Τούτων ἀκούσας ὁ βασιλεὺς τῶν ῥημάτων, καὶ τὸ στερέμνιον καὶ ἀνένδοτον ἰδὼν τοῦ παιδὸς μήτε κολακείαις εἴκοντος μήτε λόγων πειθοῖ, μὴ τιμωριῶν ἀπειλαῖς, ἐθαύμαζε μὲν ἐπὶ τῇ πιθανότητι τοῦ λόγου καὶ ταῖς ἀναντιρρήτοις ἀποκρίσεσιν, ἠλέγχετο δὲ ὑπὸ τοῦ συνειδότος, ἀληθῆ λέγειν αὐτὸν καὶ δίκαια ὑποδεικνύοντος· ἀλλ’ ἀνθείλκετο ὑπὸ τῆς πονηρᾶς συνηθείας καὶ τῶν ἐν ἕξει βεβαιωθέντων ἐν αὐτῷ παθῶν, ὑφ̓ ὧν ὡς ἐν κημῷ κατείχετο καὶ χαλινῷ, τῷ φωτὶ μὴ συγχωρούμενος προσβλέψαι τῆς ἀληθείας. ὅθεν πάντα λίθον, τὸ τοῦ λόγου, κινῶν, εἴχετο τοῦ πάλαι σκοποῦ, τὴν προμελετηθεῖσαν αὐτῷ μετὰ τοῦ Ἀραχῆ σκῆψιν εἰς ἔργον ἀγαγεῖν βουλόμενος. καί φησι τῷ παιδί; Ἔδει μέν σε, ὦ τέκνον, τοῖς ἐμοῖς ἁπλῶς εἴκειν ἐν πᾶσι προστάγμασιν· ἀλλ’ ἐπεί, σκληρὸς ὢν καὶ ἀπειθής, ἰσχυρῶς οὕτως ἀντέστης μοι, τὴν ἰδίαν ἐνιστάμενος γνώμην κυριωτέραν πάντων ποιήσασθαι, δεῦρο δὴ τῇ ματαίᾳ ἐνστάσει χαίρειν ἄμφω εἰπόντες, πειθοῖ πολιτευσώμεθα. καὶ ἐπεὶ ὁ σὲ ἀπατήσας Βαρλαὰμ σιδηροδέσμιος παῤἐμοὶ τυγχάνει, ἐκκλησιάσας ἐκκλησίαν μεγάλην, καὶ πάντας ἡμετέρους τε καὶ Γαλιλαίους ἐπὶ τὸ αὐτὸ συγκαλέσας, κήρυκάς τε διαρρήδην βοᾶν θεσπίσας τοῦ μηδένα τῶν Χριστιανῶν δεδοικέναι, ἀλλ’ ἀφόβως πάντας συνεισελθεῖν, κοινῇ διασκεψώμεθα γνώμῃ. καὶ ἤ, πείσαντες, ὑμεῖς μετὰ τοῦ ὑμετέρου Βαρλαὰμ τεύξεσθε ὧν ἐσπουδάκατε· ἤ, πεισθέντες, σὺν ἑκουσίᾳ τῇ γνώμῃ τοῖς προστάγμασί μου ὑπείκειν προθυμηθείητε. Ὁ δὲ φρόνιμος τῷ ὄντι καὶ ἐχέφρων νεανίας, διὰ τοῦ θεόθεν αὐτῷ ἐμφανισθέντος ὁράματος τὴν τοῦ βασιλέως προδεδιδαγμένος σκαιωρίαν, ἔφη· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω, καὶ ἔστω καθὼς ἐκέλευσας· αὐτὸς γὰρ ὁ ἀγαθὸς Θεὸς καὶ Δεσπότης δῴη τῆς εὐθείας μὴ πλανηθῆναι ἡμᾶς· ἐπ’ αὐτῷ γὰρ πέποιθεν ἡ ψυχή μου, καὶ αὐτὸς ἐλεήσει με. τότε δὴ τότε κελεύει ὁ βασιλεὺς πάντας ἀθροίζεσθαι εἰδωλολάτρας τε καὶ Χριστιανούς, γραμμάτων μὲν πανταχοῦ διαπεφοιτηκότων, κηρύκων τε ἀνὰ πάσας τὰς κωμοπόλεις βοώντων τοῦ μηδένα τῶν Χριστιανῶν δεδοικέναι ὥστε ἀδόκητόν τι ὑποστῆναι, ἀλλ’ ἀδεῶς πάντας καθ’ ἑταιρείαν καὶ συγγένειαν ἐπὶ τὸ αὐτὸ συνελθεῖν ἐπὶ φιλαλήθει καὶ οὐ βεβιασμένῃ συζητήσει, μετὰ τοῦ ἐξάρχου καὶ καθηγεμόνος αὐτῶν μελλούσῃ γενέσθαι Βαρλαάμ. ὡσαύτως δὲ καὶ τοὺς μύστας καὶ νεωκόρους τῶν εἰδώλων καὶ σοφοὺς τῶν Χαλδαίων καὶ Ἰνδῶν, τοὺς κατὰ πᾶσαν τὴν ὑπ’ αὐτὸν ἀρχὴν ὄντας,συνεκαλέσατο, καί τινας οἰωνοσκόπους καὶ γόητας καὶ μάντεις, ὅπως ἂν Χριστιανῶν περιγένοιντο. Καὶ δὴ συνῆλθον πρὸς τὸν βασιλέα πλῆθος πολὺ τῆς μυσαρᾶς αὐτοῦ θρησκείας· Χριστιανῶν δὲ εἷς εὑρέθη μόνος εἰς βοήθειαν ἐλθὼν τοῦ νομιζομένου Βαρλαάμ, ὀνόματι Βαραχίας. οἱ μὲν γὰρ τῶν πιστῶν θανόντες ἦσαν ὑπὸ τῆς τῶν κατὰ πόλιν ἀρχόντων μανίας κατασφαγέντες· οἱ δὲ ἐν ὄρεσιν ἀπεκρύπτοντο καὶ σπηλαίοις τῷ φόβῳ τῶν ἐπικειμένων δεινῶν. ἄλλοι δὲ ἐδεδοίκεισαν τὴν ἀπειλὴν τοῦ βασιλέως, καὶ οὐκ ἐτόλμων ἑαυτοὺς εἰς φῶς ἀγαγεῖν· ἀλλὰ νυκτερινοὶ ἦσαν θεοσεβεῖς, ἐν τῷ λεληθότι τῷ Χριστῷ λατρεύοντες καὶ μηδαμῶς παρρησιαζόμενοι. ἐκεῖνος δὲ μόνος, γενναῖος ὢν τὴν ψυχήν, εἰς συναγωνισμὸν ἦλθε τῆς ἀληθείας. Προκαθίσας τοίνυν ὁ βασιλεὺς ἐπὶ βήματος ὑψηλοῦ τε καὶ μετεώρου, συνεδριάζειν αὐτῷ τὸν υἱὸν ἐκέλευσεν. ὁ δέ, τῇ πρὸς τὸν πατέρα εὐλαβείᾳ καὶ τιμῇ τοῦτο μὴ θελήσας ποιῆσαι, ἐπὶ τῆς γῆς πλησίον αὐτοῦ ἐκάθισε. παρέστησαν τοίνυν οἱ ἐπιστήμονες τῆς μωρανθείσης παρὰ τοῦ Θεοῦ σοφίας, ὧν ἐπλανήθη ἡ ἀσύνετος καρδία, καθώς φησινὁ Ἀπόστολος· Δοκοῦντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι θνητῶν ἀνθρώπων καὶ τετραπόδων καὶ ἑρπετῶν. οὗτοι συνῆλθον συνᾶραι λόγον πρὸς τὸν τοῦ βασιλέως υἱὸν καὶ τοὺς περὶ αὐτόν, καὶ ἐπληροῦτο ἐπ’ αὐτοῖς τὸ τῆς παροιμίας, ὅτι πρὸς λέοντα δορκὰς μάχης ἥπτετο. ὁ μὲν γὰρ τὸν Ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ, καὶ ἐν τῇ σκιᾷ ἤλπισε τῶν αὐτοῦ πτερύγων· οἱ δὲ τοῖς ἄρχουσιν ἐπεποίθεσαν τοῦ αἰῶνος τούτου τοῖς καταργουμένοις, καὶ τῷ κοσμοκράτορι τοῦ σκότους, ᾧ καθυπέταξαν ἑαυτοὺς ἐλεεινῶς καὶ ἀθλίως. Ἄγεται τοίνυν ὁ Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος· καὶ οἱ μὲν περὶ τὸν βασιλέα τοῦ τοιούτου εἴχοντο σκοποῦ· ἐτέρα δὲ πάλιν ἡ σοφὴ πρόνοια ἄνωθεν ᾠκονόμει. παρισταμένων γὰρ τούτων ἁπάντων φησὶν ὁ βασιλεὺς τοῖς ῥήτορσιν αὐτοῦ καὶ φιλοσόφοις, μᾶλλον δὲ τοῖς λεωπλάνοις καὶ ἀσυνέτοις τὴν καρδίαν· Ἰδοὺ δὴ ἀγὼν ὑμῖν πρόκειται καὶ ἀγώνων ὁ μέγιστος. δυοῖν γὰρ θάτερον γενήσεται ὑμῖν· ἢ τὰ ἡμέτερα κρατύναντας,καὶ πλανᾶσθαι τὸν Βαρλαὰμ καὶ τοὺς σὺν αὐτῷ ἐλέγξαντας, δόξης μεγίστης καὶ τιμῆς παρ’ ἡμῶν τε καὶ πάσης τυχεῖν τῆς συγκλήτου καὶ στεφάνοις νίκης καταστεφθῆναι· ἢ ἡττηθέντας σὺν πάσῃ αἰσχύνῃ κακιγκάκως θανατωθῆναι, πάντα δὲ τὰ ὑμέτερα τῷ δήμῳ δοθῆναι, ὡς ἂν παντάπασιν ἐξαρθῇ τὸ μνημόσυνον ὑμῶν ἀπὸ τῆς γῆς. τὰ μὲν γὰρ σώματα ὑμῶν θηρίοις δώσω παρανάλωμα, τὰ δὲ τέκνα ὑμῶν διηνεκεῖ καταδου λώσω δουλείᾳ. Τούτων οὕτως εἰρημένων τῷ βασιλεῖ, ὁ υἱὸς αὐτοῦ ἔφη· Κρῖμα δίκαιον σήμερον ἔκρινας, ὦ βασιλεῦ· κρατύναι Κύριος ταύτην σου τὴν γνώμην. κἀγὼ δὲ τὰ αὐτά φημι τῷ ἐμῷ διδασκάλῳ. καὶ ἐπιστραφεὶς λέγει τῷ Ναχώρ, ὃς ἐνομίζετο Βαρλαὰμ εἶναι· Οἶδας, ὦ Βαρλαάμ, ἐν τίνι με δόξῃ εὕρηκας καὶ τρυφῇ· καὶ λόγοις πλείστοις ἔπεισάς με τῶν μὲν πατρῴων ἀποστῆναι νόμων τε καὶ ἐθῶν, ἀγνώστῳ δὲ λατρεῦσαι Θεῷ, ἀρρήτων τινῶν καὶ αἰωνίων ἀγαθῶν ἐπαγγελίαις ἑλκύσας μου τὸν νοῦν τοῖς σοῖς ἐξακολουθῆσαι δόγμασι καὶ τὸν ἐμὸν παραπικρᾶναι πατέρα τε καὶ δεσπότην; νῦν οὖν ὡς ἐπὶ τρυτάνης νόμιζε σεαυτὸν ἑστάναι. εἰ μὲν γάρ, νικήσας τὴν προκειμένην πάλην, ἀληθῆ σου τὰ δόγματα δείξεις ἅ μοι ἐδίδαξας, πλανωμένους δὲ ἐλέγξεις τοὺς σήμερον ἡμῖν ἀντιπίπτοντας, σὺ μὲν δοξασθήσῃ ὡς οὐδεὶς τῶν πώποτε γεγονότων καὶ κήρυξ ἀληθείας κληθήσῃ, ἐγὼ δὲ τῇ σῇ ἐμμενῶ διδαχῇ καὶ τῷ Χριστῷ λατρεύσω, καθὰ δὴ καὶ ἐκήρυξας, μέχρι τῆς τελευταίας μου ἀναπνοῆς· εἰ δέ, ἡττηθεὶς εἴτε δόλῳ εἴτε ἀληθείᾳ, αἰσχύνης μοι σήμερον πρόξενος γένῃ, θᾶττον ἐκδικήσω μου τὴν ὕβριν, χερσὶν οἰκείαις τήν τε καρδίαν σου καὶ τὴν γλῶτταν ἐξορύξας,