιοι καὶ οἱ Χαλδαῖοι καὶ οἱ Ἕλληνες τοιούτους παρεισάγοντες θεούς, καὶ ἀγάλματα αὐτῶν ποιοῦντες, καὶ θεοποιούμενοι τὰ κωφὰ καὶ ἀναίσθητα εἴδωλα. καὶ θαυμάζω πῶς ὁρῶντες τοὺς θεοὺς αὐτῶν ὑπὸ τῶν δημιουργῶν πριζομένους καὶ πελεκωμένους, παλαιουμένους τε ὑπὸ τοῦ χρόνου καὶ ἀναλυομένους, καὶ χωνευομένους, οὐκ ἐφρόνησαν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί. ὅτε γὰρ περὶ τῆς ἰδίας σωτηρίας οὐδὲν ἰσχύουσι, πῶς τῶν ἀνθρώπων πρόνοιαν ποιήσονται; ἀλλ’ οἱ ποιηταὶ αὐτῶν καὶ φιλόσοφοι, τῶν τε Χαλδαίων καὶ Ἑλλήνων καὶ Αἰγυπτίων, θελήσαντες τοῖς ποιήμασιν αὐτῶν καὶ συγγραφαῖς σεμνῦναι τοὺς παρ’ αὐτοῖς θεούς, μειζόνως τὴν αἰσχύνην αὐτῶν ἐξεκάλυψαν καὶ γυμνὴν πᾶσι προὔθηκαν. εἰ γὰρ τὸ σῶμα τοῦ ἀνθρώπου πολυμερὲς ὂν οὐκ ἀποβάλλεταί τι τῶνἰδίων μελῶν, ἀλλὰ πρὸς πάντα τὰ μέλη ἀδιάρρηκτον ἕνωσιν ἔχον ἑαυτῷ ἐστι σύμφωνον, πῶς ἐν φύσει θεοῦ μάχη καὶ διαφωνία ἔσται τοσαύτη; εἰ γὰρ μία φύσις τῶν θεῶν ὑπῆρχεν, οὐκ ὤφειλεν θεὸς θεὸν διώκειν, οὔτε σφάζειν, οὔτε κακοποιεῖν· εἰ δὲ οἱ θεοὶ ὑπὸ θεῶν ἐδιώχθησαν καὶ ἐσφάγησαν, καὶ ἡρπάγησαν καὶ ἐκεραυνώθησαν, οὐκ ἔτι μία φύσις ἐστὶν ἀλλὰ γνῶμαι διῃρημέναι, πᾶσαι κακοποιοί, ὥστε οὐδεὶς ἐξ αὐτῶν ἐστι θεός. φανερὸν οὖν ἐστιν, ὦ βασιλεῦ, πλάνην εἶναι πᾶσαν τὴν περὶ τῶν θεῶν φυσιολογίαν. Πῶς δὲ οὐ συνῆκαν οἱ σοφοὶ καὶ λόγιοι τῶν Ἑλλήνων ὅτι καὶ οἱ νόμους θέμενοι κρίνονται ὑπὸ τῶν ἰδίων νόμων; εἰ γὰρ οἱ νόμοι δίκαιοι εἰσιν, ἄδικοι πάντως οἱ θεοὶ αὐτῶν εἰσι, παράνομα ποιήσαντες, ἀλληλοκτονίας καὶ φαρμακίας, καὶ μοιχείας καὶ κλοπὰς καὶ ἀρσενοκοισίας. εἰ δὲ καλῶς ἔπραξαν ταῦτα, οἱ νόμοι ἄρα ἄδικοί εἰσι, κατὰ τῶν θεῶν συντεθέντες. νυνὶ δὲ οἱ νόμοι καλοί εἰσι καὶ δίκαιοι, τὰ καλὰ ἐπαινοῦντες καὶ τὰ κακὰ ἀπαγορεύοντες· τὰ δὲ ἔργα τῶν θεῶν αὐτῶν παράνομα· παράνομοι ἄρα οἱ θεοὶ αὐτῶν, καὶ ἔνοχοι πάντες θανάτου καὶ ἀσεβεῖς οἱ τοιούτους θεοὺς παρεισάγοντες. εἰ μὲν γὰρ μυθικαὶ αἱ περὶ αὐτῶν ἱστορίαι, οὐδέν εἰσιν, εἰ μὴ μόνον λόγοι· εἰ δὲ φυσικαί, οὐκ ἔτι θεοί εἰσιν οἱ ταῦτα ποιήσαντες καὶ παθόντες· εἰ δὲ ἀλληγορικαί, μῦθοί εἰσι καὶ οὐκ ἄλλο τι.