κυσί τε βορὰν ταῦτα σὺν τῷ λοιπῷ σου σώματι παραδούς, ἵνα παιδευθῶσι πάντες διὰ σοῦ μὴ πλανᾶν υἱοὺς βασιλέων. Τούτων ἀκούσας ὁ Ναχὼρ τῶν ῥημάτων, σκυθρωπὸς ἦν λίαν καὶ κατηφής, ὁρῶν ἑαυτὸν ἐμπίπτοντα τῷ βόθρῳ ᾧ εἰργάσατο καὶ τῇ παγίδι ᾗ ἔκρυψε συλλαμβανόμενον, καὶ τὴν ῥομφαίαν αὐτοῦ εἰς καρδίαν αὐτοῦ κατανοῶν εἰσδυομένην. Συλλογισάμενος οὖν καθ’ ἑαυτόν, τῷ τοῦ βασιλέως υἱῷ μᾶλλον ἔγνω προστεθῆναι καὶ τὰ ἐκείνου κρατῦναι, τοῦ διαφυγεῖν τὸν ἐπηρτημένον αὐτῷ κίνδυνον, ὡς ἐκείνου εὐλόγως δυναμένου τιμωρήσασθαι αὐτόν, εἴπερ παραπικραίνων εὑρεθείη. τὸ δὲ πᾶν τῆς θείας ἦν προνοίας σοφῶς διὰ τῶν ἐναντίων τὰ ἡμέτερα βεβαιούσης. ὡς γὰρ εἰς λόγους ἦλθον ἀλλήλοις οἱ μύσται τῶν εἰδώλων καὶ ὁ Ναχώρ, καθάπερ τις ἄλλος Βαλαὰμ ὃς ἐπὶ τοῦ Βαλάκ ποτε, ἐπαράσασθαι τὸν Ἰσραὴλ προθέμενος, πολυειδέσιν αὐτὸν εὐλόγησεν εὐλογίαις, οὕτως καὶ ὁ Ναχὼρ ἰσχυρῶς τοῖς ἀσόφοις καὶ ἀσυνέτοις σοφοῖς ἀντικαθίστατο.Καθεζομένου γὰρ τοῦ βασιλέως ἐπὶ τοῦ θρόνου, συνεδριάζοντος καὶ τοῦ υἱοῦ, καθάπερ ἔφημεν, παρεστώτων δὲ τῶν ὥσπερ ῥομφαίαν τὰς γλώσσας ἀκονησάντων ἐπὶ καθαιρέσει τῆς ἀληθείας ἀσόφων ῥητόρων, οἵ, τὸ τοῦ Ἠσαΐου, κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν, συνελθόντων δὲ ἀπείρων λαῶν εἰς θέαν τοῦ ἀγῶνος ὥστε μαθεῖν ὁπότερον μέρος τὴν νίκην ἀποίσεται, λέγει τῷ Ναχὼρ εἷς τῶν ῥητόρων, ὁ τῶν σὺν αὐτῷ πάντων διαφορώτατος· σὺ εἶ ὁ ἀναισχύντως οὕτως καὶ ἰταμῶς εἰς τοὺς θεοὺς ἡμῶν ἐξυβρίζων Βαρλαάμ, καὶ τὸν φίλτατον υἱὸν τοῦ βασιλέως τοιαύτῃ περιβαλὼν τῇ πλάνῃ καὶ τῷ ἐσταυρωμένῳ διδάξας λατρεύειν; καὶ ὁ Ναχώρ· Ἐγώ εἰμι, ἀπεκρίνατο, ἐγώ εἰμι Βαρλαάμ, ὁ τοὺς θεούς σου μὲν ἐξουθενῶν, καθὼς εἴρηκας, τὸν υἱὸν δὲ τοῦ βασιλέως οὐ πλάνῃ περιβαλών, ἀλλὰ πλάνης ἀπαλλάξας καὶ τῷ ἀληθινῷ προσοικειωσάμενος Θεῷ. καὶ ὁ ῥήτωρ· Τῶν μεγάλων, φησί, καὶ θαυμασίων ἀνδρῶν τῶν πᾶσαν σοφίας ἐπιστήμην ἐξευρηκότων θεοὺς ὑψηλοὺς καὶ ἀθανάτους ἐκείνους ὀνομαζόντων, καὶ πάντων τῶν ἐπὶ γῆς βασιλέων καὶ ἐνδόξων αὐτοῖς προσκυνούντων καὶ σεβομένων, πῶς αὐτὸς γλῶσσαν κατ’ αὐτῶν κινεῖς, καὶ ὅλως ἀποθρασύνεσθαι τὰ τοιαῦτα τολμᾷς; Τίς δὲ ἡ ἀπόδειξις μὴ τούτους εἶναι θεούς, ἀλλὰ τὸν ἐσταυρωμένον; ὑπολαβὼν δὲ ὁ Ναχὼρ τὸν μὲν ῥήτορα ἐκεῖνον οὐδόλως ἀποκρίσεως ἠξίωσε·κατασείσας δὲ τῇ χειρὶ τὸ πλῆθος σιγᾶν, ἀνοίξας τὸ στόμα αὐτοῦ, καθάπερ ὁ τοῦ Βαλαὰμ ὄνος, ἃ οὐ προέθετο εἰπεῖν ταῦτα λελάληκε· καί φησι πρὸς τὸν βασιλέα·