δύνοντα καὶ ἀνατέλλοντα, τοῦ θερμαίνειν τὰ φυτὰ καὶ βλαστὰ εἰς χρῆσιν τῶν ἀνθρώπων, ἔτι δὲ καὶ μερισμοὺς ἔχοντα μετὰ τῶν λοιπῶν ἀστέρων, καὶ ἐλάττονα ὄντα τοῦ οὐρανοῦ πολὺ, καὶ ἐκλείποντα τοῦ φωτός, καὶ μηδεμίαν αὐτοκράτειαν ἔχοντα. διὸ οὐ νενόμισται τὸν ἥλιον εἶναι θεὸν ἀλλ’ ἔργον Θεοῦ. Οἱ δὲ νομίζοντες τὴν σελήνην εἶναι θεὰν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὴν κινουμένην κατὰ ἀνάγκην καὶ τρεπομένην, καὶ μεταβαίνουσαν ἀπὸ σημείου εἰς σημεῖον, δύνουσάν τε καὶ ἀνατέλλουσαν εἰς χρείαν τῶν ἀνθρώπων, καὶ ἐλάττονα οὖσαν τοῦ ἡλίου, αὐξομένην τε καὶ μειουμένην, καὶ ἐκλείψεις ἔχουσαν. διὸ οὐ νενόμισται τὴν σελήνην εἶναι θεὰν ἀλλ’ ἔργον Θεοῦ. Οἱ δὲ νομίζοντες τὸν ἄνθρωπον εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν κινούμενον κατὰ ἀνάγκην, καὶ τρεφόμενον καὶ γηράσκοντα, καὶ μὴ θέλοντος αὐτοῦ. καί ποτε μὲν χαίρει, ποτὲ δὲ λυπεῖται, δεόμενος βρωμάτων καὶ ποτοῦ καὶ ἐσθῆτος. εἶναι δὲ αὐτὸν ὀργίλον καὶ ζηλωτὴν καὶ ἐπιθυμητήν, καὶ μεταμελόμενον, καὶ πολλὰ ἐλαττώματα ἔχοντα. φθείρεται δὲ κατὰ πολλοὺς τρόπους, ὑπὸ στοιχείων καὶ ζῴων, καὶ τοῦ ἐπικειμένου αὐτῷ θανάτου. οὐκ ἐνδέχεται οὖν εἶναι τὸν ἄνθρωπον θεὸν ἀλλ’ ἔργον Θεοῦ. πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἱ Χαλδαῖοι, ὀπίσω τῶν ἐπιθυμημάτων αὐτῶν. σέβονται γὰρ τὰ φθαρτὰ στοιχεῖα καὶ τὰ νεκρὰ ἀγάλματα, καὶ οὐκ αἰσθάνονται ταῦτα θεοποιούμενοι.Ἔλθωμεν οὖν ἐπὶ τοὺς Ἕλληνας, ἵνα ἴδωμεν εἴ τι φρονοῦσι περὶ Θεοῦ. οἱ οὖν Ἕλληνες σοφοὶ λέγοντες εἶναι ἐμωράνθησαν χεῖρον τῶν Χαλδαίων, παρεισάγοντες πολλοὺς θεοὺς γεγενῆσθαι, τοὺς μὲν ἄρρενας, τοὺς δὲ θηλείας, παντοίων παθῶν καὶ παντοδαπῶν δημιουργοὺς ἀνομημάτων. ὅθεν γελοῖα καὶ μωρὰ καὶ ἀσεβῆ παρεισήγαγον οἱ Ἕλληνες, βασιλεῦ, ῥήματα, τοὺς μὴ ὄντας προσαγορεύοντες θεούς, κατὰ τὰς ἐπιθυμίας αὐτῶν τὰς πονηράς, ἵνα, τούτους συνηγόρους ἔχοντες τῆς κακίας, μοιχεύωσιν, ἁρπάζωσι, φονεύωσι, καὶ τὰ πάνδεινα ποιῶσιν. εἰ γὰρ οἱ θεοὶ αὐτῶν τοιαῦτα ἐποίησαν, πῶς καὶ αὐτοὶ οὐ τοιαῦτα πράξουσιν; ἐκ τούτων οὖν τῶν ἐπιτηδευμάτων τῆς πλάνης συνέβη τοὺς ἀνθρώπους πολέμους ἔχειν συχνούς, καὶ σφαγὰς καὶ αἰχμαλωσίας πικράς. ἀλλὰ καὶ καθ’ ἕκαστον τῶν θεῶν αὐτῶν εἰ θελήσομεν ἐλθεῖν τῷ λόγῳ, πολλὴν ὄψει τὴν ἀτοπίαν. Ὁ πρῶτος παρεισάγεται αὐτοῖς πρὸ πάντων θεὸς ὁ λεγόμενος Κρόνος, καὶ τούτῳ θύουσι τὰ ἴδια τέκνα, ὃς ἔσχε παῖδας πολλοὺς ἐκ τῆς Ῥέας, καὶ μανεὶς ἤσθιε τὰ ἴδια τέκνα. φασὶ δὲ τὸν Δία κόψαι αὐτοῦ τὰ ἀναγκαῖα καὶ βαλεῖν εἰς τὴν θάλασσαν, ὅθεν Ἀφροδίτην μυθεύεται γεννᾶσθαι.δήσας οὖν τὸν ἴδιον πατέρα ὁ Ζεὺς ἔβαλεν εἰς τὸν Τάρταρον. ὁρᾷς τὴν πλάνην καὶ ἀσέλγειαν ἣν παρεισάγουσι κατὰ τοῦ θεοῦ αὐτῶν; ἐνδέχεται οὖν θεὸν εἶναι δέσμιον καὶ ἀπόκοπον; ὦ τῆς ἀνοίας· τίς τῶν νοῦν ἐχόντων ταῦτα φήσειεν; Δεύτερος παρεισάγεται ὁ Ζεύς, ὅν φασι βασιλεῦσαι τῶν θεῶν αὐτῶν, καὶ μεταμορφοῦσθαι εἰς ζῷα, ὅπως μοιχεύσῃ θνητὰς γυναῖκας. παρεισάγουσι γὰρ τοῦτον μεταμορφούμενον εἰς ταῦρον πρὸς Εὐρώπην, καὶ εἰς χρυσὸν πρὸς Δανάην, καὶ εἰς κύκνον πρὸς Λήδαν, καὶ εἰς σάτυρον πρὸς Ἀντιόπην, καὶ εἰς κεραυνὸν πρὸς Σεμέλην· εἶτα γενέσθαι ἐκ τούτων τέκνα πολλά, Διόνυσον, καὶ Ζῆθον καὶ Ἀμφίονα, καὶ Ἡρακλῆν, καὶ Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ Περσέα, Κάστορά τε καὶ Ἑλένην καὶ Πολυδεύκην, καὶ Μίνωα, καὶ Ῥαδάμανθον,καὶ Σαρπηδόνα, καὶ τὰς ἐννέα θυγατέρας ἃς προσηγόρευσαν Μούσας. Εἶθ’ οὕτως παρεισάγουσι τὰ κατὰ τὸν Γανυμήδην. συνέβη οὖν, βασιλεῦ, τοῖς ἀνθρώποις μιμεῖσθαι ταῦτα πάντα, καὶ γίνεσθαι μοιχοὺς καὶ ἀρρενομανεῖς, καὶ ἄλλων δεινῶν ἔργων ἐργάτας, κατὰ μίμησιν τοῦ θεοῦ αὐτῶν. πῶς οὖν ἐνδέχεται θεὸν εἶναι μοιχὸν ἢ ἀνδροβάτην ἢ πατροκτόνον; Σὺν τούτῳ δὲ καὶ Ἥφαιστόν τινα παρεισάγουσι θεὸν εἶναι, καὶ τοῦτον χωλόν, καὶ κρατοῦντα σφῦραν καὶ πυρόλαβον, καὶ χαλκεύοντα χάριν τροφῆς. ἄρα ἐπιδεής ἐστιν· ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι χωλὸν καὶ προσδεόμενον ἀνθρώπων. Εἶτα τὸν Ἑρμῆν παρεισάγουσι θεὸν εἶναι ἐπιθυμητὴν καὶ κλέπτην καὶ πλεονέκτην καὶ μάγον, καὶ κυλλὸν καὶ λόγων ἑρμηνευτήν. ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι τοιοῦτον. Τὸν δὲ Ἀσκληπιὸν παρεισάγουσι θεὸν εἶναι, ἰατρὸν ὄντα καὶ κατασκευάζοντα φάρμακα καὶ σύνθεσιν ἐμπλάστρων, χάριν τροφῆς ʽἐπενδεὴς γὰρ ἦν̓, ὕστερον δὲ κεραυνοῦσθαι αὐτὸν ὑπὸ τοῦ Διὸς διὰ Τυνδάρεων Λακεδαίμονος υἱόν, καὶ ἀποθανεῖν. εἰ δὲ Ἀσκληπιὸς θεὸς ὢν καὶ κεραυνωθεὶς οὐκ ἠδυνήθη ἑαυτῷ βοηθῆσαι, πῶς ἄλλοις βοηθήσει; Ἄρης δὲ παρεισάγεται θεὸς εἶναι πολεμιστὴς καὶ ζηλωτής,καὶ ἐπιθυμητὴς θρεμμάτων καὶ ἑτέρων τινῶν· ὕστερον δὲ αὐτὸν μοιχεύοντα τὴν Ἀφροδίτην δεθῆναι αὐτὸν ὑπὸ τοῦ νηπίου Ἔρωτος καὶ ὑπὸ Ἡφαίστου. πῶς οὖν θεός ἐστιν ὁ ἐπιθυμητὴς καὶ πολεμιστὴς καὶ δέσμιος καὶ μοιχός; Τὸν δὲ Διόνυσον παρεισάγουσι θεὸν εἶναι, νυκτερινὰς ἄγοντα ἑορτὰς καὶ διδάσκαλον μέθης, καὶ ἀποσπῶντα τὰς τῶν πλησίον γυναῖκας, καὶ μαινόμενον καὶ φεύγοντα· ὕστερον δὲ αὐτὸν σφαγῆναι ὑπὸ τῶν Τιτάνων. εἰ οὖν Διόνυσος σφαγεὶς οὐκ ἠδυνήθη ἑαυτῷ βοηθῆσαι, ἀλλὰ καὶ μαινόμενος ἦν καὶ μέθυσος καὶ δραπέτης, πῶς ἂν εἴη θεός; Τὸν δὲ Ἡρακλῆν παρεισάγουσι μεθυσθῆναι καὶ μανῆναι, καὶ τὰ ἴδια τέκνα σφάξαι, εἶτα πυρὶ ἀναλωθῆναι καὶ οὕτως ἀποθανεῖν. πῶς δ’ ἂν εἴη θεός, μέθυσος καὶ τεκνοκτόνος, καὶ κατακαιόμενος; ἢ πῶς ἄλλοις βοηθήσει, ἑαυτῷ βοηθῆσαι μὴ δυνηθείς; Τὸν δὲ Ἀπόλλωνα παρεισάγουσι θεὸν εἶναι ζηλωτήν, ἔτι δὲ καὶ τόξον καὶ φαρέτραν κρατοῦντα, ποτὲ δὲ καὶ κιθάραν καὶ ἐπαυθίδα, καὶ μαντευόμενον τοῖς ἀνθρώποις χάριν μισθοῦ. ἄρα ἐπενδεής ἐστιν· ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι ἐνδεῆ καὶ ζηλωτὴν καὶ κιθαρῳδόν. Ἄρτεμιν δὲ παρεισάγουσιν ἀδελφὴν αὐτοῦ εἶναι, κυνηγὸν οὖσαν, καὶ τόξον ἔχειν μετὰ φαρέτρας, καὶ ταύτην ῥέμβεσθαι κατὰ τῶν ὀρέων μόνην μετὰ τῶν κυνῶν,